Fragmenta In Lucam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.
Οὕτως δέ τινας ἐτάραξεν ὡς ἀσύμφωνον τὸ εἰρημένον, ὥστε αὐτοὺς τολμῆσαι ὑπονοῆσαι προστεθεῖσθαι τῷ εὐαγγελίῳ ὑπό τινων ῥαδιουργόντων αὐτὸ τό· >σήμερον μετ᾿ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ<· ἡμεῖς δέ φαμεν ἁπλούστερον μέν, ὅτι τάχα, πρὶν ἀπελθεῖν εἰς τὴν λεγομένην καρδίαν τῆς γῆς, ἀποκατέστησεν εἰς τὸν παράδεισον τοῦ θεοῦ τὸν πιστεύσαντα λῃστήν.
[*](k* 6f. vgl. a: τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσήγαγε . . . τὸν εἰς αὐτὸν πιστεύσαντα 5f. vgl. Matth. 12, 40)Ἰωάννης μὲν οὖν οὖδὲ ἐμνήσθη τούτον, Ματθαῖός τε καὶ Μᾶρκος οὔτε ἥλιον οὔτε ἔκλειψιν ὠνόμασαν. Λουκᾶς δὲ εἰπών· >τοῦ ἡλίου ἐκλείποντος< τάχα τὸ περὶ ἡμᾶς πάθος δηλοῖ, εἴτε σκοτεινῆς νεφέλης ἢ νεφῶν ὑποδραμουσῶν τὰς φθανούσας ἐπὶ τὴν Ἰουδαίαν γῆν ἡλιακὰς ἀκτῖνας ἢ τοῦ ἐκεῖσε ἀέρος παχυνθέντος συμπαθοῦντος καὶ αὐτοῦ τῷ γεγονότι, ὥσπερ ἡ περὶ τὴν Ἰουδαίαν γῆ καὶ αἱ πέτραι καὶ τὰ μνημεῖα· πολλαχοῦ γὰρ ἡ γραφὴ πᾶσαν γῆν τὴν Ἰουδαίαν ὀνομάζει· τοῦτο δὲ γέγονεν, ἵν᾿ εἰδεῖεν ὅτι αὐτός ἐστιν ἐκεῖνος ὁ ἀπηρτημένος τοῦ ξύλου ὁ σύνοπλον τὴν κτίσιν λαβών, ὅτε >τοῖς Αἰγυπτίοις πεπολέμηκε δι᾿ αὐτοὺς< καὶ τὸ ἡλιακὸν ἐκλέλοιπε φῶς καὶ ἁπάσης τῆς αὐτῶν χώρας κατεσκεδάσθη τὸ σκότος.
[*](dCδ Vgl. Orig. in Matth. vet. interpr. 134 (V, 54, 1 — 55, 7 Lomm.). 8 vgl. Gen. 13, 9; Joel 1, 2; Jerem. 1,14 10Exod. 14, 25 11f. vgl. Exod. 10, 22 5 νεφελῶν C γῆν > C 6 συμπενθοῦντος (korr. ?) D 7 τὴν > D4 γῆν d 8 τὴν > D4 ὀνομάζει] λέγει d 9 ἀπηρτισμένος CD, ἀπερτισόμενος δ ἐν τῷ ξύλῳ D4 10 ὅτε] ὁ καὶ d τοὺς Αἰγυπτίους D3 πεπολ. — αὐτοὺς] δι᾿ αὐτοὺς ποτὲ πολεμήσας d 11 καὶ — φῶς > d κατασκεδάσας DD4δ, κατασκευάσας D3)Περὶ ταύτης τῆς ἐκλείψεως προεφήτενοε καὶ Ζαχαρίας εἰπών· >ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς· καὶ ψύχος καὶ πάγος ἔσται μίαν ἡμέραν· καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ· καὶ οὐχ ἡμέρα καὶ οὐχὶ νύξ· καὶ πρὸς ἑσπέραν ἔσται φῶς< εἰκὼν τὸ σκότος τοῦ ἐσκοτίσθαι τοὺς ἐπιβάλλοντας χεῖρα τῷ φωτί. Ὡς γὰρ Αἰγυπτίοις σκότος καὶ τοῖς υἱοῖς Ἰσραὴλ φῶς, οὕτως νῦν τῇ μὲν ἐκκλησίᾳ φῶς, Ἰουδαίοις δὲ σκότος τριῶν ὡρῶν, φωτὸς πατρικοῦ, ἀπαυγάσματος Χριστοῦ, ἐλλάμψεως ἁγίου πνεύματος. Καὶ ἐπεὶ ἐν τῇ ἕκτῃ ἡμέρᾳ γεγένηται ὁ ἄνθρωπος, [*](k* — 2ff. Zach. 14, 6. 7 6f. vgl. Exod. 10, 23 6ff. vgl. Orig. in Matth. vet. interpr. 134 (V, 58, 1 — 16 Lomm.), z. T. wörtlich 8 vgl. Hebr. 1, 3 9. 11 vgl. Gen. 1, 27. 31) [*](2 ~ τῆς ἐκλείψ. ταύτης K1)
