Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

[*](U+05D0ABC)

1. Ἴδωμεν δὲ καὶ τὴν ἑξῆς τοῦ Κέλσου λέξιν, οὐτως ἔχουσαν· ῾Ἰουδαῖοι μὲν οὖν ἔθυος ἴδιον γενόμενοι, καὶ κατά τὸ ἐπιχώριον νόμους θέμενοι, καὶ τούτους ἐν σφίσιν ἔτι νῦν περιστέλλοντες, καὶ θρησκείαν ὁποίαν δὴ πατρίου δʼ οἦν φυλάσσοντες, ὅμοια τοῖς ἄλλοις ἀνθρώποις δρῶσιν· ὅτι [*](7—10 om. οὔτε τὸ—συνεισαγάγωμεν cat 8 οὔτε] οὐδὲ B 9 τῶ ἀγαθῶ B 10 συνεισάγωμεν AC 12 om. γενέσθαι B 24 C. Cels. v. 25 (Ru. 1. 596))

178
ἕκαστοι τὰ πὰτρια ὁποῖά ποτʼ ἂν τύχῃ καθεστηκότα περιέπουσι. [*](U+05D0ABC) δοκεῖ δʼ οὕτω καὶ συμφέρειν, οὐ μόνον καθότι ἐπὶ νοῦν ἦλθεν ἄλλοις ἄλλως νομίσαι καὶ δεῖ φυλάττειν τὰ εἰς κοινὸν κεκυρωμένα, ἀλλὰ καὶ ὅτι ὡς εἰκὸς τὰ μέρη τῆς γῆς ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις νενεμημένα καὶ κατά τινας ἐπικρατείας διειλημμένα ταύτῃ καὶ διοικεῖται. καὶ δὴ τὰ παρʼ ἑκάστοις ὀρθῶς ἂν πράττοιτο ταύτῃ δρώμενα ὅπη ἐκείνοις φίλον· παραλύειν δὲ οὐχ ὅσιον εἶναι τὰ ἐξ ἀρχῆς κατὰ τόπους νενομισμένα.᾿ ἐν τούτοις δὴ ὁ Κέλσος ἐμφαίνει ὅτι οἱ πάλαι Αἰγύπτιοι Ἰουδαῖοι ὕστερον ἔθνος ἐγίγνοντο ἴδιον, καὶ νόμους θέμενοι τούτους περιστέλλουσι. καὶ ἵνα μὴ ἐπαναλάβωμεν τὰς ἐκκειμένας τοῦ Κέλσου λέξεις, φησὶ καὶ συμφέρειν τούτοις τὰ πάτρια θρησκεύειν ὁμοίως τοῖς ἄλλοις ἔθυεσι τὰ ἴδια περιέπουσι. καὶ βαθυτέραν τινὰ ἐκτίθεται περὶ τοῦ συμφέρειν Ἰουδαίοις περιέπειν τὰ πάτρια αἰτίαν, αἰνισσόμενος ὅτι τοὺς ἑκάστων νόμους οἱ λαχόντες ἐπόπται εἶναι τῆς γῆς τῶν νομοθετουμένων συνεργοῦντες τοῖς νομοθέταις ἔθεντο. ἔοικεν οὖν δηλοῦν ὅτι καὶ τὴν Ἰουδαίων χώραν καὶ τὸ ἐπʼ αὐτῆς ἔθνος ἐποπτεύει τις ἢ τινες, ὑφʼ οὗ ἢ ὑφʼ ὧν οἱ Ἰουδαίων νόμοι συνεργοῦντος ἢ συνεργούντων Μωσεῖ ἐτέθησαν.

2. ‘Καὶ χρή,’ φησὶ,’ ‘τοὺς νόμους τηρεῖν, οὐ μόνον καθότι ἐπὶ νοῦν ἦλθεν ἄλλοις ἄλλως νομίσαι καὶ ὅτι δεῖ φυλάσσειν τὰ εἰς κοινὸν κεκυρωμένα, ἀλλὰ καὶ ὅτι ὡς εἰκὸς τὰ μέρη τῆς γῆς ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις νενεμημένα καὶ κατά τινας ἐπικρατείας διειλημμένα ταύτῃ καὶ διοικεῖται.’ Εἶθ᾿ ὡσπερεὶ ἐπιλαθόμενος ὁ Κέλσος ὧν εἶπε κατὰ Ἰουδαίων, νῦν ἐν τῷ καθολικῷ περὶ πάντων τῶν τὰ πάτρια τηρούντων ἐπαίνῳ καὶ τούτους περιλαμβάνει λέγων· ‘Καὶ δή τὰ παρʼ ἑκάστοις ὀρθῶς ἂν πράττοιτο [*](1 ὁποῖά] ὅπη U+05D0 om. καθεστηκότα U+05D0 3 δεῖν U+05D0 9 νενοη- μένα U+05D0* 11 ἐγένοντο ABC 12 ἐπαναλαμβάνωμεν BC; επανανλαμβάνωμεν A ἐγκειμένας ABC 24 φυλάττειν AC 30 δὴ τὰ] δῆτα U+05D0; δή B)

