In Jeremiam (Homiliae 12-20)

Origen

Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Περιγεγραμμένου δὲ τοῦ ἑνὸς κεφαλαίου ἴδωμεν καὶ τὸ ἕτερον τί ἡμᾶς διδάσκει· »ἀκούσατε καὶ ἐνωτίσασθε, καὶ μὴ ἐπαίρεσθε, ὅτι κύριος ἐλάλησε. δότε τῷ κυρίῳ θεῷ ἡμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι, καὶ πρὸ τοῦ προσκόψαι τοὺς πόδας ὑμῶν ἐπ᾿ ὄρη σκοτεινά· καὶ ἀναμενεῖτε εἰς φῶς, καὶ ἐκεῖ σκιὰ θανάτου, καὶ τεθήσονται εἰς σκότος. ἐὰν δὲ μὴ ἀκούσητε κεκρυμμένως, κλαύσεται ἠ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως, καὶ κατάξουσιν οἱ ἀφθαλμοὶ ὑμῶν δάκρυα, διότι συνετρίβη τὸ ποίμνιον κυρίου«. [του]τοὺς αὐτοὺς βούλεται ἀκοῦσαι καὶ ἐνωτίσασθαι, οὐκ ἀρκούμενος οὔτε τῷ ἀκούειν αὐτοὺς μόνον οὔτε τῷ ἐνωτίζεσθαι. διό φησιν· »ἀκούσατε καὶ ἐνωτίσασθε«. εἶτα μετὰ τοῦτο προστάσσει αὐτοῖς μὴ ἐπαίρεσθαι, καὶ διδάσκει ὃ ποιητέον. τί οὖν τὸ ἀκοῦσαι καὶ τί τὸ ἐνωτίσασθαι, ἀπ᾿ αὐτῆς τῆς λέξεως κατανοήσωμεν. τὸ »ἐνωτίσασθαε« εἰς τὰ ὦτα δέξασθε, καὶ τὸ »ἀκούσατε«, εἰ πρὸς ἀντιδιαστολὴν λέγεται τοῦ »ἐνωτίσασθε«, μήποτέ ἐστιν εἰς [*](1 Vgl. Matth. 18,9 u. ö. — Vgl. Matth. 8,12 u. ö. — 6 Prov. 19,22. — 13f. Vgl. Röm. 11,11 — 18ff. Vgl. de or. 27,6 (Orig. II,367,5ff.): τίς γὰρ ποτε Ἑλλήνων ἐχρήσατο τῇ »ἐνωτίζου« προσηγορίᾳ .... ἀντὶ τοῦ »εἰς τὰ ὦτα δέξαι«. Hier. Comm. 933: Audite et auribus percipite .... tam mente, quam corpore.) [*](11 μαστιγουμένους] + propter ea, quibus ipse obnoxius est H | 12 δι᾿ ἄλλων κολαζομένων] 〈 Η w. e. sch. | 14 τινῶν] nach H: quorumdam | 15 ἀγαθὸς] + et clemens H | 17 δὲ Ru autem H δὴ S | 19 ἡμῶν] vestro H Vgl. S. 95,27 97,13ff. 98,12 99,5 | 24 τοὺς αὐτοὺς nach H: eosdem | 25 ἐνωτίσασθαι] σα in Ras. S | ἀρκούμενος Hu contentus H ἀρκουμένους S | 26 ἐνωττίσασθε] ἐνωτίζεσθε S | 29 ἐνω- τίσασθε] Scorr. ἐνωτίσασθαι S* + ut mihi quidem videtur H | 30 εἰ nach H: si ἢ S.)

94
τὴν διάνοιαν δέξασθε. καὶ ἐπὶ τῶν λεγομένων ἐν ταῖς γραφαῖς ἃ μέν ἐστιν ἀπορρητότερα καὶ μυστικώτερα, ἃ δὲ αὐτόθεν χρήσιμα τοῖς νοοῦσι. περὶ μὲν τῶν ἀπορρητοτέρων οἶμαι λέγεται τὸ »ἀκούσατε«, περὶ δὲ τῶν αὐτόθεν χρησίμων καὶ χωρὶς ἑρμηνείας δυναμενων ὠφελῆσαι τὸν ἀκούοντα τὸ »ἐνωτίσασθε«· ὅλην οὖν τὴν γραφὴν ἐὰν ἐξετάσωμεν, ἐροῦμεν >δόκιμοι γενόμενοι τραπεζῖται<· τοῦτο μὲν ἀκούσατε, τοῦτο δὲ ἐνωτίσασθε.