Αὕτη ἡ φωνή, ἣν ἔκραξεν ἐπὶ τῷ σταυρῷ· >εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου<, διδάσκει, ὅτι αἱ τῶν ἁγίων ψυχαὶ οὐκέτι εἰς ᾅδου κατακλείονται, καθὰ καὶ πρῴην, ἀλλὰ παρὰ τῷ θεῷ εἰσιν, τούτου γεγονότος ὡς ἐν ἀπαρχῇ ἐν Χριστῷ· κάτω γὰρ ἦν ἡ χώρησις καὶ ἡ κατοχὴ τῶν ψυχῶν, ἀλλὰ ταύτην τὴν κάτω πορείαν ὁ κύριος εἰς τὰ ἄνω μετέστησε δι᾿ ἑαυτοῦ. Ἐπειδὴ γὰρ ἐν αὐτῷ τὸ ἀπλημμελὲς ἡ ἀνθρώπου φύσις εὑρέθη πλουτήσασα, κεκαινοτόμηκεν ἡμῖν τὸ πέμπεσθαι >εἰς χεῖρας θεοῦ ζῶντος< τὰς σωμάτων ἀπαλλασσομένας ψυχάς, καὶ τοῦτο εἰδὼς ὁ ἅγιος ἔφη Στέφανος· >κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου<. Τὸ δὲ >παρα- τίθημι< τὸ ἑκούσιον διδάκει τοῦ πάθους καὶ δείκνυσιν, ὅτι οὐκ ἀπόλλυται· [ἐδήλου γὰρ τὸ >παραθήσομαι<, ὅτι πάλιν αὐτὴν ἀπολήψεται].
[*](k(Ὠριγένους καὶ Κυρίλλου) 9f. vgl. Hebr. 10, 31 11 Akt. 7, 59 13 vgl. Joh. 10, 18 6 ἀπαρχῇ] ἀρχῇ Κ7 9 πέμπεσθαι] ἐμπεσεῖν konj. Kl.)Τίς μὲν ἡ δόξα τοῦ σώματος τοῦ κυρίου, ἧς καὶ ὁ Παῦλος μέμνηται, παρεδείχθη τοῖς μαθηταῖς ἐν τῇ μεταμορφώσει ἐπὶ τοῦ ὄρους· ἐπεὶ δὲ ἐχρῆν μετά τὴν ἀνάστασιν ἐμφανισθῆναι τοῖς τε ἀποστόλοις καὶ τοῖς πεντακοσίοις μαθηταῖς εἰς πίστευσιν τῆς ἀναστάσεως, ὡς ἐχώρουν ἰδεῖν, ἐθεάθη, [καὶ] ὁποῖον ᾔδεσαν αὐτὸν παθεῖν, δεικνὺς αὐτοῖς καὶ τὰς ἐκ τῶν παθῶν οὐλάς. Ὅρα δέ, ὅτι καὶ ἀποδημῶν εἰρήνην αὐτοῖς ἀφῆκεν, ὡς ὁ Ἰωάννης ἔγραψεν· καὶ αὖθις ἐπιδημήσας εἰρήνην δίδωσι, τὸ γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα.
[*](W* — 2 vgl. Phil. 3, 21 3 vgl. Mark. 9. 2 Par. 5 vgl. 1 Kor. 15, 6 7 vgl. .Joh. 20, 27 7ff. vgl. Joh. 20, 20. 26 — 6 καὶ del. Κr.)[ἑτέρως δέ·] Σίμων καὶ Κλεόπας ὁμολογοῦντες ἐπὶ τοῖς λόγοις τοῦ σωτῆρος τό· >ἡ καρδία ἡμῶν καιομένη ἦν< καὶ τὰ ἑξῆς δηλοῦσιν, ὅτι οἱ ἀπὸ ἀγάπης τῆς πρὸς τοὺς ἀκούοντας ὑπὸ τοῦ σωτῆρος ἀπαγγελλόμενοι λόγοι ἐχούσης φλόγα πυρὸς ἔκαιον, ἀνάπτοντες τὴν καρδίαν τῶν ἀκουόντων πρὸς ἀγάπην θεοῦ.
