Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

4. Ἀλλʼ εἰκὸς ὅτι φήσουσι πρὸς ταῦτα, ὁσίου εἶναι τὸν τὰ πάτρια φυλάττοντα, καὶ μηδαμῶς ἀνόσιον ἐπεὶ μὴ καὶ τὰ ἑτέρων οὐ τηρεῖ· πάλιν τε αὖ τὸν νομισθέντα ἀνόσιον εἶναι παρὰ τοῖσδέ τισι μὴ εἶναι ἀνόσιον, ὅταν κατὰ τὰ πάτρια τὰ μὲν ἴδια σέβῃ τὰ δὲ παρὰ τοῖς ἐναντίους ἔχουσι νόμους προσπολεμῇ καὶ καταθοινᾶται. ταῦτα δὲ ὅρα εἰ μὴ πολλὴν ἐμφαίνει τὴν περὶ τοῦ δικαίου καὶ ὁσίου καὶ εὐσεβείας ταραχὴν, οὐ διαρθρουμένης οὐδὲ φύσιν τινὰ ἰδίαν ἐχούσης καὶ εὐσεβεῖς εἶναι χαρακτηριζούσης τοὺς τὰ κατʼ αὐτὴν πράττοντας. εἴπερ οὖν ἡ εὐσέβεια καὶ ἡ ὁσιότης καὶ ἡ δικαιοσύνη τῶν πρός τί ἐστιν, ὡς τὸ αὐτὸ εἶναι ὅσιον καὶ ἀνόσιον παρὰ τὰς διαφόρους σχέσεις καὶ τοὺς νόμους· ὅρα εἰ μή καὶ ἡ σωφροσύνη τῶν πρός τι ἀκολούθως ἔσται, καὶ ἡ ἀνδρεία καὶ ἡ φρόνησις καὶ ἡ ἐπιστήμη καὶ αἱ λοιπαὶ ἀρεταί· ὧν οὐδὲν ἃν εἴη ἀτοπότερον.

[*](7 om. ίουδαίοις BC 10 θεῖον] κτεῖ Avid; om. B 14 om. ὁ 18, 19 ἐπεὶ μὴ καὶ– οὐ τηρεῖ ] U+05D0 (om. καὶ) ABC; forte lgendum ἐπειδὴ, Vel συντηρεῖ 23 ὁσίου καὶ δικαίου ABC 31 ἀτοπωτατον)
181
[*](604)

5. Διὰ τούτων δὲ ὁδεύειν δοκεῖ τῷ Κέλσῳ ὁ λόγος [*](U+05D0ABC) ἐπὶ τὸ ‘δεῖν πάντας ἀνθρώπους κατά τὰ πάτρια ζῆν, οὐκ ἂν μεμφθέντας ἐπὶ τούτῳ· χριστιανοὺς δὲ τὰ πάτρια καταλιπόντας, καὶ οὐχ ἔν τι τυγχάνοντας ἔθυος ὡς Ἰουδαῖοι, ἐγκλήτως προστίθεσθαι τῇ τοῦ Ἰησοῦ διδασκαλίᾳ.’ λεγέτω οὖν ἡμῖν, πότερον καθηκόντως οἱ φιλοσοφοῦντες καὶ διδασκόμενοι μὴ δεισιδαιμονεῖν καταλείφουσι τὰ πάτρια, ὡς καὶ φαγεῖν τῶν ἀπηγορευμένων ἐν ταῖς πατρίσιν αὐτῶν· ἢ παρὰ τὸ καθῆκον τοῦτο πράξουσιν; εἰ μὲν γὰρ διὰ φιλοσοφίαν καὶ τὰ κατὰ δεισιδαιμονίας μαθήματα οὐ φυλάττοντες τὰ πάτρια καὶ φάγοιεν ἄν τῶν ἀπηγορευμένων αὐτοῖς ἐκ πατέρων, διὰ τί οὐχὶ καὶ χριστιανοὶ, λόγου αἱροῦντος μὴ τευτάζειν περὶ τὰ ἀγάλματα καὶ τὰ ἱδρύματα ἂ καὶ περὶ τὰ δημιουργήματα τοῦ θεοῦ, ἀλλʼ ὑπεραναβαίνειν καὶ τήν ψυχὴν παριστάνειν τῷ δημιουργῷ, τὸ ἀνάλογον ποιοῦντες τοῖς φιλοσοφοῦσιν ἀνεγκλήτως τοῦτο πράττοιεν; εἰ δʼ ὑπὲρ τοῦ φυλάξαι τὴν προκειμένην αὐτῷ ὑπόθεσιν ὁ Κέλσος ἐρεῖ ἢ οἱ συνευδοκοῦντες τοῖς αὐτοῦ, ὅτι καὶ φιλοσοφήσας τις τηρήσει τὰ πάτρια· ὥρα φιλοσόφους γελοιοτάτους φέρʼ εἰπεῖν ἐν Αἰγυπτίοις γενέσθαι φυλαττομένους ἐμφαγεῖν κρομύων, ἴνα τὰ πάτρια τηρῶσιν, ἢ μορίων τινῶν τοῦ σώματος οἶου κεφαλῆς καὶ ὤμου, ἴνα μὴ παραβαίνωσι τὰ ὑπὸ πατέρων αὐτοῖς παραδοθέντα. οὗτως οὖν καὶ ὁ ὑπὸ τοῦ λόγου προσαχθεὶς ἐπὶ τὸ σέβειν τόν τῶν ὅλων θεὸν, καὶ διά τὰ πάτρια κάτω που μένων παρά τοῖς ἀγάλμασι καὶ τοῖς ἀνθρωπίνοις δρύμασι καὶ μή βουλόμενος ἀναβῆναι τῇ προαιρέσει πρὸς τὸν δημιουργὸν, παραπλήσιος ἂν γένοιτο [*](605) τοῖς μαθοῦσι μὲν τὰ φιλοσοφίας, φοβουμένοις δὲ τὰ μή φοβερὰ καὶ νομίζουσιν ἀσέβειαν εἶναι τὸ τοιῶνδε ἐμφαγεῖν.

