In Jeremiam (Homiliae 12-20)

Origen

Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Τὰ λεγόμενα πρὸς τὴν Ἱερουσαλὴμ μετὰ πολλῆς ἀπειλῆς νοῆσαι θέλομεν οὕτως ἔχοντα· »τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ; ἢ τίς σκυθρωπάσει ἐπὶ σοί; ἢ τίς ἀνακάμψει ἐρωτῆσαι εἰς εἰρήνην σου; σὺ [*](1 Matth. 8. 12 u. ö. — Luk. 6, 25. — 9 Vgl. gl. Act. 13, 46. — 10 ff. Vgl. öm. 11, 17. 24. — 14. 16 Matth. 24, 12. — 17 Luk. 18, 8.) [*](1 κλαυθμός] + et Stridor dentium Η | 3 ἐὰν δὲ μὴ] nisi Η | 10 τοῦ κυρίου] < Η | 11 καλλιέλαιον Lo καλιέλαιον S | 14 διὰ τὸ fuerint Η | 20 θεοῦ] Domini Η | βελτιῶται Hu βελτιοῦται S | 22 αἰῶνας] + saeculorum Η | Ἀμήν] + ὁμιλία ιβ΄ S | 23/24 εἰς — ἠτεκνώθην] < S (doch ist ομιλία ιγ΄ ein freier Raum gelassen) Η | 25 Homilia Χ Η | 28 ἢ] < Η | εἰς σου LXX codd, Luc. τὰ εἰς εἰρήνην σου cod. 62 (vgl. S. 104, 8/9) εἰς εἰρήνην σοι LXX (vgl. S. 104, 18).)

102
ἀπεστράφης με, λέγει κύριος. ὀπίσω πορεύσῃ, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ διαφθερῶ σε, καὶ οὐκέτι ἀνήσω σε. καὶ διασπερῶ αὐτοὺς ἐν σιασπορᾷ«. εἶτα »ἠτεκνώθην«. ἀπορία κατέσχε με, παράδειγμα λαμβάνω πολέμιόν τινα ἀποδειχθέντα τοῦ βασιλεύοντος ἐπὶ γῆς, ὅτι τῷ τοιούτῳ οὐδὲ μεταδιδόναι ἐλέου ἔξεστιν, ἕνα μὴ δοκῇ τις προσκρούειν τῷ καταδικάσαντι βασιλεῖ. καὶ οὐκ ἔξεστι τὸν τοιοῦτον οὐδὲ ἐλεῆσαι] προσεπιτείνουσί τινες οὐδὲ σκυθρωπάζοντες ἐπ΄ αὐτῷ, ἵνα μὴ ἐπὶ τῷ σκυθρωπάζειν δοκῶσι δυσαρεστεῖσθαι τῷ κριθέντι ὑπὸ τοῦ βασιλέως. εἰ νενόηκας τοῦτο , ἴδε μοι τὸν καταδικασθέντα ὑπὸ τοῦ θεοῦ διὰ τὰς πολλὰς ἑαυτοῦ ἁμαρτίας, καὶ ὅρα τὸν τοιοῦτον. λεγιώνων ὄντων ἀγγέλων τῶν τεταγμένων ἐπὶ τὸ βοηθεῖν τῇ ἀνθρώπων φύσει, ὑπὸ μηδενὸς ἐλεούμενον. ἕκαστος γὰρ τῶν ἀγγέλων ἰδὼν τὸν καταδικάσαντα ὅτι θεός ἐστι, τὸν ἀποστραφέντα ὅτι δημιουργός ἐστι, τὴν φύσιν τῶν ἀμαρτιῶν ὅτι τοιαύτη ὥστε τὸν ἀγαθὸν θεὸν ἀναγκασθῆναι, ἱν οὕτως εἴπω τὴν ψῆφον ἀγαγεῖν κατὰ τοῦ ἡμαρτηκότος, ἕκαστος τῶν ὁρώντων οὐ φείδεται, οὐ σκυθρωπάζει, οὐκ ἐλεεῖ, οὐκ ἐπανέρχεται ὥστε παρακαλέσαι περὶ τῆς πρὸς τὸν τοιοῦτον εἰρήνης.

