In Jeremiam (Homiliae 12-20)

Origen

Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Τάχα νοήσομεν τὸ γεγραμμένον χρησάμενοι λέξει εὐαγγελικῇ εἰρημένῃ ὑπὸ τοῦ σωτῆρος οὕτως ἐχούσῃ· ἐργάζεσθε ὡς ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι«. ἡμέραν ἐκεῖ ὠνόμασε τὸν αἰῶνα τοῦτον (ἀλλὰ ἀναγκαίως προσέθηκα τὸ ἐκεῖ· οἶδα γὰρ ἄλλοις ἄλλα πόλιν δηλούμενα) ἡμέραν οὖν ὠνόμασε τὸν αἰῶνα τοῦτον, σκότος δὲ καὶ νύκτα τὴν συντέλειαν διὰ τὰς κολάσεις. »ἵνα τί« γὰρ »ὑμῖν ἐπιθυμεῖν ἡμέραν κυρίου; καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς« φησὶν Ἀμὼς ὁ προφήτης. ἐὰν ἴδῃς τί τὸ σκυθρωπὸν μετὰ τὴν συντέλειαν τοῦ κόσμου, τὸ ἐπακολουθοῦν ὡς σχεδὸν παντὶ τῷ γένει τῶν ἀνθρώπων κολαζομένων ἐπὶ τοῖς ἡμαρτημένοις, ὄψει ὄψει συνεσκότασε τότε τὸ περιέχον καὶ οὐκέτι οὐδεὶς δύναται δοξάζειν τὸν θεόν, εἴγε καὶ τοῖς δικαίοις προσέταξεν ὁ λόγος θεοῦ λέγων· »βάδιζε, λαός μου, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον , ἕως ἂν παρέλθῃ ὁ θυμὸς τῆς ὀργῆς μου( ἅμα δὲ ἐν τούτοις, εἴ τις δύναται, τηρείτω ὅτι εἴρηκε· »μικρὸν ὅσον ὅσον«. ἀλλ’ ἐκεῖνο τὸ »μικρὸν ὅσον« μικρόν ἐστι θεοῦ, οὐκ ἔστι μικρὸν ἀνθρώπῳ· χρὴ γὰρ βλέπειν ὅτι ἑκάστῳ ἐστί τι μικρὸν καὶ μέγα. καὶ ἀπὸ παραδείγματος παραστήσω ὅτι ἑκάστῳ ἐστί τι μικρὸν ἢ μέγα. ἑκάστῳ ζώῳ μικρὰ τροφὴ ἡ τοσήδε ὡς πρὸς σύγκρισιν τῆς συστάσεως αὐτοῦ, καὶ πολλὴ τροφὴ ἡ τοσήδε ὡς τὴν σύγκρισιν πάλιν τῆς κατασκευῆς αὐτοῦ. καὶ οὕτως τὸ μικρὸν τοῦ ἀνθρώπου ἄλλῳ ζώῳ μέγα ἐστί. τὸ μικρόν, φέρ’ εἰπεῖν, ἀνδρὶ πολύ ἐστι παιδίου. οὕτως μικρὸς χρόνος ἐστὶν ὁ τῆς ζωῆς τῆς ἀν- [*](2 Vgl. Job. 9, 4 12, 35. — 3 Joh. 8, 12. — 9 Job. 9, 4. Vgl. Hier. Comm. 933. — 10 Vgl. Philo, Leg. alleg. III I, 92 Μ, u. ö. — 13 Arnos 5, 18. — 19 Jes. 26, 20. — 22 f. Jes. 26, 20.) [*](2. 9 ὡς] donee Η | 3 τὸ — ἐστίν] nach H: Lumen in te est | 5 δύναται γενέσθαι nach Η: δ. λέγεσθαι S futtirae sunt Η | 12 δηλούμενα] + ex diel vocabulo H | 13 κολάσεις] ο in Ras. S + quae fidura snnt Η | 19 δικαίοις] + in Isaia Η | 20 ταμιεῖον] promptuaria Η vgl. S. 97, 4 | 21 ὅσον 2] a. R. S1 | 21/22 ὁ θυμὸς τῆς ὀργῆς μοι] ira Dei (od. Domini) Η, doch vgl. S. 97, 8 u. in Gen. Hom. 2, 3 (Lo 8, 136) : furor irae meae | 24 τι] übergeschr. S1 | 26 ἡ Blass ἢ S | 27 ἡ Blass | 28 αἰ·τοῦ] + et quod alii pusillum est, aeque id ipsinn alii multum est. Quid de animalibus loquor H.)

