Fragmenta In Lucam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.

Οὐχ ἁπλῶς δέ οὐδέ ἀκρίτως ἐν τῇ Μαρίᾶ γέγονεν ὁ λόγος, ἀλλὰ διὰ τὴν ὑπερβάλλουσαν αὐτῆς ταπείνωσιν, ἣν ἀγαπᾷ ὁ θεὸς καὶ ὑπερυψοῖ ὡς μιμουμένην αὐτὸν τὸν ταπεινώσαντα ἑαυτὸν καὶ μορφὴν δούλου λαβόντα· >ὅτε ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ<· ἐν Ἡσαΐα φησίν· >ἐπὶ τίνα ἐπιβλέψω ἀλλ᾿ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;< Εἶτά φησιν· >ἐπειδὴ ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ< — δούλη γὰρ αὐτοῦ εἰμι ὡς πλάσμα αὐτοῦ καθὼς καὶ τὰ λοιπὰ κτίσματα — Ε;ἀπὸ τοῦ νῦν μακαριοῦσί με>, οὐ σὺ μόνη ἡ Ἐλισάβετ, ἀλλὰ <πᾶσαι αἱ αἱ τῶν πιστευόντων· εἰ γὰρ καὶ τοῖς κατ’ ἐκεῖνο καιροῦ ἀσυμφανὴς ἦν ὁ τῆς θεοτόκου λόγος, ἀλλὰ νῦν ὁσημέραι ἐπὶ πλείω λαλεῖ κα φαίνεται τὸ ἀληθὲς τῶν ὑπ᾿ αὐτῆς προφητευθέντων.

[*](C [vor und nach p. 60, 2—5 (= 9 ἀπὸ — 11 πιστ.)] 4f. vgl. Phil. 2, 7 6ff. Jes. 66, 2)

Ἐπειδήπερ ἀπιστήσειεν ἂν τις πρὸς τὴν ἐνέργειαν τῆς συλλήψεως, εἴ γε παρθένος οὖσα συλλάβοι, τῷ ὀνόματι τοῦ >δυνατοῦ< τὴν ἀπιστίαν ἵνα τις τῇ δυνάμει τοῦ ἐνεργοῦντος ἀναπέμψῃ τὸ κατόρθωμα καὶ μὴ τὸ κατὰ φύσιν ἐξετάζων ἐκπέσῃ τῆς ἀληθοῦς συγκαταθέσεως τῶν ἀληθῶς γεγενημενων.

[*](dCQ* 1—4 κατόρθωμα findet sich in k(K: Τίτου) in e. Titus-Scholion (vgl. Sickenberger, Titus S. 145 zu Luk. 1, 49); möglicherweise ist das in Q falsch. 2 Ἐπειδ. — τις] λέγει δὲ <ὁ δυνατός> ἶν’ ἐόν τις ἀπιστήσειε C 3 τῷ— ἐκβάλλει] φησίν· <ἐποίησέ μοι μεγάλα ὁ δυνατός>)

Τοὺς αὐτοὺς καὶ >δυνάστας< καλεῖ, οὓς καθελὼν ὕψωσεν, τοὺς ἑαυτοὺς >ὑπὸ τὴν κραταιὰν χεῖρα αὐτοῦ(, δεδωκὼς αὐτοῖς [*](2—6 aQ*Q1 2—3 αὐτοῦ dpCWX 2—5 ἐχθροῦ 3 1 Petr. 5, 6 2 Τοὺς] τούτους δὲ a Τοὺς —-ὕψωσε] ἀλλὰ τούτους <καθεῖλε > καὶ dC, ἀλλ᾿ αὐτοὺς μὲν <καθεῖλεν>, <ὕψωσε> δὲ <ταπεινοὺς> Χ καὶ > δυνάστας] δυνατοὺς α 2/3 ταπεινοῦντας α 3 τὴν > α ~ αὐτοῦ χεῖρα aX αὐτοῦ] τοῦ θεοῦ dC δεδωκ. — 5 ἐχθροῦ > QQ1)

280
<ἐξουσίαν πατεῖν ἐπάνω ὄφεως καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν τοῦ ἐχθροῦ>· καὶ <πεινῶντας> μέν τοὺς ἐξ ἐθνῶν, λιμώττοντας θείων καὶ διδασκαλίας, <ἐνέπλησεν ἀγαθῶν>c τῶν τῆς νέας διαθήκης.