Ἡ Ἱερουσαλὴμ τοίνυν αὕτη οὕτω γὰρ λελέξεται διὰ τὸ γράμμα) ἡμαρτηκέτω μου εἰς τὸν Ἰησοῦν, καὶ τοιαῦτα πεποιηκέτω, ἕνα εἴπῃ περὶ αὐτῆς ὁ Ἰησοῦς· »Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ἡμῶν«. καταλειπέσθω αὕτη ἡ Ἱερουσαλήμ ὡς καταλέλειπται. οἱ ἄγγελοι οἱ ἀεὶ βοηθοῦντες τῇ Ἱερουσαλήμ, δι’ ὧν διετάγη καὶ ὁ Μωσέως νόμος »διαταγεὶς δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου«, καταλειπέτωσαν τὴν Ἱερουσαλὴμ καὶ λεγέτωσαν· τὰ ἁμαρτήματα αὐτῆς μεγάλα γέγονε, τὸν Ἰησοῦν ἀπέκτειναν , ἐπὶ τὸν Χριστὸν τὰς χεῖρας [*](11 Vgl. Matth. 26, 53. — 21 ff. Matth. 23, 37. 38 Luk. 13, 34. — 27 Gal. 3, 19.) [*](3 εἶτα] εἶπα SH, geg. LXX Hexapla u. hebr. Text | ἀπορία — με] bisher zum Citat gezogen, doch vgl. vor. Anm. | 3 — S. 103, 4 Hierzu Fragm. 45 in C: Ὡς — αὐτοῦ 5 μὴ] + dum. damnato quis miseretur H | δοκῇ] incipiat Η | 6/7 Sunt autem nonnulli qui adjiciunt ad severitatem, ut ne contristentur quidem quidem eo Η | 6 ἔξεστι . . . . προσεπιτείνουσι] ἔξεστι . . . . προσεπιτείνοντες S; doch vgl. Η u. S. 123, 16. 11 λεγιώνων ὄντων Diels nach H: innumerabilibus βλεπόντων S (vgl. Ζ. 12 S. 128, 20?) | 12 ὑπὸ μὴδενὸς S ne ab uno quidem Η | 15 εἴπω τὴν nach Η: quodammodo εἰ toiaqythn S | 19 αὕτη — γράμμα] < Η | 21 περὶ αὐτῆς ὁ Ἰησοῦς] de diceret Salvator (od. ipse Salvator) Η | 22 αὐτήν] te Η | ποσάκις C NT ὁσάκις S, doch vgl. S. 52, 23 111, 12 | 25 καταλιπέσθω S | 26 βοηθοῦντες] βοηθήσαντες C qui . . auxiliabantur Η | 27 καταλιπέτωσαν S | 29 Ἰησοῦν Hu Jesum Η ἰηλ S | τὸν Χριστὸν] Dominum nostrum H.)

103
ἐπιβεβλήκασιν. ὅσον ἔτι μικρότερα ἡν τὰ ἁμαρτήματα, ἐδυνάμεθα ἔτι περὶ αὐτῶν ἀξιοῦν καὶ παρακαλεῖν , ἐδυνάμεθα φείδεσθαι τῆς Ιερουσαλήμ· τίς ἐπὶ τούτῳ φείσεται; »ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται περὶ αὐτοῦ· ἐὰν δὲ εἰς κύριον ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ«; »ἁμαρτίαν ἥμαρτεν Ἱερουσαλήμ, διὰ τοῦτο εἰς σάλον ἐγένετο«· καὶ λέγεται πρὸς αὐτὴν ταύτην πρῶτον· τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ; καὶ τίς σκυθρωπάσει ἐπὶ σοί«; ἡμεῖς οὐ σκυθρωπάζομεν ἐπὶ τῇ Ἱερουσαλήμ καὶ ταῖς συμφοραῖς αὐτῆς καὶ τοῖς γενομένοις παντὶ τῷ λαῷ ἐκείνῳ· Ε;τῷ γὰρ ἐκείνων παραπτώματι ἡ σωτηρία ἡμῶν γέγονεν εἰς τὸ παραζηλῶσαι <αὐτούς>. ἐπεὶ τὸ παράπτωμα αὐτῶν τηλικαύτη γέγονεν ἁμαρτία ὣστε φωνῆς κυρίου λεχθῆναι· »τίς οὐν φείσεται ἐπὶ σοί, λέγω πρὸς τὴν ἀποκτείνασάν μου τὸν Ἰησοῦν καὶ ἐγώ· »τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ; καὶ τίς σκυθρωπάσει ἐπὶ σοί«;