97
θρωπίνης πᾶς καὶ ὁ τοῦ πολυχρονίου ὡς πρὸς ὅλον τοῦ παντὸς ἐνεστηκότος αἰῶνος. οὕτω δὴ καὶ τὸ μικρὸν τοῦ θεοῦ Πολύ ἐστιν ὡς πρὸς ἡμᾶς, καὶ αἰών ἐστιν ὅλος τὸ μικρὸν τοῦ θεοῦ. ἐὰν λέγηται οὐν· »βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμιεῖά σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον«, τὸ μικρὸν ἐκεῖνο νομιστέον λέγεσθαι οὐ πρὸς τὴν σχέσιν τοῦ κελευομένου βαδίζειν καὶ εἰσελθεῖν εἰς τὰ ταμιεῖα ἑαυτοῦ, ἀλλὰ πρὸς τὴν σχέσιν τοῦ αὐτὰ προστάσσοντος, ᾡ μικρόν ἐστι τὸ τούτῳ πολύ. εἰ γὰρ »ἕως ἂν παρέλθῃ ὁ θυμὸς τῆς ὀργῆς« τοῦ θεοῦ, δεῖ τινας εἰσελθεῖν εἰς τὰ ταμιεῖα ἑαυτῶν, εἰσὶ δὲ οἷς >οὐκ ἀφίεται τὰ ἁμαρτήματα οὐ μόνον παρ’ ὅλον τὸν αἰῶνα τοῦτον ἀλλὰ καὶ παρ’ ὅλον τὸν μέλλοντα<, δῆλον ὅτι τὸ μικρὸν τοῖς εἰρημένοις παρεκτείνεται.

»Δότε« οὖν »κυρίῳ τῷ θεῷ ἡμῶν δόξαν«. πῶς διδομεν κυρίῳ τῷ θεῷ ἡμῶν δόξαν; οὐκ έν φωναῖς καὶ λεξιδίοις ζητῶ τὸ διδόναι κυρίῳ τῷ θεῷ ἡμῶν δόξαν, ἀλλ’ ἐν πράξεσιν ὁ διδοὺς δόξαν κυρίῳ τῷ θεῷ δίδωσι δόξαν αὐτῷ. έν σωφροσύνῃ δόξασον τὸν θεόν, ἐν δικαιοσύνῃ, ἐν εὐποιίᾳ δόξασον τὸν θεόν· δὸς δόξαν τῷ θεῷ ἐν ἀνδρείᾳ καὶ ὑπομονῇ, δὸς δόξαν τῷ θεῷ ἐν εὐσεβείᾳ καὶ ὁσιότητι καὶ ταῖς λοιπαῖς ἀρεταῖς. εἰ δὲ ταῦτα οὕτως ἔχει καὶ οὄτω δοξάζει τις τὸν θεόν, ἐὰν εἴπω τὰ ἐναντία, μὴ δόξητέ με βλασφημεῖν· μάρτυρα γὰρ παραστήσω κἀκείνων τὴν γραφήν. ὁ σώφρων δοξάζει τὸν θεόν, ὁ ἀκολασταίνων ἀτιμάζει τὸν θεόν. τὸν γὰρ ναὸν τοῦ θεοῦ ὡς Ναβουχοδονόσορ καταστρέφει καὶ >φθείρει τὸν ναὸν τοῦ θεοῦ< καὶ >διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζει< (λέξις ἐστὶ καὶ αὕτη ἀποστολική). οὐκοῦν ἀδοξίαν περιτίθησι τῷ θεῷ ὁ ἁμαρτωλός. καὶ τὰ περὶ προνοίας ζητεῖται, ὥς τινας διστάζειν εἰ ἔστι πρόνοια πρόνοια], δέ οὐδὲν ἂλλο ὡς διὰ τὴν κακίαν. ἄνελε τὴν κακίαν, καὶ οὐ προσκόπτεις τῇ προνοίᾳ. ἄνω δὲ [*](4 Jes. 26, 20. — 6 ff. Vgl. Jes. 26, 20. — 10 Vgl. Matth. 12, 32. — 14 ff. Vgl. in I Kor. 1, 29 (Cat. Cram. V, 31, 18 ff.): καὶ κατὰ σάρκα εἰσὶ σοφοὶ οἱ λέξει διὰ [1. λεξίδια] μόνα μεμελετηκότες καὶ καλλωπίζοντες. — Vgl. in Ι Kor. 3, 17 (Cat. Cram. V, 64, 32 ff.): δόξαν δὲ ἔχει πλείονα ἢ ἐλάττονα, ὁ ποιῶν δοξάζεσθαι τὸ ὄνομα τοῦ ἐν τοῖς οὐρανοῖς Πατρὸς διὰ τὰς πράξεις αὐτοῦ . . . . οὐ δύναται μέντοι γε ἔχων τις πνεῦμα ἁμαρτίας τινὸς εἶναι ναὸς Θεοῦ. — 23 Vgl. Jerem. 52, 13. — Vgl. Ι Kor. 3, 17. — 24 Vgl. Röm. 2, 23.) [*](6 σχέσιν] naturam Η (= φύσιν ?) | 8 ᾧ nach Η: cui ὃ S | 9 ἑαυτῶν Blass nach H: Sita ἑαυτοῦ S | 13 ἡμῶν] vgl. zu S. 93, 19 vestro Η | δίδομεν Blass δισαμεν S 14 λεξειδίοις S | 18/19 εὐσεβείᾳ καὶ ὁσιότητι] vgl. Η: pietate, sapientia εὐποιΐᾳ καὶ ὁσιότητι S | 19 ταῦτα — καὶ] < Η | 21 γραφήν] + quomodo Η | 25 οὐκοῦν] + glorificat Deum Justus H, wohl richtig (vgl. Ζ. 21) | 27 πρόνοια 2 streicht Hu nach H.)

