Fragmenta In Lucam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.
Ἰωάννης μὲν οὖν οὖδὲ ἐμνήσθη τούτον, Ματθαῖός τε καὶ Μᾶρκος οὔτε ἥλιον οὔτε ἔκλειψιν ὠνόμασαν. Λουκᾶς δὲ εἰπών· >τοῦ ἡλίου ἐκλείποντος< τάχα τὸ περὶ ἡμᾶς πάθος δηλοῖ, εἴτε σκοτεινῆς νεφέλης ἢ νεφῶν ὑποδραμουσῶν τὰς φθανούσας ἐπὶ τὴν Ἰουδαίαν γῆν ἡλιακὰς ἀκτῖνας ἢ τοῦ ἐκεῖσε ἀέρος παχυνθέντος συμπαθοῦντος καὶ αὐτοῦ τῷ γεγονότι, ὥσπερ ἡ περὶ τὴν Ἰουδαίαν γῆ καὶ αἱ πέτραι καὶ τὰ μνημεῖα· πολλαχοῦ γὰρ ἡ γραφὴ πᾶσαν γῆν τὴν Ἰουδαίαν ὀνομάζει· τοῦτο δὲ γέγονεν, ἵν᾿ εἰδεῖεν ὅτι αὐτός ἐστιν ἐκεῖνος ὁ ἀπηρτημένος τοῦ ξύλου ὁ σύνοπλον τὴν κτίσιν λαβών, ὅτε >τοῖς Αἰγυπτίοις πεπολέμηκε δι᾿ αὐτοὺς< καὶ τὸ ἡλιακὸν ἐκλέλοιπε φῶς καὶ ἁπάσης τῆς αὐτῶν χώρας κατεσκεδάσθη τὸ σκότος.
[*](dCδ Vgl. Orig. in Matth. vet. interpr. 134 (V, 54, 1 — 55, 7 Lomm.). 8 vgl. Gen. 13, 9; Joel 1, 2; Jerem. 1,14 10Exod. 14, 25 11f. vgl. Exod. 10, 22 5 νεφελῶν C γῆν > C 6 συμπενθοῦντος (korr. ?) D 7 τὴν > D4 γῆν d 8 τὴν > D4 ὀνομάζει] λέγει d 9 ἀπηρτισμένος CD, ἀπερτισόμενος δ ἐν τῷ ξύλῳ D4 10 ὅτε] ὁ καὶ d τοὺς Αἰγυπτίους D3 πεπολ. — αὐτοὺς] δι᾿ αὐτοὺς ποτὲ πολεμήσας d 11 καὶ — φῶς > d κατασκεδάσας DD4δ, κατασκευάσας D3)Περὶ ταύτης τῆς ἐκλείψεως προεφήτενοε καὶ Ζαχαρίας εἰπών· >ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς· καὶ ψύχος καὶ πάγος ἔσται μίαν ἡμέραν· καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ· καὶ οὐχ ἡμέρα καὶ οὐχὶ νύξ· καὶ πρὸς ἑσπέραν ἔσται φῶς< εἰκὼν τὸ σκότος τοῦ ἐσκοτίσθαι τοὺς ἐπιβάλλοντας χεῖρα τῷ φωτί. Ὡς γὰρ Αἰγυπτίοις σκότος καὶ τοῖς υἱοῖς Ἰσραὴλ φῶς, οὕτως νῦν τῇ μὲν ἐκκλησίᾳ φῶς, Ἰουδαίοις δὲ σκότος τριῶν ὡρῶν, φωτὸς πατρικοῦ, ἀπαυγάσματος Χριστοῦ, ἐλλάμψεως ἁγίου πνεύματος. Καὶ ἐπεὶ ἐν τῇ ἕκτῃ ἡμέρᾳ γεγένηται ὁ ἄνθρωπος, [*](k* — 2ff. Zach. 14, 6. 7 6f. vgl. Exod. 10, 23 6ff. vgl. Orig. in Matth. vet. interpr. 134 (V, 58, 1 — 16 Lomm.), z. T. wörtlich 8 vgl. Hebr. 1, 3 9. 11 vgl. Gen. 1, 27. 31) [*](2 ~ τῆς ἐκλείψ. ταύτης K1)
Αὕτη ἡ φωνή, ἣν ἔκραξεν ἐπὶ τῷ σταυρῷ· >εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου<, διδάσκει, ὅτι αἱ τῶν ἁγίων ψυχαὶ οὐκέτι εἰς ᾅδου κατακλείονται, καθὰ καὶ πρῴην, ἀλλὰ παρὰ τῷ θεῷ εἰσιν, τούτου γεγονότος ὡς ἐν ἀπαρχῇ ἐν Χριστῷ· κάτω γὰρ ἦν ἡ χώρησις καὶ ἡ κατοχὴ τῶν ψυχῶν, ἀλλὰ ταύτην τὴν κάτω πορείαν ὁ κύριος εἰς τὰ ἄνω μετέστησε δι᾿ ἑαυτοῦ. Ἐπειδὴ γὰρ ἐν αὐτῷ τὸ ἀπλημμελὲς ἡ ἀνθρώπου φύσις εὑρέθη πλουτήσασα, κεκαινοτόμηκεν ἡμῖν τὸ πέμπεσθαι >εἰς χεῖρας θεοῦ ζῶντος< τὰς σωμάτων ἀπαλλασσομένας ψυχάς, καὶ τοῦτο εἰδὼς ὁ ἅγιος ἔφη Στέφανος· >κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου<. Τὸ δὲ >παρα- τίθημι< τὸ ἑκούσιον διδάκει τοῦ πάθους καὶ δείκνυσιν, ὅτι οὐκ ἀπόλλυται· [ἐδήλου γὰρ τὸ >παραθήσομαι<, ὅτι πάλιν αὐτὴν ἀπολήψεται].
[*](k(Ὠριγένους καὶ Κυρίλλου) 9f. vgl. Hebr. 10, 31 11 Akt. 7, 59 13 vgl. Joh. 10, 18 6 ἀπαρχῇ] ἀρχῇ Κ7 9 πέμπεσθαι] ἐμπεσεῖν konj. Kl.)