Μεταβαίνω ἀπὸ τοῦ γράμματος, καίτοιγε ὁδὸν ἀσχηκώς, ἥν ἔδωκεν ὁ λόγος, ἐπὶ ἑκάστην ψυχὴν ἤδη ἀξιωθεῖσαν τοῦ ὁρᾶν τὴν εἰρήνην· μετὰ γὰρ τὰ μαθήματα τὰ θεῖα γέγονας Ἱερουσαλήμ, τὸ πρότερον οὐσα Ἱεβούς. ἡ ἱστορία λέγει, ὅτι τὸ ὄνομα τοῦ ἐκείνου ἦν Ἰεβούς, δεύτερον δὲ μετέβαλε τὸ ὄνομα καὶ Ἱερουσαλήμ. Ἰεβούς φασιν Ἑβραίων παῖδες ὅτι ἑρμηνεύεται Πεπατημένη. Ἰεβοὺς οὖν, ἡ Πεπατημένη ὑπὸ δυνάμεων ἀντικειμένων ψυχή, μεταβέβληται καὶ γέγονεν Ἱερουσαλήμ, Ὅρασις εἰρήνης. εἰ οὖν, ὅτε μεταβέβληκας ἀπὸ Ἰεβοὺς εὐς τὸ γενέσθαι Ἱερουσαλήμ, ἥμαρτες καὶ Ε;τὸν υἱὸν τοῦ θεοῦ καταπεπάτηκας καὶ τὸ αἷμα τῆς καινῆς διαθήκης κοινὸν ὡς ἐκείνη καὶ σύ) ἡγήσω< καὶ ἐν ἁμαρτήμασι χαλεποῖς, λεχθήσεται καὶ περὶ τοῦ· τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ«; καὶ τίς σκυθρωπάσει ἐπὶ σοί«, ἐὰν γένῃ τοιοῦτος ὡς προδοῦναι τὸν [*](3 Ι Sam. 2, 25. — 5 Klagel. Jerem. 1, 8. — 9 Vgl. Rom. 11, 11. — 16 f. 22 Vgl. S. 65, 21. — 19 Vgl. Jos. 18, 28 Jud. 1, 21. — 20 f. Vgl. Onom. sacra I, 203, 2 Ἰεβοὺς Ἱερουσαλήμ; eine Übers, fehlt. — 22 (u. 16. 17) Vgl. Onom. sacra I, 169, 66 Ἱερουσαλὴμ ὅρασις εἰρήνης κτλ., u. ö. — 24 Vgl. Hebr. 10, 29.) [*](5 Ἱερουσαλήμ] + grande perpetrarit nefas Η | 7 σοὶ 1] so sonst immer; σὲ S | 10/11 καὶ ἐπεὶ nach Η: Et quia | 11/12 ὥστε — λεχθῆναι nach Η: ut voce Donini diceretur (vgl. S. 102, 20 f.) | 13 τὴν ἀποκτείνασαν nach Η: interfectricem αὐτην ἀπέκτενιας S | ἐγὼ nach Η: ego λέγω S | 15/16 καίτοιγε — λόγος nach S. 52, 17 54, 20 u. H: viam mihi pandente ratione καὶ τότε ὁδὸν ἐσχηκότος ἣν ἔδωκεν ὁ λόγος S | 18/19 οὖσα Hu οὖσαν S | ἡ ἱστορία λέγει (vgl. S. 74, 13) — Ἰεβούς] nach Η: Historia refert, quia nomen loci istius fuerit Jebus | 20 Ἰεβούς] + autem Η | 21 ψυχὴ] + nostra Η | 24 καινῆς] < Η | 25/26 καὶ — < Η | 27 καὶ — ἐὰν] et quis contristabitur super te? Quis enim contristabitur, Η wohl besser.)