[*](4f. Luk. 10, 19 4 ὄφεων A 5 μὲν > Q1 λιμώττ. + τῶν α 6 καὶ > Αα)

Οὕτω πάντα ξένα τὰ αὐτοῦ· καὶ ἡ τροφὴ ξένη, καὶ ἐκλεκτὸς ἀπὸ κόσμου ἅτε τὸν ὑπέρ κόσμον μηνύων Χριστόν, καὶ ἐν ἐρήμῳ εὐθύς, ἔξω τῆς ἐν ἀνθρώποις κακίας αναστρεφόμενος, ἵνα καὶ ἀξιόπιστος γένηται ταύτην ἐλέγχειν· οὐ πρότερον δὲ τοῖς ἐν πόλεσιν ἐπιχωριάζειν ἤρξατο, εἰ μὴ τὸ ἐν αὐτῷ πνεῦμα δημοσιεῦσαι ἑαυτὸν προετρέψατο.

[*](2—6 Χ (vorher geht p. 80, 5—81, 20, es folgt p. 64, 2—14) e[E1 τοῦ αὐτοῦ (ἀνεπ.)] (in e. Schohon, das beginnt στεῖρα ἡ)

Ποίαις ἡμέραις; Καθ’ ἃς ἐγεννήθη ὁ βαπτιστής· ἔξ γὰρ μησὶ πρόδρομος τοῦ σωτῆρος ἐγένετο εἰς τὴν κύησιν καὶ πρὸ ἓξ μηνῶν ἐτέχθη· ὡς δέ οἱ ἀκριβέστεροι ἐπετήρησαν, καὶ πρὸ ἓξ μηνῶν τῆς ἀναλήψεως τοῦ σωτῆρος ἀπέθανεν. >Αὐγούστου< δέ φησιν πρώτως βασιλεύοντος <ἐξῆλθε δόγμα>. Πρὸ Αὐγούστου γὰρ μόνος ἐγτένετο Ἰούλιος Καῖσαρ ὁ μετὰ τοὺς ὑπάτους· τύπος γὰρ ἦν πρὸ τούτου ὑπάτους βασιλεῖς ἐνιαυσιαίους· Αὔγουστος δὲ βασιλεύσας λύει τὰς πολυαρχίας καὶ κατασχὼν παρέμεινε βασιλεύων. Ἐπεὶ γὰρ ἤμελλε τὸ κήρυγμα διατρέχειν εἰς τὰ πέρατα, οὐκ ἠδύναντο δέ οἱ ἀπόστολοι μεταβαίνειν ἀπὸ ἔθνους εἰς ἔθνος διαφόροις βασιλεῦσι παλαίοντες καὶ πολεμούμενοι παρ ἑκάστου, προομαλίζει μιᾷ βασιλείᾳ τὴν γῆν ὁ θεός, ἵνα οἱ ἀπόστολοι ὡς εἰς μίαν βασιλείαν κηρύττωσιν.

[*](Χ (neues Scholion nach p. 64, 2—14) ξ)

Περιτέμνεται ὁ κύριος ὀκταήμερος· Ἰησοῦς ὀνομάζεται, ὃ καὶ προηγόρευται καὶ οὕτω μετὰ τὴν συμπλήρωσιν τῶν ἡμερῶν ἀνάγεται πρὸς Ἱεροσόλυμα καὶ παρίσταται τῷ κυρίῳ κατὰ τὸν νόμον τὸν λέγοντα, ὅτι >πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται<. Καὶ τοῦτο μὲν ἐνταῦθα γνῶναι παντός, ὡς αὐτὸς μέν ὁ ἁγιάζων, αὐτὸς δὲ ὁ ἁγιαζόμενος, ἐκεῖνο δέ οὐ παντός, ὡς ἐλέγετο μὲν καὶ ἐτελεῖτο ταῦτα κοινῶς, ἐδήλου δέ τι τοῦ φαινομένου βαθύτερον· προσήγετο γὰρ ὑπέρ ἄῤῥηνος [*](k (K: Τοῦ Γεωμέτρου) κ (vgl. p. 137, 21—28 lat.; eine Verwechselung des lemmas Ὠριγ. mit Γεωμ. kommt öfters vor) 2 vgl. Luk. 2, 21 5 Luk. 2, 23 6 vgl. Hebr. 2, 11 2 ὀκταήμ. + καὶ konj. Kr.)

281
πρωτοτόκου καὶ αὐτοῦ προσαγομένου <ζεῦγος τρυγόνων, καὶ δύο περιστερῶν> καὶ οἶμαι διὰ μὲν τῶν τρυγόνων τὸ σῶφρόν τε καὶ δηλούσθαι.