Εἶτα ἐπὰν ἐπακούσωμεν καὶ ἐνωτισώμεθα, προστάσσει ἡμῖν. »καὶ μὴ ἐπαίρεσθε«. »πᾶς« γὰρ »ὸ ὺψῶν ἐαυτὸν ταπεινωθήσεται«. καὶ ὁ σωτὴρ δὲ ἐν τῷ λέγειν. »μάθετε ἀπ' ἐμοῦ, ὅτι πραύς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν‘, διδάσκει ἡμᾶς τὸ μὴ ἐπαίρεσθαι. μετὰ γὰρ τῶν ἄλλων ἀνθρωπίνων κακῶν καὶ τοῦτο τὸ ἁμάρτημα πολὺ ἐν ἡμῖν ἐστιν, ὸτὲ μὲν γὰρ πάνυ ἀλόγως ἐπαιρομένοις καὶ ἐφ' ᾠ οὐδὲ κατὰ τὸ ποσὸν ἐπαίρεσθαι χρή , ὁτὲ δὲ μετὰ πιθανότητος, ὅτι εὔλογον τὸ ἐφ’ ᾧ ἐπαιρόμεθα, οὐ μὴν ὑγιὲς καὶ ἐπ’ ἐκείνῳ τὸ ἐπαίρεσθαι.

ὅ δὲ λέγω οὕτως ἔσται σαφές· εἰσί τινες ἐπαιρόμενοι, ὅτι εἰσὶν υἱοὶ ἡγεμόνων καὶ ὅτι γένους εἰσὶ τῶν ἀπὸ κοσμικῶν ἀξιωμάτων μεγάλων. οἱ τοιοῦτοι ἐπὶ ἀπροαιρέτῳ καὶ ἀδιαφόρῳ πράγματι ἐπαιρόμενοι οὐδὲ πιθανότητα εὔλογον ἔχουσι τὴν παραβαλλομέννην αὐτοὺς ἐπὶ τὸ ἐπαίρεσθαι. εἰσὶν ἐπαιρόμενοι, ὅτι ἐξουσίαν ἔχουσιν ἀναιρεῖν ἀνθρώπους, καὶ ἐπαιρόμενοι, ὅτι εἰλήφασι τὴν παρ’ αὐτοῖς καλουμένην προκοπὴν τοιαύτην ὥστε ἀποτεμεῖν ἀνθρώπων κεφαλάς. »ἡ δοξα« τῶν τοιούτων »ἐν τῇ αἰσχύνῃ αὐτῶν« ἐστιν. ἄλλοι ἐπὶ πλούτῳ ἐπαίρονται, οὐ τῷ ἀληθινῷ ἀλλὰ τῷ κάτω· καὶ ἄλλοι ἐπαίρονται, φέρ' εἰπεῖν, ἐπὶ τῷ οἰκίαν ἔχειν καλὴν ἢ ἀγροὺς πολλούς. οὐδὲν τούτων ἐστὶ λόγου ἄξιον, οὐ χρὴ ἐπαίρεσθαι ἐπί τινι τούτων.