104
Ἰησοῦν; ἕκαστος ἡμῶν ἁμαρτάνων. καὶ μάλιστα εἰ μείζονα, εἰς Ἰησοῦν ἁμαρτάνει. ἐὰν δὲ καὶ ἀποστάτης ᾖ, ἔτι μάλιστα ταῦτα ποιεῖ τῷ Ἰησοῦ πνευματικῶς ἃ ἐποίησεν αὐτῷ Ἱερουσαλῆμ σωματικῶς. διὸ »πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας«; εἰ κατεπάτησας τὸν υἱὸν τοῦ θεοῦ καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνύβρισας, τίς »φείσεται ἐπὶ σοί; τίς σκυθρωπάσει ἐπὶ σοί; τίς ἀνακάμψει ἐρωτῆσαι τὰ εἰς εἰρήνην σου«; αὐτὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν ἐρωτήσαντά σοι τὰ εἰς εἰρήνην προέδωκεν ἡ τοῦ ἁμαρτωλοῦ ψυχή· τίς δύναται παρακαλέσαι ἀνακάμψας πάλιν περὶ τῆς εἰρήνης; τγινώσκοντες οὐν ὅτι »ὐδύνατον τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μέτόχους γενηθέντας πνεύματος ἁγίου καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἐν ἑαυτοῖς τὸν οἱὸν τοῦ θεοῦ, καὶ παραδειγματίζοντας« πάντα πράττωμεν, ἕνα μὴ καὶ περὶ ἡμῶν λέγηται τὸ »τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ; καὶ τίς σκυθρωπάσει ἐπὶ σοί; ἢ τίς ἀνακάμψει ἐρωτῆσαι εἰς εἰρήνην σοι«;

Καὶ πρὸς ἑκατέραν δὲ ἑρμηνείαν τῆς Ἱερουσαλῆμ ἁρμόσει καὶ τὸ ἑξῆς· »σὺ ἀπεστράφης με, λέγει κύριος. ὀπίσω ποερύσῃ«. ὅτι ἀπεστράφης τὸν υἱὸν τοῦ θεοῦ, καὶ διὰ τὸ ἀπεστράφθαι τὸν υἱὸν τοῦ θεοῦ ἀπεστράφης τὸν θεόν, τί δεῖ καὶ λέγειν; καὶ ἐπειδὴ ἀπεστράφη ἡ Ἱερουσαλὴμ ἡ ἐν τῇ Ἰουδαίᾳ τὸν Χριστόν, ἀφ’ ἡς πάντας τοὺς Ἰουδαίους νοητέον, διὰ τοῦτο »ὀπίσω πορεύσῃ«. ἦν γὰρ ὅτε οὐκ ὀπίσω ἐπορεύετο, ἀλλὰ ἔμπροσθεν· νῦν δὲ ὀπίσω πορεύεται »καὶ ἐστράφησαν ταῖς καρδίαις εἰς Αἴγυπτον«, δῆλον ὅτι ἵνα ὀπίσω πορευθῶσι. περὶ δὲ τοῦ τί ἐστι τὸ »ὀπίσω πορεύσῃ« ἢ τί τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι, οὕτω παραστήσομεν. ὁ δίκαιος Ε;τοῖς ἔμπροσθεν ἐπεκτείνεται, τῶν ὄπισθεν #x003C;. δῆλον ὅτι ὁ ἐναντίως τῷ δικαίῳ διακείμενος τῶν ὀπίσω μέμνηται καὶ τοῖς [*](4 Hebr. 10, 29. — 11 Hebr. 6, —6. — 25 ff. Vgl. Hier. Comm. 944. 26 Act. 7, 39. — 29 Vgl. Phil. 3, 13.) [*](1 καὶ μάλιστα εἰ Co maximeque cum H καὶ μάλιστα εἰς S | 3 πνευματικῶς ἃ nach Η: spiritaliter quae #x772; ὅσα S πνευματικῶς ὅσα Ru | 4 πόσῳ] quamto plus Η | 7 τὸν] Jesum Η | καὶ] si Η | 9 τὸν υἱὸν τοῦ θεοῦ] Jesum Η | σοι] pariter, et praestabat Η | 18 εἰς] ea quae in Η | 22 τὸν θεόν] etiam α Deo Patre recessisti, retro ambulabis Η | τι] Quid autem Η | 23 ἀφ’ ἧς . . . . νοητέον] kaum zu lesen, aber ätigt durch H: a qua . . . . intelliguntur ἀθετοῦσα . . . . σημαίνει Co | 26 πορεύεται Blass ambulant Η πορεύσεται S | 30 ἀναντίως Ru ἐναντίος S.)