[*](9f. Luk. 2, 24)

Οὐ τῇ πρώτη δὲ ἢ τῇ δευτέρᾳ ηὗρον αὐτόν, ἀλλὰ τῇ τρίτη, ὅτε αὐτὸς ἠθέλησεν ἐμφανὴς γενέσθαι τοῖς ζητοῦσιν αὐτόν. Ἔχει δὲ καὶ αἴνιγμα ὁ λόγος· ἐν τῷ δωδεκάτῶ ἔτει τρεῖς ἡμέρας κρύπτεται, πρὸ τοῦ πάθους τὸ πάθος καταγγέλλων τὸ ἐπὶ τῶν δώδεκα μαθητῶν, ὅτε δὴ καὶ τούτους ἔλαθε καὶ πόλιν ἀναστὰς ἐφάνη [πρὸ τῶν τριῶν], τὸν τριήμερον προ του καιρου καιρον.

dCS (anschl. an p. 130, 3—9) vgl. Ambros. in Lucam II, 63 (S. 75 Schenkl): post triduum repperitur tn templo, ut esset indicio quia post triduum triumphalis illius passionis in sede caelesti et honore divino fidei nostrae se resurrecturus offerret, qui mortuus credebatur — 3 vgl. Weish. Sal. 1, 2

[*](2 δὲ + ἡμέρᾳ S τῇ2 > C ὅτε] ὅτι δηλαδὴ S 4 πρὸ — 6 τριῶν] αὐτοῖς τῇ τρίτῃ ἡμέρᾳ S 5 τῶν > d 6 τὸν — 7 καιρόν > S 7 τοῦ > d)

Ἐν τῷ πρώτῳ καὶ τεσσαρακοστῷ ἔτει Καίσαρος Αὐγούστου ἐγεννήθη ὁ Χριστός, καὶ ἐβασίλευσεν Αὔγουστος ἔτη πεντήκοντα ἓξ, λοιπὰ δέκα πέντε· εἶτα ἐβασίλευσεν μετ᾿ αὐτὸν Τιβέριος, καὶ τῷ πεντεκαιδεκάτῳ ἔτει τῆς Τιβερίου βασιλείας ἦλθεν Ἰωάννης βαπτίζων, ὅτε καὶ ὁ Ἰησοῦς ἐβαπτίσθη >ὢν ἐτῶν ὡσεὶ τριάκοντα>, ὡς ἐν τοῖς ἑξῆς φησιν εὐαγγελιστής.

dCS (es folgt p. 136, 21—137, 17) — 6 vgl. Luk. 3. 23

[*](3 τεσσαρ. + τοίνυν S ἐγενν. — 4 Αὔγ. > S 4 ἔξ + κοὶ S 6 ἦλθεν + ὁ S 7 ὡσεὶ > S ὡς — εὐαγγ. > S)

Ἐμνήσθη δὲ καὶ τῶν ἀρχιερέων Ἄννα καὶ Καϊάφα, ἵνα δείξῃ, ἀπὸ τοῦ καιροῦ, καθ’ ὅν ἦλθεν ὁ Ἰωάννης κηρύσσων, ἦσαν οὗτοι ἀρχιερεῖς, ἐν ἐκείνῳ τῷ καιρῷ ἀρξάμενοι, μείναντες δὲ ἕως τοῦ πάθους τοῦ κυρίου ἐν τῂ ἀρχιερωσύνῃ. Φησὶ γὰρ περὶ τοῦ Καϊάφα, ὅτι εἰπὼν περὶ τοῦ Χριστοῦ, ὅτι >συμφέρει ἡμῖν, ἵνα εἷς ἄνθρωπος ὑπὲρ τοῦ λαοῦ<, καὶ ἐπήγαγεν εὐθύς· >ἦν γὰρ ἀρχιερεὺς ἐκείνου< ἤτοι πρὸ δύο ἐτῶν τοῦ πόθους εἶπεν τοῦτο· τῷ γὰρ τρίτῳ τριακοστῷ ἔτει μετὰ μῆνας τρεῖς ἔπαθεν ὁ κύριος.

[*](dCS (anschließend an p. 137, 17) — 6f. Joh. 11 2 καὶ > S 3 ὁ > C 4 μείν. δὲ] καὶ διαμείναντες S ἕως — 5 κυρίου nach 5 ἀρχιερωσύνῃ S 5 Φησὶ — 9 nur C > dS)
282