98
κάτω οἱ προσκόπτοντες τῇ προνοίᾳ ταῦτα λέγουσι· διὰ τί τοσοῦτοι μοιχοὶ καὶ τοσοῦτοι μαλακοί<, διὰ τί τοσοῦτοι ἄθεοι καὶ ἀσεβεῖς; καί εἰσιν οἱ γεννήσαντες τὴν ἀδοξίαν τῇ προνοίᾳ, τὰ προσκόμματα τῷ θεῷ, τὴν βλασφημίαν τῷ κτίσαντι τὸν κόσμον οἱ ἁμαρτάνοντες. διδόασιν <μὲν οὖν τινες δόξαν τῷ θεῷ]<, δὲ δόξαν τῷ θεῷ οἱ τὰ ἐναντία τῇ δόξῃ τοῦ θεοῦ ποιοῦντες διὰ τῶν αμαρτηματων.

»Δότε δόξαν κυρίῳ τῷ θεῷ ἡμῶν πρὸ τοῦ συσκοτάσαι, πρὸ τοῦ προσκόψαι τοὺς πόδας ὑμῶν ἐπ’ ὄρη σκοτεινά«. ἔστι τινὰ ὄρη σκοτεινά, <ἒστι τινὰ ὄρη φωεινά]<· πλὴν ἐπεὶ ἑκάτερα. φωτεινὰ ὄρη οἱ ἅγιοι ἄγγελοι τοῦ θεοῦ, οἱ προφῆται, Μωσῆς ὁ θεράπων, οἱ ἀπόστολοι Ἰησοῦ Χριστοῦ. ταῦτα πάντα ὄρη ἐστὶ φωτεινά, καὶ περὶ τούτων νομίζω λελέχθαι ἐν τοῖς Ψαλμοῖς· »οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις«. ποῖα δὲ ὄρη σκοτεινά; οἱ τὰ ὑψώματα ἐπαίροντες κατὰ τῆς γνώσεως τοῦ θεοῦ. ὁ διάβολος ὄροσ σκοτεινόν ἐστιν, οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου οἱ καταργούμενοι μενοι ὂρη εἰδὶ σκοτεινά καὶ τὸ δαιμόνιον ὁ σεληνιασμὸς ὄρος ἦν, καὶ σκοτεινὸν ὄρος ἠν, περὶ οὑ ἔλεγεν ὁ σωτήρ· »ἐρεῖτε τῷ ὄρει τούτῳ«. περὶ γὰρ σεληνιασμοῦ τοῦ λόγου ζητουμένου καὶ λεγόντων τῶν μαθητῶν· »διὰ τί οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό«, ἀποκρίνεται ὁ σωτὴρ ὅτι »ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ«, περὶ οὑ προετείνατε, περὶ οὑ ἐζητήσατε, »ἐρεῖτε τῷ τούτῳ· μετάβα ἐκεῖ, ἐκεῖ, καὶ μεταβήσεται«. »ἔνθεν« ἀπὸ τοῦ ἀνθρώπου, »ἐκεῖ« ἐπὶ τὸν τόπον τὸν οἰκεῖον