179
[*](U+05D0ABC) ταύτῃ δρώμενα, ὅπη ἐκείνοις φίλον.’ καὶ ὄρα εἰ μὴ ἄντικρυς τὸ ὅσον ἐφʼ ἑαυτῷ τὸν Ἰουδαῖον ἐν τοῖς ἰδίοις νόμοις βούλεται βιοῦντα μή ἀφίστασθαι αὐτῶν, ὡς οὐχ ὅσιον πράττοντα ἐάν ἀποστῇ· λέγει γὰρ ὅτι ‘παραλύειν οὐχ [*](597) ὅσιον εἶναι τὰ ἐξ ἀρχῆς κατὰ τόπους νενομισμένα.’ ἐβουλόμην δὲ πρὸς ταῦτα αὐτοῦ ἢ τῶν συμφρονούντων αὑτῷ πυθέσθαι, τίς ἄρα εἴη ὁ τὰ μέρη τῆς γῆς ἐξ ἀρχῆς ἄλλα ἁλλοις ἐπόπταις διανείμας, καὶ δηλονότι τὴν Ἰουδαίων χώραν καὶ τοὺς Ἰουδαίους τῷ λαχόντι ἢ τοῖς λαχοῦσιν αὐτήν; ἆρα γὰρ, ὡς ὀνομάσαι ἂν ὁ Κέλσος, ὁ Ζεύς τινι ἤ τισι διένειμε τὸ Ἰουδαίων ἔθνος καὶ τὴν χώραν αὐτῶν; καὶ ἐβούλετο τὸν λαχόντα τὴν Ἰουδαίαν τοιούτους θέσθαι ἐν Ἰουδαίοις νόμους, ἢ παρὰ τὸ βούλημα αὐτοῦ τὸ τοιοῦτο γεγένηται; ὡς δʼ ἂυ ἀποκρίνηται, ὁρᾷς ὅτι ὁ λόγος στενοχωρηθήσεται. εἰ δὲ μὴ ἀπό τινος ἑνὸς διανενέμηται τὰ μέρη τῆς γῆς τοῖς ἐπόπταις αὐτῶν, ἄρα ἀποκληρωτικῶς καὶ χωρὶς ἐπιστάτου ἕκαστος ὡς ἔτυχε διενείματο τὴν γῆν· ἀλλά καὶ τοῦτʼ ἄτοπον καὶ μετρίως τῆς τοῦ ἐπὶ πᾶσι θεοῦ προνοίας ἀναιρετικοῦ ἐστι.

3. Πῶς δὲ καὶ κατά τίνας ἐπικρατείας διειλημμένα τὰ μέρη τῆς γῆς διοικεῖται ὑπὸ τῶν ἐποπτευόντων αὑτά, ὁ βουλόμενος διηγησάσθω· ἀπαγγειλάτω δὲ ἡμῖν καὶ πῶς ὀρθῶς πράττεται τὰ παρʼ ἑκάστοις δρώμενα, ὅπη τοῖς ἐπόπταις ἐστὶ φίλον· καὶ εἰ ὀρθῶς ἔχουσι φέρʼ εἰπεῖν οἱ Σκυθῶν περὶ ἀναιρέσεως πατέρων νόμοι· ἢ οἱ Περσῶν μὴ κωλύοντες γαμεῖσθαι τοῖς οἰκείοις παισὶ τὰς μητέρας μηδὲ ὑπὸ τῶν πατέρων τὰς ἑαυτῶν θυγατέρας. καὶ τί με δεῖ ἐπιλεγόμενον ἀπό τῶν πραγματευσαμένων περὶ τῶν ἐν τοῖς διαφόροις ἔθυεσι νόμων προσαπορεῖν, πῶς παρʼ ἑκάστοις ὀρθῶς πράττονται καθώς τοῖς ἐπόπταις φίλον οἱ νόμοι; λεγέτω δʼ ἡμῖν ὁ Κέλσος πῶς οὐχ ὅσιον παραλύειν νόμους πατρίους περὶ τοῦ γαμεῖν μητέρας καὶ θυγατέρας, ἢ περὶ [*](3 αὐτὸν U+05D0 16 αὐτῶν] ἐαυτίν U+05D0non marg 26 om. οἰκείοις U+05D0 30 φίλον] δῆλον)

180
τοῦ μακάριον εἶναι ἀγχόνῃ τόν βίον ἐξελθεῖν, ἢ πάντως [*](U+05D0ABC) καθαίρεσθαι τοὺς ἑαυτοὺς παραδιδόντας τῷ πυρὶ καὶ τῇ διὰ πυρὸς ἀπαλλαγῇ τῇ ἀπὸ τοῦ βίου· καὶ πῶς οὐχ ὅσιον παραλύειν νόμους τοὺς φέρʼ εἰπεῖν παρά Ταύροις περὶ τοῦ ἱερεῖα τοὺς ξένους προσάγεσθαι τῇ Ἀρτέμιδι, ἢ παρὰ Λιβύων τισὶ περὶ τοῦ καταθύειν τὰ τέκνα τῷ Κρόνῳ. πλήν ἀκολουθεῖ τῷ Κέλσῳ τὸ μὴ ὅσιον εἶναι Ἰουδαίοις παραλύειν νόμους πατρίους, τοὺς περὶ τοῦ μὴ δεῖν ἄλλον τινὰ σέβειν θεὸν παρὰ τὸν τῶν ὅλων δημιουργόν. καὶ ἔσται κατʼ αὐτὸν οὐ φύσει τὸ ὅσιον, ἀλλά τινι θέσει καὶ νομίσει θεῖον· ὅσιον γὰρ παρά τοῖσδε μὲν σέβειν κροκόδειλον καὶ ἐσθίειν τῶν παρʼ ἂλλοις τι προσκυνουμένων· καὶ ὅσιου ἑτέροις τὸ σέβειν τὸν μόσχον, καὶ παρʼ ἄλλοις τὸν τράγον νομίζειν [*](598) θεόν. οὕτω δʼ ἔσται ὁ αὐτὸς ὅαια μὲν ποιῶν ὡς πρός τούσδε τοὺς νόμους, ἀνόσια δὲ ὡς πρὸς ἑτέρους· ὅπερ ἐστὶ πάνιων ἀτοπώτατον.