Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

21. Εἰ δὲ ἅπαξ προσιέμεθα εἶναί τινας πρεσβυτέρας αἰτίας τοῦ σκεύους τῆς τιμῆς καὶ τοῦ σκεύους τῆς ἀτιμίας, τί ἀτόπου ἀνελθόντας εἰς τὸν περὶ ψυχῆς τόπον U+003CνοεῖνπU+003E πρεσβύτερα αἴτια τοῦ τὸν Ἰακὼβ ἠγαπῆσθαι καὶ τὸν Ἠσοῦ μεμισῆσθαι γεγονέναι εἰς τὸν Ἰακώβ πρὸ τῆς ἐνσωματώσεως καὶ εἰς τὸν Ἠσαῦ πρὸ τοῦ εἰς τὴν κοιλίαυ τῆς Ῥεβέκκας [*](135) γενέσθαι; ἅμα δὲ σαφῶς δηλοῦται ὅτι, ὅσου ἐπὶ τῇ ὑποκειμένῃ φύσει, ὥσπερ εἶς ὑπόκειται τῷ κεραμεῖ πηλὸς ἀφʼ οὗ φυράματος γίνεται εἰς τιμὴν καὶ εἰς ἀτιμίαν σκεύη, οὕτω μιᾶς φύσεως πάσης ψυχῆς ὑποκειμένης τῷ θεῷ καὶ ἵνʼ οὕτως εἴπω ἑνὸς φυράματος ὄντος τῶν λογικῶν ὑπόστα σέων, πρεσβύτερά τινα σἴιτια πεποίηκε τούσδε μὲν εἶναι εἰς τιμὴν τούσδε δὲ εἰς ἀτιμίαν. εἰ δὲ ἐπιπλήσσει ἡ λέξις τοῦ ἀποστόλου ἡ λέγουσα· Mενοῦνγε, ὧ ἄνθρωπε, σὺ τίς εἶ ὁ [*](Ro ix 20) ἀνταποκρινόμενος τῷ θεῷ; τάχα διδάσκει ὅτι ὁ μὲν παρρησίαν ἔχων πρὸς τὸν θεὸν ὡς πιστὸς καὶ εὖ βιοὺς οὐκ ἄν ἀκούσαι· Σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; ὁποῖος ἦν Μωσῆς· Μωσῆς γὰρ ἐλάλει, ὁ δὲ θεὸς αὐτῷ ἀπεκρίνατο [*](Ex xix 19) φωνῇ· καὶ ὡς ἀποκρίνεται ὀ θεὸς πρός Mωσέα, οὕτως ἀποκρίνεται καὶ ὁ ἅγιος πρὸς τὸν θεόν. ὁ δὲ ταύτην μὴ κτησάμενος τὴν παρρησίαν, δηλονότι ἀπολωλεκώς ἢ περὶ τούτων οὐ κατὰ φιλομάθειαν ἀλλὰ κατὰ φιλονεικίαν ζητῶν καὶ διὰ τοῦτο λέγων· Τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι [*](Ro ix 19) αὐτοῦ τίς ἀνθέστηκεν; οὗτος ἂν ἄξιος εἴη τῆς ἐπιπλήξεως [*](4 om. τοὺς (sec.) ABC 5 περιιδόντας] hic desinit cat 10 νοεῖν] conj. Ruaeus; sentire Ruf.; intelligamus Hier. (ep. 49 ad Avitum) 21 σὺ τίς εἴ] rursus cat 23 ὼς] καὶ ABC 25 ἀπεκρ. αύτῶ AC; om. αὐτῶ cat 30 θελήματι cat)

176
[*](Ro ix 20) τῆς λεγούσης· Mενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος [*](ABC (cat)) τῷ θεῷ;