[*](k* — 5 φλογὰς ΚΚ7)Τοιοῦτον δέ τι καὶ περὶ τοῦ Ἀαρὼν ἐν τῷ Λευϊτικῷ γέγραπται, ὅτι >ἐξάρας τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν λαὸν ηὐλόγησεν αὐτούς<. Ὑπολαμβάνω δὲ ἐνθάδε αἰνίσσεθαι τὸν λόγον, ὅτι δεῖ τὸν εὐλογοῦυντά τινα κεκοσμῆσθθαι ἐν ἔργοις διαφέρουσι κα ἐπηρμένοις παρὰ τοὺς πολλούς· αἱ γὰρ χεῖρες Ἀαρὼν ἄνω ἐξαίρονται, ὅτε μέλλει εὐλογεῖν τὸν λαόν. Ὡς εἔπερ τις κάτω ἔχοι τὰς χεῖρας εἰς τὰ γήϊνα, οὐκ ἂν ἀνύσαι βουλόμενος τινα, ὥσπερ οὐδέ κάτω κείμεναι αἶ Μωϋσέως χεῖρες ὠφέλουν τὸν λαόν, ἀλλ᾿ ὅτε ἐπήροντο. Τούτου σύμβολον ἦν καὶ ἡ ἔπαρσις τῶν τοῦ σωτῆρος· ταῖς γὰρ ὑπὲρ ἄνθρωπον πράξεσιν ὕφωσεν τὰς χεῖρας καὶ ἔσωσε τοὺς πιστεύοντας. τάχα τοίνυν πᾶς ὁ ταῖς πράξεσιν ἐπηρμένος ἐσταύρωται, καὶ κατὰ τοῦτο ἔλεγε Παῦλος· >ἐγὼ κόσμῳ ἐσταύρωμαι κἀμοὶ κόσμος<, τοῦτ' ἔστιν· νενόηταί μοι ὁ λόγος ὁ περὶ κόσμου καὶ ἐπῆρται καὶ οὐκέτι κεῖται κάτω· τῷ γὰρ μὴ συνέντι τὸν λόγον τῆς κοσμοποιΐας ὁ λόγος οὐκ ἐσταύρωται. Καλὸν γὰρ εἶναι ἡγοῦμαι τὸ σταυροῦσθαι, ὃ καὶ Παῦλος πέπονθε, Χριστῷ συνεσταυρωμένος, καὶ ὁ κόσμος ἔσχεν ὡς πρὸς τὸν Παύλου νοῦν ἐπηρμένος καὶ νενοημένος αὐτῷ. Ἀλλως δὲ ἐπαίρει τὰς χεῖρας ὁ κύριος, δύναμιν δύναμιν τοῖς μαθηταῖς ἐντιθεὶς διὰ τῆς εὐλογίας.
[*](k* 3 Lev. 9, 22 8f. vgl. Exod. 17, 11 12f. Gal. 6, 14 16 vgl. Gal. 3, 1 6 ἐξῄροντο Κ7 μέλλει — λανόν] εὐλογεῖν τὸν λαὸν ἔμελλεν Κ7 ἔχει 10 ὕψ. — 11 πράξ. Κ1 13 13 τοῦτ’ ἔστιν — 18 αὐτῷ > Κ7 14 τὸν τῷ λόγῳ Κ1 15 λόγος κόσμος Κ1 εἶναι] οἶμαι 1)Ἐμφαντικώτερον δὲ τὀ >καθ' ἡμέραν< τοῦ παρὰ Ματθαίῳ >σήμερον<. Καὶ γὰρ ὁ ἔσω ἄνθρωπος, ὃς κυρίως οὐσία, μὴ τυχὼν ζῶντος ἄρτου ἐχθρῷ ζωῆς θανάτῳ γίνεται, ὡς τὸ σῶμα μὴ τρεφόμενον. Ταπεινοὶ δέ οἱ νομίζοντες περὶ σωματικοῦ ἄρτου λέγειν τὸν διδάσκοντα μὴ >περὶ τῆς αὔριον<, μάλιστα εἶς >τὸν ἐπιούσιον<, ἀντὶ τοῦ >τὸν ἐπιόντα< καὶ >ἐπερχόμενον< λαμβάνουσιν. Τοῦτο δὲ δῆλον ἐκ τοῦ εἰπεῖν· >οὐ γὰρ οἶδας, τί τέξεται ἡ ἐπιοῦσα<, τοῦτ' ἔστιν ἡ αὔριον ἡ ἐπερχομένη· οί δὲ τοῦ Μάνεντος ἢ ἀλληγρήσουσιν, ὃ μὴ εἴωθεν, ἢ τὸν τοῦ Δημιουργοῦ ἄρτον αἰτήσουσιν.
