Fragmenta In Lucam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.
Ἴσως ἐρεῖ τις, ὅτι τοῦ νόμου λέγοντος· >ἐὰν φυλάξῃς τὰ προστάγ- ματα κυρίου τοῦ θεοῦ σου, πληθυνεῖ τὸν σῖτόν σου καὶ τόν οἶνόν σου καὶ τὸ ἔλαιόν σου καὶ οὐκ ἔσται ἔν σοι ἄγονος οὐδέ στεῖρα<· εἰ οὖν >δίκαιοι< οὗτοι, ποῦ ἡ εὐλογία; ὅτι ἔθος τοῖς ἐπὶ μεγάλοις τισὶ προβιβαζομένοις παρὰ θεοῦ ὡς Ἰσαάκ καὶ Σαμψὼν καὶ Σαμουὴλ ὑπερβαίνειν τὰ κατὰ τὸν νόμον· στειρωτικὴ γὰρ ὠδὶς ἐγγὺς τῆς παρθενικῆς ἐστιν.
[*](D10E3E5 vgl. p. 18, 8 ff. Ἴσως ἐρεῖ τις κτλ., dem das Fragment der Form nach verwandt scheint; Bezeugnng fehlt. — 3 Deut. 7, 12—14; Exod. 23, 26. 2 Ἴσον Ε3 ὅτι > Ε3Ε5 3 σου3 > Ε3 — 5 ὅτι > D10)καὶ διὰ παντὸς τὸ τῆς ψυχῆς ὄμμα πρὸς θεὸν ἀνατείνων καὶ πρὸς αὐτὸν μόνον βλέπων κατὰ τὸν λέγοντα· >πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ<
[*](D6 [anschl. an p. 27, 4—6; der Anfang des zusammengesetzten SchoHons in d (Τὸ μέγας ἐπὶ Ἰσαάκ expl. τοῦ ἁγίου πνεύματος χάριν) ist bei E1 mit Lemma: Χρυσοστόμου versehen, in W ohne Lemma, so daß möglicherweise das obige sowie das Fragment p. 27, 4—6 dem Orig. nicht zugehören] — 3f. Ps. 122 (123),)>καὶ σίκερα οὐ μὴ πίη(. Σίκερά ἐστι πᾶν τὸ μέθην ποιεῖν δυνάμενον, οὐκ ἂν δὲ ἐξ ἀμπέλου, μάλιστα δέ τὸ ἐκ φοινίων ἐσκευασμένον.
[*](LW (im Scholion, zu dem auch p. 27, 4—6 gehört) 2 Σίκερα + δέ W ἐμποιεῖν W 3 μάλιστα — ἐσκευασμ. >L)>Καὶ αὐτὸς προελεύσεται<. Τό· >προελεύσεται ἐν πνεύματι καὶ Ηλίου<, τοῦτό ἐστιν· Ἡλίου τῆς δευτέρας τοῦ κυρίου παρουσίας προδρόμου, καθώς φησιν ὁ προφήτης εἰπών· >πέμφω ὑμῖν Ἡλίαν τὸν Θεσβίτην πρὶν ἐλθεῖν τὴν ἡμέραν τοῦ κυρίου τὴν μεγάλην καὶ επιφανῆ< οὕτως οὖν καὶ ὁ Ἰωάννης τῆς πρώτης γέγονε πρόδρομος καὶ >ἐν πνεύματι< μέν, ὅτι ὥσπερ ἦν ἐπὶ τὸν Ἡλίαν ἡ τοῦ παναγίου πνεύματος χάρις, οὕτω καὶ ἐπὶ τὸν πρόδρομον, >ἐν δυνάμει< δέ διὰ τὸ μέγεθος τῆς πληρουμένης παρ᾿ αὐτῶν διακονίας.
