Fragmenta In Lucam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.

Ὑπὲρ γὰρ ὅλου τοῦ βίου ἡμῶν οἱ πάντες κριθησόμεθα τότε, ἡνίκα λόγου συναιρομένου ἀχθήσεται εἰς μέσον καὶ >πᾶν ῥῆμα ἀργόν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι<,ἀλλὰ καὶ εἴ ποτέ τις >ἐπότισε ποτήριον ὕδατος ψυχροῦ [*](W* — 3f. Matth. 12, 36 4f. Matth. 10, 42)

272
μόνον εἰς ὄνομα μαθητοῦ<. Καὶ ταῦτα ἔσται, ἡνίκα τὸ παρὰ Δανιὴλ γεγραμμένον γένηται, τό· >βίβλοι ἀνεῷχθησαν, καὶ κριτήριον ἐκάθισεν<· οἱονεὶ γὰρ πόντων τῶν λελαλημένων ἡμῖν καὶ τῶν πεπραγμένων καὶ τῶν νενοημένων ἀναγραφή τις γίνεται, καὶ θείᾳ δυνάμει πᾶν κρυπτὸν ἡμῶν φανερωθήσεται καὶ πᾶν κεκαλυμμένον ἀποκαλυφθήσεται· >τοὺς γὰρ πάντας ἡμᾶς παραστῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν εἴτε φαῦλον<. Μηδεὶς δὲ οἰέσθω μακρῶν τινων αἰώνων δεήσειν τῷ τοσούτῳ τῶν πάντων καὶ ὑπὲρ πάσης τῆς ἐνταῦθα ζωῆς λογουθεσίῳ. ἀθρόως γὰρ βουληθεὶς ὁ θεὸς ἀναῤῥιπίσαι ἐν ταῖς πόντων μνήμαις παρ᾿ παρ’ ὅλον τὸν βίον γεγενημένα καλὰ ἢ φαῦλα ποιήσει τοῦτο ἀφάτῳ δυνάμει καὶ ὑπομνήσει ἕκαστον ὧν ἔπραξεν, ἵνα συναισθηθέντες ὧν πεποιήκαμεν καταλάβωμεν, δι’ ἃ κολαζόμεθα ἢ τιμώμεθα. Τολμητέον γὰρ καὶ λεκτέον, ὅτι ὁ τῆς προσδοκωμένης κρίσεως καιρὸς οὐ δεῖται χρόνων· ἀλλ᾿ ὡς ἡ ἀνάστασις γένεσθαι λέγεται >ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ<οὕτως οἶμαι καὶ ἡ κρίσις. Ἐν ταύυτῇ μὲν οὖν τῇ παραβολῇ δέκα δοῦλοι εὑρίσκονται δέκα λαβόντες μνᾶς, ἕκαστος ἀνὰ μίαν, ἐν ἑτέρᾳ δέ ὁ μὲν πέντε τάλαντα, ὁ δὲ δύο, ὁ δὲ ἕν· ἀλλαχοῦ δὲ ὀφειλέται ὁ μέν πεντακοσίων, ὁ δὲ πεντήκοντα δηνρίων. Εἴ τις δέ κατανοήσει τὸ ποικίλον τῆς ἀνθρωπίνης ψυχῆς καὶ τὰς πολλῷ διαφερούσας ἀλλήλων εὐφυΐας καὶ ἀφυΐας εἰς πλείονας τῶν ἀρετῶν ἢ ἐλάττονας, καὶ τάσδε τὰς ἀρετὰς ἢ τάσδε, τάχα ἂν ἐννοήσῃ, πῶς ἑκάστη ψυχὴ ἐλήλυθε, μετὰ τίνων τοῦ οἰκοδεσπότου νομισμάτων ἀναφαινομένων μετὰ τῆς τοῦ λόγου συμπληρώσεως καὶ τῆς ἑξῆς τῇ συμπληρώσενι τοῦ λόγου ἐπιμελείας καὶ ἀσκήσεως πρὸς τὰ δέοντα.

[*](6 Dan. 7, 10 8f. vgl. Matth. 10, 26; Luk. 8, 17; 1 Kor. 14, 25 9ff. 2 Kor. 5, 10 19 1 Kor. 15, 52 21 f. vgl. Matth. 25, 15 22 vgl. Luk. 7, 41)[*](19, 28—40 vide Homilia XXXVII.)[*](19, 41—45 vide Homilia XXXVIII.)[*](20, 20—40 vide Homilia ΧΧΧIΧ.)

Οἱ τὰ λῃστῶν φρονοῦντες και ποιοῦντες Ἰουδαῖοι και >λῃστῶν σπή- λαιον< τὸν οἶκον τοῦ θεοῦ πεποιηκότες καὶ διὰ τοῦτο ἐξ αὐτοῦ ὑπὸ τοῦ Ἰησοῦ ἐκβληθέντες περὶ μὲν τοῦ λῃστοῦ Βαραββᾶ ἐβόων· >ἀπόλυσον ἡμῖν τὸν Βαραββᾶν<περὶ δὲ τοῦ τῆς οἰκουμένης σωτῆρος· >σταύρου, σταύρου αὐτόν<. Διόπερ μέχρι σήμερον οἱ Ἰουδαῖοι Ἰησοῦν μὲν οὐκ ἔχουσιν — οὐ γὰρ πεπιστεύκασιν εἰς τὸν υἱὸν τοῦ θεοῦ — ἔχουσι δὲ μεθ’ ἑαυτῶν τὸν ἀπὸ >τῶν πνευματικῶν τῆς πονηρίας< Βαραββᾶν τὸν λῃστήν, ὃν ἤδη κεκρατημένον καὶ εἰς φυλακὴν βεβλημένον καθ᾿ ἑαυτῶν ἠξίωσαν ἀπολυθῆναι. Διὰ τοῦτο ἄρχει τῶν ἀπίστων Ἰουδαίων Βαραββᾶς ὁ λῃστής.

[*](10 W* — 2f. Luk. 19, 46 Par. 5f. Luk. 23, 21 7 vgl. Joh. 3. 18)[*](8 Ephes. 6, 12)
273

Οὕτως δέ τινας ἐτάραξεν ὡς ἀσύμφωνον τὸ εἰρημένον, ὥστε αὐτοὺς τολμῆσαι ὑπονοῆσαι προστεθεῖσθαι τῷ εὐαγγελίῳ ὑπό τινων ῥαδιουργόντων αὐτὸ τό· >σήμερον μετ᾿ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ<· ἡμεῖς δέ φαμεν ἁπλούστερον μέν, ὅτι τάχα, πρὶν ἀπελθεῖν εἰς τὴν λεγομένην καρδίαν τῆς γῆς, ἀποκατέστησεν εἰς τὸν παράδεισον τοῦ θεοῦ τὸν πιστεύσαντα λῃστήν.

[*](k* 6f. vgl. a: τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσήγαγε . . . τὸν εἰς αὐτὸν πιστεύσαντα 5f. vgl. Matth. 12, 40)