105
ἔμπροσθεν οὐκ ἐπεκτείνεται. τῶν δὲ ὀπίσω μεμνημένος παρακούει τοῦ Ἰησοῦ διδάσκοντος καὶ λέγοντος· »μὴ στραφήτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ«, παρακούει τοῦ Ἰησοῦ λέγοντος· »μνημονεύετε τῆς γυναικὸς Λώτ«, παρακούει τοῦ Ἰησοῦ λέγοντος· »οὐδεὶς βαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστι τῇ βασιλείᾳ τοῦ θεοῦ«. καὶ ἐν τῷ νόμω δὲ γέγραπται, ὅτι εἶπον οἱ ἄγγελοι πρὸς τὸν ἐξελθόντα ἀπὸ Σοδόμων Λώτ· »μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ· εἰς τὸ ὄρος σῴζου. μήποτε συμπαραληφθῇς«. καὶ τοῦτο δὲ ἔχει διάνοιαν ἀξίαν ἀγγελικοῦ πνεύματος· »μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω«, ἀεὶ τοῖς ἔμπροσθεν ἐπεκτείνου. καταλέλοιπας Σόδομα, μὴ στρέφου εἰς Σόδξομα. καταλέλοιπας τὴν κακίαν καἰ τὴν ἁμαρτίαν , μὴ ἐπιστραφῇς πρὸς αὐτὴν »μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ«. κἂν τηρήσῃς τὴν προτέραν ἐντολὴν τὴν λέγουσαν· »μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω«, οὐκ ἀρκεῖ σοι πρὸς τὸ σωθῆναι, ἐὰν μὴ καὶ τῆς δευτέρας ἐντολῆς ἀκούσῃς λεγούσης· »μηδὲ στῇς ἐν πόσῃ τῇ περιχώρῳ«. οὐ δεῖ γὰρ ἀρξάμενον προκόπτειν ἑστάναι ἐν τῇ περιχώρῳ Σοδόμων, εἰ καὶ Σόδομα διαβέβηκεν , ἀλλὰ διαβάντα ἀπὸ τοῦ ἑστάναι έν τῇ περιχώρῳ σῴζεσθαι εἰς τὸ ὄρος κατὰ τὸ »μὴ περιβλέψῃ εἰς τά ὀπίσω μηδὲ στῇς έν πάσῃ τῇ περιχώρῳ· εἰς τὸ ὄρος σῴζου, μήποτε συμπαραληφθῇς«. εἰ βούλει μὴ συμπαραληφθῆναι Σοδομίταις, μήποτε εἰς τὰ ὁπίσω στραφῇς μηδὲ στῇς ἐν τῇ περιχώρῳ Σοδόμων μηδὲ ἀλλαχοῦ γένῃ ἢ εἰς τὸ ὄρος ἐκεῖ γάρ ἐστι μόνον σωθῆναι. ἔστι δὲ τὸ ὄρος κύριος Ἰησοῦς, ᾡ έστιν ἡ δόξα καὶ τὸ κρότος εἰς τοὺς αἰῶνας. Ἀμήν.

[*](2 Mark. 13, 16. — 3 Luk. 17, 32. — 4 Luk. 9, 62. — 7 10 13 14 16 19 Gen. 19, 17.)[*](5 στραφεὶς] respiciens Η | 9 ἀγγελικοῦ] Dei Η | 12 αὐτὴν] ea Η | 13 κἂν τηρήσῃς nach Η: Etiamsi . . custodieris καὶ τηρήσεις S | 17/18 ἀλλὰ — περιχώρῳ] et a Satanae (= ἑστάναι?) regione discedens, incipis liber esse suppliciis, expedit ut Η | 21 μηδὲ Blass Diels ne (od. nee) Η μήτε S | 22 ἢ] sed cum inde discesseris, ascende Η | 24 αἰωνας] + saeculorum Η | Ἀμήν] + ὁμιλία ιγ΄ S.)
106