[*](6 Vgl. Ropes TU XIV, 2, 141 ff. — 9 Luk. 18, 14. — 10 Mattk 11. 29. — 18 ff. Vgl. in I Kor. 9, 18 (Cat. Cram. V, 176, 5ff.): ὅσα ἐξ ἀνάγκης ποιοῦμεν, ταῦτα οὐκ ἴχει ξ\καύχημα. ὅσα δὲ προαιρέσει ποιοῦμεν, οὐκ ἐπικειμένης ἀνάγκης, ταῦτα ἔχει καύχημα. οἷον ὁ μὴ μοιχεύων ἢ φονεύων [1. πορνεύων) οὐκ ἔχει καύχημα, ἀλλ’ ὁ παρθενεύων. οὐ γὰρ ἐζ ἀνάγκης ἦλθον εἰς τὸ παρθενεύειν, ἀλλὰ ἐκ προαιρέσεως. — 23 Vgl. Phil. 3, 19.)[*](1 δέξασθε Co, vgl. Η; δέξασθαι S | καὶ — γραφαῖς] Νeque vero hoc solum in loco, sed in omni Scriptura H | 7/8 ἐνωτίσασθε. εἶτα nach Η: chbemus, hoc auribus percipere. De in de ἐνωτίσασθε δέχηται S | 12 ἄλλων] multis. H | 13 ἐστιν] + nec unus est modus superbiae H, vielleicht richtig | 14 ᾧ nach Ζ. 24. 25 ὧν S | 14/15 καὶ — χρή] in his effertur, quae magis pudore digna sunt , auf certe modum elationis excedimt H | 15. 19 πιθανότητος usw. Hu πειθανότητος usw. S | 15/16 ᾡ .... ἐκείνῳ] vgl. zu Ζ. 14 ὁ ... . ἐκεῖνο S | 19 πράγματι ἀδιαφύρωι S | 25 φέρ’ εἰπεῖν] < H | 26/27 οὑδὲν — ἄξιον] < Η.)
95

Τὸ πιθανὸν δὲ περὶ τοῦ ἐπαίρεσθαι, ὅταν τις ἐπαίρηται, ὅτι σοφός ἐστι, καὶ ἐπαίρηται συνειδὼς ἑαυτῷ, ὅτι ἤδη ἀπὸ δέκα ἐτῶν οὐχ ἥψατο ἀφροδισίων ἢ καὶ ἐκ παίδων οὐχ ἥψατο· καὶ πάλιν ἄλλος ἐπαίρεται, ὅτι δεσμοὺς ἐφόρεσε τοὺς περὶ Χριστοῦ. πιθανότης μέν ἐστιν ἐνταῦθα ὑποβάλλουσα , ὅτι εὐλόγως τις ἐπαίρεται, οὐδὲ ἐπὶ τούτοις δὲ ὡς πρὸς τὸν ἀληθῆ λόγον εὐλόγως τις ἐπαίρεται. οὔτως οὐκ ἔστιν οὐδὲ ἐπὶ τούτοις εὐλόγως ἐπαίρεσθαι. Παῦλος εἶχε τὴν ὕλην τοῦ ἐπαίρεσθαι αὐτὸν διὰ τὰς ὀπτασίας, διὰ τὰ ὁράματα, διὰ τὰ τέρατα καὶ σημεῖα, διὰ τοὺς καμάτους οὓς ἔκαμεν ὑπὲρ Χριστοῦ, διὰ τὰς ἐκκλησίας ἃς ἔπηξε φιλοτιμούμενος, ὃπου μὴ ὠνομάσθη Χριστός, θεμελιοῦν ἐκκλησίαν. ταῦτα πάντα ὕλη ἠν τοῦ αὐτὸν, εἰ χρὴ λέγειν μετὰ πιθανότητος τῆς περὶ τοῦ ἐπαίρεσθαι, ὅτι καλῶς ἂν ἔδοξέ τισιν ἐπαίρεσθαι αὐτόν. ἀλλ’ ὅμως ἐπεὶ οὐδὲ τὸ ἐπὶ τοῖς τοιούτοις ἐπαίρεσθαι ἀκίνδυνόν ἐστιν, ὁ χρηστὸς πατὴρ ὡς ἐδωρήσατο αὐτῷ ὀπτασίας καὶ ὁράματα, οὕτως αὐτῷ ἐν χαρίσματος μοίρᾳ ἔδωκεν >ἂγγελον σατάν, ἵνα αὐτὸν κολαφίσῃ, μὴ ὑπεραίρηται. καὶ περὶ τούτου τρὶς τὸν κύριον παρεκάλεσεν, ἵνα ἀποστῇ ἀπ’ αὐτοῦ ὁ ἄγγελος τοῦ σατανᾶ<, ὁ κατ’ ἴνα μὴ ἐπαίρηται δοθεὶς αὐτῷ. καὶ ἀπεκρίνατο αὐτῷ ὁ κύριος (ἂξιος γὰρ ἦν ἀποκρίσεως κυρίου ὁ Παῦλος) καὶ εἶπεν αὐτῷ· »ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται«. ἐπὶ οὐδενὶ οὖν δεῖ ἐπαίρεσθαι· ἀκολουθεῖ γὰρ πεσεῖν τῷ ἐπαίρεσθαι κατὰ τὸ »πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρὸς καὶ πρὸ δόξης ταπεινοῦται«. ταῦτα μὲν εἰς τὸ »ἀκούσατε καὶ ἐνωτίσασθε, καὶ μὴ ἐπαίρεσθαι, ὅτι κύριος ἐλάλησεν«.