[*](1 C. Cels. v. 35 12 αὐτοῖς ἐκατέρων U+05D0; ἐκ πατέρων αὐτοῖς ABC 18 ἑαυτῶ θέσιν U+05D0 18, 19 εὐδοκοίντες 19 τηρήσαι ABC 20 ὅρα AB γελοιότατα 21 κρομύου B; κρομμύου AC 26 om. που Α ABC)
182

6. Ἁπλούστερον μὲν οὗν καὶ κοινότερον ἱσταμένοις [*](598) πρὸς τὰς Κέλσου ἐκκειμένας λέξεις αὐτάρκη τὰ εἰρημέναἐπεὶ [*](U+05D0ABC) δὲ νομίζομεν καὶ τῶν ἐξεταστικωτέρων τινὰς ἐντεύξεσθαι τῇδε τῇ γραφῇ, φέρε ὀλίγα τῶν βαθυτέρων παρακινδυνεύοντες ἐκθώμεθα, ἔχοντά τινα μυστικὴν καὶ ἀπόρρητον θεωρίαν, περὶ τοῦ ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις νενεμῆσθαι χωρία τῶν ἐπὶ γῆς· καὶ τῶν κατειλεγμένων ἀτόπων φέρε, ὅση δύναμις, καθαρὸν παραστήσωμεν τὸν λόγον. δοκεῖ δή μοι παρακηκοέναι τινῶν ὁ Κέλσος περὶ τῆς διανεμήσεως τῶν ἐπὶ γῆς μυστικωτέρων λόγων, ὧν ἐφάπτεται μέν πως καὶ ἡ Ἑλληνικὴ στορία, εἰσαγαγοῦσά τινας τῶν νομιζομένων θεῶν περὶ τῆς Ἀττικῆς πρὸς ἀλλήλους ἡμιλλῆσθαι, ποιοῦσα δὲ παρὰ τοῖς ποιηταῖς τινὰς τῶν λεγομένων θεῶν ὁμολογεῖν τινὰς τόπους οἰκειοτέρους αὐτοῖς. καὶ ἡ βαρβαρικὴ δὲ ἱστορία, καὶ μάλιστα ἡ Αἰγυπτίων, τοιαῦτά τινα ἐμφαίνει περὶ τοῦ μερισμοῦ τῶν τῆς Αἰγύπτου καλουμένων νομῶν, λέγουσα ὅτι ἡ λαχοῦσα τὴν Σάϊν Ἀθηνᾶ ἡ αὐτὴ ἔχει καὶ τὴν Ἀττικήν. Αἰγυπτίων δὲ οἱ λόγιοι μυρία ὅσα τοιαῦτα φήσουσιν· οὐκ οἶδα δʼ εἰ καὶ Ἰουδαίους συμπαραλαμβάνοντες καὶ τὴν χώραν αὐτῶν τῇ πρός τινα διανεμήσει. ἀλλὰ περὶ μὲν τῶν ἔξω τοῦ θείου λόγου λεγομένων εἰς ταῦτα ἅλις ἐπὶ τοῦ παρόντος.