22. Τοῖς δὲ τὰς φύσεις εἰσάγουσι καὶ χρωμένοις τῷ ῥητῷ ταῦτα λεκτέον· εἰ σώζουσι τὸ ἀπὸ ἑνὸς φυράματος γίνεσθαι τοὺς ἀπολλυμένους καὶ τοὺς σωζομένους καὶ τὸν δημιουργὸν τῶν σωζομένων εἶναι δημιουργὸν καὶ τῶν ἀπολλυμένων, καὶ εἰ ἀγαθὸς ὁ ποιῶν οὐ μόνον πνευματικοὺς ἀλλὸ καὶ χοϊκούς (τοῦτο γὰρ αὐτοῖς ἕπεται), δυνατὸν μέντοι [*](136) γε ἐκ προτέρων τινῶν κατορθωμάτων γενόμενον νῦν σκεῦος τιμῆς, καὶ μὴ ὅμοια δράσαντα μηδὲ ἀκόλουθα τῷ σκεύει τῆς τιμῆς, γενέσθαι εἰς ἕτερον αἰῶνα σκεῦος ἀτιμίας· ὡς πάλιν οἶόν τέ ἐστι διὰ πρεσβύτερα τούτου τοῦ βίου γενόμενον σκεῦος ἀτιμίας ἐνθάδε, διορθωθέντα ἐν τῇ καινῇ κτίσει [*](2 Tim ii 21) γενέσθαι σκεῦος τιμῆς, ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. καὶ τάχα οἱ νῦν Ἰσραηλῖται μὴ ἀξίως τῆς εὐγενείας βιώσαντες ἐκπεσοῦνται τοὺ γένους, οἱονεὶ ἀπό σκευῶν τιμῆς εἰς σκεῦος ἀτιμίας μεταβαλοῦντες· καὶ πολλοὶ τῶν νῦν Αἰγυπτίων καὶ Ἰδουμαίων τῷ ʼΙσραὴλ προσελθόντες, ἐπὰν καρποφορήσωσιν ἐπὶ πλεῖον, εἰσελεύσονται εἰς ἐκκλησίαν κυρίου, οὐκ ἔτι Αἰγύπτιοι καὶ Ἰδουμαῖοι εἶναι λελογισμένοι ἀλλʼ ἐσόμενοι Ἰσραηλῖται· ὥστε κατὰ τοῦτο διὰ τὰς προαιρέσεις τινὰς μὲν ἐκ χιιρόνων εἰς κρείττονα προκόπτειν, ἑτέρους δὲ ἀπὸ κρειττόνων εἰς χείρονα καταπίπτειν, καὶ ἄλίους ἐν τοῖς καλοῖς τηρεῖσθαι ἢ ἀπὸ καλῶν εἰς κρείττονα ἐπαναβαίνειν, ἄλλους τε αὖ τοῖς κακοῖς παραμένειν ἢ ἀπὸ κακῶν χεομένης τῆς κακίας χείρονας γίνεσθαι.

23. Ἐπεὶ δὲ ὅπου μὲν ὁ ἀπόστολος οὐ προσποιεῖται [*](137) τὸ ἐπὶ τῷ θεῷ εἰς τὸ γενέσθαι σκεῦος εἰς τιμήν ἢ εἰς [*](2 Tim ii 21) ἀτιμίαν ἀλλὰ τὸ πᾶν ἐφʼ ἡμᾶς ἀναφέρει λέγων· Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον [*](2 θεῶ] hic desinit cat 10 δράσαντα μηδὲ] δράσαι· τὰ δὲ μὴ B 23, 24 om. ἐτέρους– καταπίπτειν B 27 γίνεσθαι] plura habent Ruf. et Hier. 28 ἐπεὶ δέ] rursus cat)

177
[*](ABC cat) καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον· ὅπου δὲ οὐ προσποιεῖται τὸ ἐφʼ ἡμῖν ἀλλὰ τὸ πᾶν ἐπὶ τὸν θεὸν ἀναφέρειν δοκεῖ φάσκων· Ἐξουσίαν ἔχει ὁ [*](Ro ix 21) κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος ὃ δὲ εἰς ἀτιμίαν· καὶ οὐκ ἔστιν ἐναντιώματα τὰ εἰρημένα ὑπʼ αὐτοῦ· συνακτέον ἀμφότερα καὶ ἔνα λόγον ἐξ ἀμφοτέρων τέλειον ἀποδοτέον. οὔτε τὸ ἐφʼ ἡμῖν χωρὶς τῆς ἐπιστήμης τοῦ θεοῦ, οὔτε ἡ ἐπιστήμη τοῦ θεοῦ προκόπτειν ἡμᾶς ἀναγκάζει ἐὰν μή καὶ ἡμεῖς ἐπὶ τὸ ἀγαθόν τι συνεισαγάγωμεν· οὔτε τοῦ ἐφʼ ἡμῖν χωρὶς τῆς ἐπιστήμης τοῦ θεοῦ καὶ τῆς καταχρήσεως τοῦ κατʼ ἀξίαν τοῦ ἐφʼ ἡμῖν ποιοῦντος εἰς τιμὴν ἢ εἰς ἀτιμίαν γενέσθαι τινά· οὔτε τοῦ ἐπὶ τῷ θεῷ μόνου κατασκευάζοντος εἰς τιμὴν ἢ εἰς ἀτιμίαν τινὰ, ἐὰν μὴ ὕλην τινὰ διαφορᾶς σχῇ τὴν τμετέραν προαίρεσιν κλίνουσαν ἐπὶ τὰ κρείττονα ἢ ἐπὶ τὰ χείρονα. καὶ ταῦτα μὲν αὐταρκῶς ἡμῖν κατεσκευάσθω περὶ τοῦ αὐτεξουσίου.