Ἴδωμεν δὲ καὶ τίνα κελεύει ἡμᾶς μετὰ ταῦτα ποιεῖν· »δότε« φησὶ »κυρίῳ τῷ θεῷ ἡμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι, πρὸ τοῦ προσκόψαι τοὺς πόδας ὑμῶν ἐπ’ ὄρη σκοτεινά· καὶ ἀναμενεῖτε εἰς φῶς«. τὸν διδόντα »δόξαν τῷ θεῷ« θέλει διδόναι »δόξαν τῷ θεῷ« φωτὸς ὄντος, ὡς οὐ δυναμένης δόξης ἀπαγγέλλεσθαι τοῦ θεοῦ, ἐπὰν [*](4 Vgl. Eph. 3, 1 Phil. 1, 13 u. ö. — 8. 15 Vgl. II Kor. 12, 1 Act. 16, 9. 10 18, — 9 Vgl. Rom. 15, 19 II Kor. 12, 12. — Vgl. II Kor. 12, 10. — 10 Vgl. Rom. 15, 20. — 16 ff. Vgl. II Kor. 12, 7. 8. — 20 II Kor. 12, 9. — 23 Prov. 18, 12.) [*](1 πιθανὸν] Scorr. πειθανὸν S* + et dignum judicatur, ut quidem putant Η | 4. 12 πιθανότης usw. Hu πειθανότης usw. S | 6/7 οὕτως — ἐπαίρεσθαι] quia et in rebus bonis gloriari, non est sine discrimine Η | 11 θεμελιοῦν ἐκκλησίαν Blass Jacere fundamentum Η θεμένου ἐκκλησίαν S | ὕλη ἦν Blass Koetschau nach Η : matheriae erant | 15 ὡς Hu quomodo Η ἃς S ὃς Ι | 16 σατάν] Satanae | 20 κυρίου übergesch. S1 | 21 ἐπὶ] ἐπεὶ S ἐπ’ Hu | 26 τίνα — ποιεῖν] caetera Η | 27 ἡμῶν] vgl. zu S.93, 19 ὑμῶν S' nostro (od. vestro) Η | συσκοτάσαι] + et H | 30 ἀπαγγέλλεσθαι Co ἀπαγγέλεσθαι S.)

96
συσκοτάσῃ καὶ γένηται σκότος. πότε οὖν συσκοτάζει, καὶ πότε ὁ συσκοτασμὸς οὐ γίνεται; »ἐργάζεσθε ὡς τὸ φῶς ἐν ὑμῖν ἐστιν«. »τὸ φῶς ἐν« σοί »ἐστιν«, ἐὰν ἔχῃς ἐν σοὶ τὸν εἰπόντα· τὸ φῶς τοῦ κόσμου«. ὅσον τοῦτό σοι ἀνατέλλει, δόξαζε τὸν θεόν· ἴσθι δὲ ὅτι δύναται γενέσθαι συοτασμός τις, καὶ χρὴ μὴ μεῖναι τὸν σκοτασμὸν τοῦτον, ἀλλὰ πρὸ τοῦ σκοτάσαι τὴν δόξαν διδάναι τῷ θεῷ.