αὐτοῦ. οἱ οὖν προσ- [*](1 Vgl. Ι Kor. 6, 10. — 4 Vgl. Rom. 2, 24? — 9 ff. Vgl. in Num. Hom. 15, ] (Lo 10, 171): Montes isti non sunt sancti montes illi, de quibus scriptum est: »fundamenta ejus in montibus « (Psal, 86, 1) . . . . sed illi, de quibus dicitur: »montes «. — 14 Psal. 86, 1. — 14 ff. Vgl. Hier. Comm. 934: montes tenebrosos, adversarias scilicet fortitudines , quae tormentis et cruciatibus propositae sunt. Vgl. Olymp. (Gh II, 183): ὅρη σκοτεινὰ αἱ πονηραὶ δυνάμεις, καὶ αἱ δια- βολικαὶ ἐνέργειαι. — 15 Vgl. II Kor. 10, 5. — 16 Vgl. Ι Kor. 2, 6. — 17 ff. Vgl. in Matth. Tom. 13, 7 (Lo 3, 223): ὄρη ἐν τούτοις οἶμαι λέγεσθαι τὰς ἐν κακίᾳ κεχυμένῃ καὶ μεγάλῃ γεγενημένας ἀντικειμένας δυνάμεις . . . . εἶθ’ ὁ τοιοῦτος ἐρεῖ τῷ ὅρει τούτῳ· — δείκνυμι δὲ τὸ ἄλαλον καὶ κωφὸν ἐν τῷ λεγομένῳ σεληνιάζεσθαι πνεῦμα· — »μετάβα ἔνθεν«· — δηλονότι ἀπὸ τοῦ πάσχοντος ἀνθρώπου — »ἐκεῖ« ἐπὶ τάχα τὴν ἄβυσσον· — »καὶ μεταβήσεται«. — 18 Matth. 17, 20. — 20 Matth. 17,19. — 21 ff. Matth. 17.20.) [*](5 μὲν — θεῷ nach Η: ex quibus liquido apparet alios dare Deo gloriam | 8 ἡμῶν S* ὑμῶν Scorr. vestro Η vgl. zu S. 93, 19 | συσκοτάσαι] + et Η | 10 ἔστι — φωτεινά Ru nach H: alii luccentes | ἐπεὶ Ru nach H: quia | 11 ἑκάτερα] < Η | ἅγιοι] <Η | 12 μωϋσῆς S | θεράπων] + ejus H | 12/13 ταῦτα — καὶ] <καὶ] Η | 17 lunatici Η | 20 διὰ τί] <Η.)

99
κόπτοντες οὐ προσκόπτουσιν ἐπὶ ὄρη φωτεινά, ἀλλ’ ἐπὶ ὄρη σκοτεινά, ὅταν γένωνται μετὰ τοῦ διαβόλου καὶ τῶν ἀγγέλων αὐτοῦ, τῶν σκοτεινῶν ὀρέων.