[*](d(D: Ὠριγίνους κοὶ Κυρίλλου) C (vorausgeht in dC Kyrill: Ἐπιούσιον δέ expl. καθεστηκότων) [in d steht nur 2 Ἐμφαντ. — σήμερον = Fragm. XLVII (p. 255)] 6f. Matth. 6, 34 8f. Prov. 3, 28 10 Μάνεντος] Mani's (215—273) Erwähnung ist dem Orig. wohl nicht zuzuschreiben; vermuthch hat es Μαρκίωνος geheißen; vgl. Fragm. XLVI p. 254)[ὥστε] σημαίνει το >έπεχείρησαν< τό χωρις χαρίσματος ἐλθεῖν εἰς τὴν ἀναγραφὴν τῶν εὐαγγελίων τινάς, τὸ δὲ >ἀνατάξασθαι< σημαίνει τὸ ἐκθεῖναι, τὸ ἐξηγήσασθαι, τὸ συγγράψαι.
[*](ST (anschl. an p. 4, 17 Appar.) — 3 εἰς konj. Kr.)Ὅτι μὲν οὖν παρὰ τῶν αὐτοψίᾳ θεασαμένων καὶ αὐτηκόων γενομένων παρέλαβε, σαφώς ώμολόγησεν ειπών· >καθὼς παρέδοσαν ἡμῖν οἱ απ' ἀρχῆς αὐτόπται και ὑπηρέται γενόμενοι τοῦ λόγου<. Καὶ χρή τούτῳ μὲν και Μάρκῳ πείθεσθαι, ὡς ἅπερ ἀκηκόασιν ἀκριβῶς ἀναγραψαμένοις, Ἰωάννῃ δὲ καὶ ΜατΘαίῳ, ὡς ἅπερ ἑωράκασι γράφουσιν. Τὰ οὺν νόμιμα εὐαγγέλια τιμητέον ἐξ ἴσου, μὴ μόνον τὴν ὄψιν τῶν ἑωρακότων τιμών- των, ἀλλὰ καὶ τὴν ἀκοὴν τῶν ἀκηκοότων· ἀληθεῖς γὰρ ἀληθῶν διάδοχοι καὶ τὸ παραδοθὲν αὐτοῖς φῶς εἰς ἡμᾶς παραπέμπουσιν, ἔπαινον κομιζό- μενοι δίκαιον παρ' ἠμῶν.
[*](d(e: ἐξ ἀνεπιγρ.) CLU (das nächste Orig. Schol. (p. 7, 12ff.) hat das Lemma τοῦ αὐτοῦ) Xγλ(dCXγ anschl. an p. 6, 13) 8 ἀληθεῖς— 9 παραπέμπ. Schluß Athan. Scholion in k, gehört aber nicht mehr diesem zu (vgl. Sicken- berger, Niketas 105). 2 μέν οὖν] δὲ dCLγλ αὐτοψίᾳ] αὐτὸν U, αὐτόψει γ (Carn.) λ αὐτοψ. — γενομ.] αὐτόπτων τοῦ λόγου E5 και—γεν. > dλ 3 εἰπών] δι' ὧν εἶπεν Χ εἰπών— 4 λόγου > eΕ5U ἡμῖν >C καθὠς— 4 λόγου > Χ 5 και + τῷ UΧ 6 Ἰωάννης Ε δὲ] τε ΕΧ Ματθαῖος Ε ὡς nur Ε5 Τὰ — 10 > Ε5 οὖν] γοῦν U 9 και— 10 > Χ 9 παραδοθὲν — φῶς] πνεῦμα δοθὲν αὐτοῖς φησιν Ε 10 δίκαιον] διὰ καὶ Ε)