>καὶ τοῖς αἰχμαλώτοις ἄφεσιν<. Τινας δὲ αἰχμαλώτους φησὶν αὐτούς, οὓς πρώην αἰχμαλωτευθέντας καὶ δεσμευθέντας ὑπὸ τοῦ διαβόλου ἐλθὼν ὁ Χριστὸς καὶ καθελὼν τὸν ἀποστάτην καὶ ἀλαζόνα τύραννον τὸν Σατανᾶν ἠλευθέρωσε τῆς αἰχμαλωσίας; Τοὺς αὐτοὺς καὶ >τυφλοὺς< >τεθραυσμένους< φησίν· αὐτὸς γὰρ ἐξήστραψε τοῖς ἐσκοτισμένην ἔχουσι διάνοιαν τὸ νοητὸν φῶς, ἀφῆκέν τε ἤγουν ἀπέλυσε δεσμῶν τῶν τῆς ἁμαρτίας τοὺς >τεθραυσμένους καὶ συντετριμμένους τῇ καρδίᾳ<, τοῦτ᾿ συντριβέντας ὑπὸ τοῦ βάρους τῆς ἁμαρτίας ἢ τοὺς ταπεινοὺς τῷ πνεύματι, οἷς καὶ κηρύσσει >ἐνιαυτὸν κυρίου δεκτόν<. Ποῖος δὲ οὗτός ἐστιν ὃν τὸ κήρυγμα τοῦ σωτῆρος ἐγίνετο ἢ καθ᾿ ὃν ὁ ἀμνὸς ὁ ἀληθινὸς ὑπὲρ τῆς ἁμαρτίας τοῦ κόσμου προσεφέρετο;

[*](adk CNκ (in k als Schluß eines langen Kyrillscholions, gekürzt), an p. 194, 13—23 — 9 vgl. Matth. 5 2—5 αἰχμαλωσίασ] αὐτὸς (+ γὰρ V) αἰχμαλώτους ὄντας ἐῤῥύσατο, τὸν ἀποστάτην τύραννον καθελών, τοῦτ᾿ ἔστι τὸν Σατανᾶν akV 2 Τίνας—φησὶν > d ἢ] λέγει δὲ d 3 οὓς] τοὺς d 3/4 διαβόλου+ οὓς d 4 καὶ1 — 5 Σατανᾶν > d 5 Τοὺς—6 φησίν > akV αὐτοὺς + δὲ d 6 αὐτὸς — 7 φῶς] αὐτοῖς γὰρ ἐσκοτισμένοις οὖσι τὴν διάνοιαν τὸ νοητὸν ἐξήστραψε φῶς d, αὐτὸς ἐνήστραψε τὸ νοητὸν καὶ θεῖον (+ καὶ οὐράνιον b) φῶς τοῖς ἐσκοτισμένην ἔχουσι τὴμ καρδίαν akV, + καθὼς αὐτός φησιν, ὅτι Ε;ἐγὼ φῶς εἰς τὸν κόσμον τοῦτον ἐλήλυθα> (Joh. 12, 46) akV (~ τὸ θεῖον καὶ νοητὸν φῶς ἐνήστραψε k καθὼς — ὅτι] Ἔφη γοῦν kV / τοῦτον > a) 7 ἀφῆκεν — 8 καρδίᾳ] αὐτὸς ἀπέλυσε δεσμῶν, δηλονότι τῶν εἰς ἁμαρτίαν, τοὺς συντεθραυσμένην ἔχοντας (+ τὴν k) καρδίαν akV αὐτὸς + καὶ A / δεσμ. — ἁμαρτ.] τῶν τῆς ἁμαρτίας δεσμῶν, δηλονότι k), αὐτὸς δεσμῶν τῶν ἐξ ἁμαρτίας ἀπέλυσε πάντας τοὺς πιστούς A ἤγουν ἀπέλυσε > d 8 καὶ συντετριμμένους > d τοῦτ᾿ — 9 συντριβ. > d τοῦτ’ ἔστι — 9 πνεύματι > akV 10 οἷς —12] αὐτὸς ἐκήρυξεν <ἐνιαυτὸν δεκτόν>, οὗ (+ καὶ V) ὁ πάνσοφος Παῦλος μνημονεύει λέγων· <ἰδοὺ νῦν καιρὸς ἰδοὺ νῦν ἡμέρα σωτηρίας> (2 Kor. 6, 2) akV διαμνημονεύει V / νῦν > 10 Ποῖος — ἤ > d 10 — 11 ἐγίνετο vgl.] ἀλλὰ τὴν μέλλουσαν αὐτὸς ὑπέδειξε ζωὴν καὶ τὴν δικαίαν ἠπείλησε κρίσιν. Αὐτὸς ἐκήρυξε ἐνιαυτὸν κυρίου δεκτόν, καθ᾿ ὃν τὸ κήρυγμα τοῦ σωτῆρος ἐγένετο· ἐνιαυτὸν γὰρ δεκτὸν τὴν προτέραν αὐτοῦ οἶμαι λέγεσθαι παρουσίαν, ἡμέραν δὲ ἀνταποδόσεως, τὴν τῆς κρίσεως ἡμέραν W (letzter Teil des dem k-Text entsprechenden Kyrill-Scholions). 12 ~ τοῦ κόσμου προσεφέρ. ἁμαρτ. d)