»Καὶ ἀναμενεῖτε εἰς φῶς«. δύναται μέντοι συνάπτεσθαι τῷ »δότε κυρίῳ τῷ θεῷ ἡμῶν δόξαν« τὸ »καὶ ἀναμενεῖτε εἰς φῶς«. ἐὰν κυρίῳ τῷ θεῷ ἡμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι, πρὸ τοῦ προσκόψαι τοὺς πόδας ὑμῶν ἐπὶ ὄρη σκοτεινά«, δῆλον ὅτι, κἂν συσκοτάσῃ, »ἀναμενεῖτε τὸ φῶς« καὶ τὸ φῶς ὑμᾶς διαδέξεται. ἄλλος δὲ εἴποι ἄν (οὐκ οἶδα πότερον ὑγιῶς νοῶν ἢ μή), ὅτι καὶ οἱ προσκόπτοντες »ἐπ’ ὄρη σκοτεινὰς ἀναμενοῦσι παρὰ τοῖς ὄρεσι τοῖς σκοτεινοῖς ἀναμένοντες τὸ τοῦ ἐλέου φῶς· τοῦτο γὰρ εἶναι δόξει τὸ »καὶ ἀναμενεῖτε εἰς φῶς«. ἐπὰν δὲ ἔλθῃ τις ἐπὶ τὰ ὄρη τὰ σκοτεινά, ἴδωμεν τί έστιν ἐκεῖ· »σκιὰ θανάτου«. ὅπου τὰ σκοτεινὰ ὄρη, ἐκεῖ σκιὰ θανάτου ἀπ’ αὐτῶν τῶν σκοτεινῶν ὀρέων γεννωμένη· 13. »καὶ τεθήσονται εἰς σκοτος«.

»Ἐὰν δὲ μὴ ἀκούσητε κεκρυμμένως, κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως«. τῶν ἀκουόντων οἱ μὲν κεκρυμμένως ἀκούουσιν, οἱ δέ, κἂν ἀκούσωσιν, οὐ κεκρυμμένως ἀκούουσι. τί οὐν ἐστι τὸ κεκρυμμένως ἀκούειν ἢ τὸ »ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν έν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν«; καὶ πάλιν ἀλλαχοῦ λέγεται, ὅτι »τὰ πλείονα τῶν ἔργων τοῦ θεοῦ ἐστιν ἐν ἀποκρύοις«. ἐὰν ἀκούω τοῦ νόμου, ἤτοι κεκρυμμένως ἀκούω ἢ οὐκ ἀκούω κεκρυμμένως. ὁ Ἰουδαῖος οὐκ ἀκούει κεκρυμμένως τοῦ νόμου· διὰ τοῦτο φανερῶς περιτέμνεται, οὐκ εἰδὼς ὅτι οὐχ »ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή«. ὁ δὲ ἀκούων τῆς περιτομῆς κεκρυμμένως, ἐν κρυπτῷ περιτμηθήσεται· ὁ ἀκούων τῶν περὶ τοῦ πάσχα νενομοθετημένων κεκρυμμένως, ἐσθίει ἀπὸ τοῦ προβάτου Χριστοῦ »τὸ« γὰρ »πάσχα ἡμῶν ἐτύθη Χριστός«), καὶ εἰδὼς τὴν σάρκα τοῦ λόγου ὁποία ἐστί, καὶ εἰδὼς ὅτι »ἀληθής ἐστι βρῶσις«, μεταλαμβάνει ταύτης· κεκρυμμένως γὰρ ἤκουσε τοῦ πάσχα. ὁ δὲ πολὺς οὗτος Τουδαῖος διὰ τοῦτο τὸν κύριον Ἰησοῦν ἀπέκτεινε καὶ ἔνοχος καὶ [*](19 Ι Kor. 2, 7. — 21 Sir. 16, 21. — 25 öm. 2, 28. — 27 Vgl. Rom. 2, 29. — 29 Vgl. I Kor. 5, 7. — 30 Vgl. Joh. 6, 55.) [*](2 γένωνται Hu fuerint Η γένωμαι S | 5 ἡμῶν] vgl. zu S. 93, 19 nostro (od. vestro) Η ὑμῶν S | 5/6 τὸ — δόξαν nach Η: hoc quod modo infert: Et sustinebitis in lumen. Si dederitis Domino Deo vestro gloriam | 6 συσκοτάσαι] + et Η | 8 τὸ φῶς 2] < Η | 10 παρὰ — ἀναμένοντες] aliquando H | 25 οὐχ ἰδὼς [sic] Co nescietis Η οὐχὶ δ’ ὡς S | 26 ὁ δὲ Hu Qui autem Η οὐδὲ S | ἀκούων Scorr. vgl. Η ἀκούω S* | 31 πάσχα Co πάσχου S | πολὺς οὗτος] miserahilis Η; danach Hu: πολύοικτρος [sic], doch vgl. S. 34, 30 u. ö.)