[*](a L (Eadem altera Reg. ἀδέσποτον) (von L aus inneren Gründen für gehalten ?) — 4f. Mal. 4, 4 2 Τὸ + δὲ a 3 ὁ Ἡλίας a 3/4 ἐστὶ πρόδρομος a 4 εἶπε a 5 > a)τὸ δὲ >ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα<· μετῆλθε δὲ τὰ αὐτὰ πρὸς Ἰωάννην. Ἀλλὰ μὴ ὡς ἡ ἀκολουθία τῆς φύσεως βούλεται [*](Χ (vorher geht p. 27, 4—28, 16) ξ (zwischen 7 ἀκολ. u. Καὶ ist ein Absatz))
Ἔτι ἀπιστήσας ὁ Ζαχαρίας τῷ ἀγγέλλοντι τὴν γένεσιν τῆς δεικνυούσης τὸν λόγον φωνῆς ἀπόλλυσι τὴν φωνήν, ἀναλαμβόνων αὐτὴν καὶ παυόμενος τῆς ἐπιπόνου σιωπῆς, ὅτε γεννᾶται ὁ πρόδρομος, τοῦ λόγου φωνή, καὶ ὅτε γράφει, ὅτι >Ἰωάννης ἐστὶν τὸ ὄνομα αὐτοῦ<. Ἐνωτίζεσθαι οὖν δεῖ φωνήν, ἵν᾿ ὁ νοῦς τὸν ὑπ᾿ αὐτῆς δεικνύμενον δέξηται λόγον.
[*](C (zwischen p. 31, 7 σεσιώπηκεν u. 12 Τὸ δὲ διανεύειν) — 5 Luk. 1, 63 2 Ἔτι] Ὅτι konj. Kr. 3 ἀνα λαμβάνων konj. Kr.)Προακούσας ἐράσμιον πρᾶγμα ὁ Ζαχαρίας ἑαυτῷ μέλλειν ἔσεσθαι οὐκ ἔσπευσε πρὸ καιροῦ δραμεῖν πρὸς τὸ δοῦναι ὁδὸν τῇ προφητείᾳ, ἀλλ᾿ ἔμεινε πληρῶσαι τὴν πνευματικὴν λειτουργίαν καὶ οὕτω τῇ προφητείᾳ διὰ τῶν σαρκικῶν ἐξυπηρετήσασθαι, διδάσκων ὅτι δεῖ πάντα δεύτερα ποιεῖσθαι τῆς εἰς θεὸν τιμῆς.
[*](d [E1 τοῦ αὐτοῦ (Orig.)] CSX 2 Προακούσας + δὲ X πρᾶγμα — ἑαυτῷ]ἑαυτῷ πρᾶγμα dX 3 πρὸς — πραφητείᾳ > dSX 4 πνευμοατικὴν > dSX καὶ — 5 ἐξυπηρ. dSX)Διὸ οὐδέν ἔλεγεν ἡ Ἐλισάβετ, ἕως οὗ πάντες σχεδὸν εἰπεῖν ἤλεγχον αὐτήν, ὅτι ἔγκυος ἦν, δἱ᾿ ὧν ἑώρων, κἂν ἐκείνη τὸ πρᾶγμα ἔκρυβεν.
[*](C (vor p. 35, 8—36, 3))Τὸ δέ >ἔσται< καὶ >κληθήσεται< τῇ κατὰ σάρκα πρέπον οἰκονομίᾳ, καὶ τό· >δώσει δὲ αὐτῷ κύριος< τῇ οἰκονομίᾳ σάρκα πρέπον οἰκονομίᾳ, βάνειν λέγεται διὰ ταύτην >τὸν θρόνον Δαβίδ<, ἀλλ᾿ ἔστιν ὁ αὐτὸς καὶ βασιλεὺς αἰώνιος θεοπρεπῶς.
[*](Χ (anschl. an p. 55, 1 — 4 ἤρξ.))Ὡς εὐγνώμων οὖσα ἡ Μαρία ἔφη πρὸς τὸν ἄγγελον· >Ἰδοὺ ἡ κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου<.
[*](C (vor p. 44, 15—17))