100
σήμερόν ἐστι τῷ φόνῳ Ἰησοῦ, ἐπεὶ μὴ κεκρυμμένως μήτε τοῦ νόμου μήτε τῶν προφητῶν ἤκουσεν. ἐὰν ἀναγινώσκῃς περὶ τῶν ἀζύμων, ἔστιν ἀκοῦσαι κεκρυμμένως, ἔστιν ἀκοῦσοι φανερῶς τῆς ἐντολῆς. ὅσοι έν ὑμῖν ἐγγὺς γάρ ἐστι τὸ πάσχα) ἄζυμα ἄγετε, τὰ ἄζυμα σωματικά, οὐκ ἀκούετε τῆς λεγούσης ἐντολῆς· »ἐὰν μὴ ἀκούσητε κεκρυμμένως, κλαύσεται ἡ ψυχὴ ὑπῶν«. καὶ περὶ σαββάτου γυναῖκες μὴ ἀκούσασαι τοῦ προφήτου οὐκ ἀκούουσι κεκρυμμένως, ἀλλὰ ἀκούουσι φανερῶς. οὐ λούονται τὴν ἡμέραν τοῦ σαββάτου, ἐπανέρχονται »ἐπὶ τὰ πτωχὰ καὶ ἀσθενῆ στοιχεῖα«, ὡς Χριστοῦ μὴ ἐπιδεδημηκότος, τοῦ τελειοῦντος ἡμᾶς καὶ διαβιβάζοντος ἀπὸ τῶν νομικῶν στοιχείων ἐπὶ τὴν εὐαγγελικὴν τελειότητα.

Διὰ τοῦτο προσέχωμεν ἀναγινώσκοντες τὸν νόμον καὶ τοὺς προφήτας, μήποτε ὑποπέσωμεν τῇ λεγούσῃ προφητείᾳ· »ἐὰν δὲ μὴ ἀκούσητε κεκρυμμένως, κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως«. ὅσοι τὴν νηστείαν τὴν Ἰουδαϊκὴν ὡς μὴ νοοῦντες τὴν τοῦ ἱλασμοῦ ἡμέραν τηρεῖτε τὴν] μετὰ τὴν Ἰησοῦ Χριστοῦ ἐπιδημίαν. οὐκ ἠκούσατε τοῦ ἱλασμοῦ κεκρυμμένως , ἀλλὰ φανερῶς μόνον· τὸ γὰρ κεκρυμμένως ἀκοῦσαι τοῦ ἱλασμοῦ ἒστιν ἀκοῦσαι, πῶς ὁ θεὸς ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν« Ἰησοῦν καὶ ὅτι »αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον. ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου«. κἂν παραβολαὶ εὐαγγελικαὶ ἀναγικώσκωνται καὶ ὁ ἀκροατὴς ᾖ τῶν ἔξω, οὐ κεκρυμμένως αὐτῶν ἀκούσεται. ἐὰν δὲ ὁ ἀκροατὴς ἀπόστολος ᾖ ἢ τῶν εἰσερχομένων »εἰς τὴν οἰκίαν« Ἰησοῦ, προσέρχεται τῷ Ἰησοῦ, πυνθάνεται καὶ περὶ τῆς ἀσαφείας τῆς παραβολῆς, καὶ ἑρμηνεύει αὐτὴν Ἰησοῦς καὶ γίνεται ἐκεῖνος ὁ ἀκροατὴς τοῦ εὐαγγελίου ἀκούων αὐτοῦ κεκρυμμένωνς, ἵνα μὴ κλαύσῃ ἡ ψυχὴ αὐτοῦ· τῶν γὰρ μὴ ἀκουόντων κεκρυμμένως κλαίει ἡ ψυχή.

Τί θαυμασίως οὐκ εἶπεν· κλαύσεσθε, ἐὰν μὴ ἀκούσητε κεκρυμμένως, ἀλλά· »ἡ ψυχὴ ὑμῶν κλαύσεται«; ἔστι τις κλαυθμὸς μόνης ψυχῆς κλαιούσης, καὶ τάχα ἐκεῖνον τὸν κλαυθμὸν διδάσκει ἡμᾶς ὁ [*](8 Vgl. Gal. 4, 9. — 18 öm. 3, 25. — 19 Ι Job. 2, 2. — 23 ff. Vgl. Matth. 13, 30.) [*](3 τῆς ἐντολῆς] <Η | 4 ἄγετε Ru vgl. Η ἄγεται S | 6 γυναῖκες] + Η | 7/8 ἀλλὰ — οὐ λούονται] sed palam . . . . lavantew se Η | 10 διαβιβάζοντος] nos baptismo suo lanerit H | 13 ἐὰν δὲ μὴ] nisi H | 15 ὅσοι . . . . νοοῦντες] vgl. Ζ. 4 oder 1. ὅσαι . . . . νοοῦσαι ? vgl. Ζ. 7 ὅσοι . . . . νοοῦσαι S | 16 τὴν 1 streicht Co | 18 ἔστιν Co est Η | 19 ἱλασμὸν] propitiationem Η | 22 ἔ τῶν nach Η: est auditor extraneus αὐτῶν S | 23 ᾖ ἢ (od. ᾖ καὶ) nach H: fuerit (Apostolus) et ἦν ἢ S | 30 ἔστι] + quippe H.)

101
σωτὴρ λέγων· »ἐκεῖ ἔσται ὁ καλυθμός«. κἂν λέγῃ· »οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε«, περὶ ἐκείνου τοῦ κλαυθμοῦ λέγει, οὗ ἀπειλεῖ καὶ ἐνταῦθα ὁ προφήτης λέγων· »ἐὰν δὲ μὴ ἀκούσητε κεκρυμμένως, κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως«. ὅταν γὰρ ὑβρίζησθε, τότε κλαύσεσθε καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ δάκρυα, ὅτι συνετρίβη τὸ ποίμνιον κυρίου«. ἐὰν ἴδῃ νῦν τις τὰ Ἰουδαϊκὰ καὶ συγκρίνῃ αὐτὰ τοῖς ἀρχαίοις, ὄψεται τίνα τρόπον συνετρίβη τὸ ποίμνιον κυρίου«. ἦν γὰρ τοῦτό ποτε ποίμνιον κυρίου, καὶ ἐπεὶ ἀναξίους ἔκριναν ἑαυτούς, ἐστράφη ὁ λόγος εἰς τὰ ἔθνη. εἰ οὖν ἐκεῖνο τὸ ποίμνιον συνετρίβη τοῦ κυρίου, ἡμεῖς ἡ ἀγριέλαιος, ἡ παρὰ φύσιν ἑαυτῆς ἐγκεντριζομένη εἰς τὴν καλλιέλαιον τῶν πατέρων, οὐ πλέον ὀφείλομεν φοβεῖσθαι, μήποτε συντριβῇ καὶ τοῦτο »τὸ ποίμνιον τοῦ κυρίου«; μέλλει γὰρ συντρίβεσθαί ποτε κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ σωτῆρος, ὅταν »διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν«. περὶ τίνων γὰρ ὁ λόγος; οὐ περὶ Χριστιανῶν λεγομένων τὸ »ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν« εἴρηται; περὶ τίνων ὁ λόγος, ὅτι πλὴν ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς«; οὐ περὶ ἡμῶν ἐστι; διὰ τοῦτο προσέχωμεν ἑαυτοῖς πάντα πράττοντες, ἳνα ὁσημέραι τοῦτο τὸ ποίμνιον τοῦ θεοῦ βελτιῶται, ὑγιάζηται, θεραπεύηται, καὶ πᾶσα συντριβὴ ἀποστῇ ἀπὸ τῶν ψυχῶν ἡμῶν, ἕνα έν Χριστῷ Ἰησοῦ τελειωθῶμεν, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.