Fragmenta In Lucam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.
Τίς μὲν ἡ δόξα τοῦ σώματος τοῦ κυρίου, ἧς καὶ ὁ Παῦλος μέμνηται, παρεδείχθη τοῖς μαθηταῖς ἐν τῇ μεταμορφώσει ἐπὶ τοῦ ὄρους· ἐπεὶ δὲ ἐχρῆν μετά τὴν ἀνάστασιν ἐμφανισθῆναι τοῖς τε ἀποστόλοις καὶ τοῖς πεντακοσίοις μαθηταῖς εἰς πίστευσιν τῆς ἀναστάσεως, ὡς ἐχώρουν ἰδεῖν, ἐθεάθη, [καὶ] ὁποῖον ᾔδεσαν αὐτὸν παθεῖν, δεικνὺς αὐτοῖς καὶ τὰς ἐκ τῶν παθῶν οὐλάς. Ὅρα δέ, ὅτι καὶ ἀποδημῶν εἰρήνην αὐτοῖς ἀφῆκεν, ὡς ὁ Ἰωάννης ἔγραψεν· καὶ αὖθις ἐπιδημήσας εἰρήνην δίδωσι, τὸ γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα.
[*](W* — 2 vgl. Phil. 3, 21 3 vgl. Mark. 9. 2 Par. 5 vgl. 1 Kor. 15, 6 7 vgl. .Joh. 20, 27 7ff. vgl. Joh. 20, 20. 26 — 6 καὶ del. Κr.)[ἑτέρως δέ·] Σίμων καὶ Κλεόπας ὁμολογοῦντες ἐπὶ τοῖς λόγοις τοῦ σωτῆρος τό· >ἡ καρδία ἡμῶν καιομένη ἦν< καὶ τὰ ἑξῆς δηλοῦσιν, ὅτι οἱ ἀπὸ ἀγάπης τῆς πρὸς τοὺς ἀκούοντας ὑπὸ τοῦ σωτῆρος ἀπαγγελλόμενοι λόγοι ἐχούσης φλόγα πυρὸς ἔκαιον, ἀνάπτοντες τὴν καρδίαν τῶν ἀκουόντων πρὸς ἀγάπην θεοῦ.
[*](k* — 5 φλογὰς ΚΚ7)Τοιοῦτον δέ τι καὶ περὶ τοῦ Ἀαρὼν ἐν τῷ Λευϊτικῷ γέγραπται, ὅτι >ἐξάρας τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν λαὸν ηὐλόγησεν αὐτούς<. Ὑπολαμβάνω δὲ ἐνθάδε αἰνίσσεθαι τὸν λόγον, ὅτι δεῖ τὸν εὐλογοῦυντά τινα κεκοσμῆσθθαι ἐν ἔργοις διαφέρουσι κα ἐπηρμένοις παρὰ τοὺς πολλούς· αἱ γὰρ χεῖρες Ἀαρὼν ἄνω ἐξαίρονται, ὅτε μέλλει εὐλογεῖν τὸν λαόν. Ὡς εἔπερ τις κάτω ἔχοι τὰς χεῖρας εἰς τὰ γήϊνα, οὐκ ἂν ἀνύσαι βουλόμενος τινα, ὥσπερ οὐδέ κάτω κείμεναι αἶ Μωϋσέως χεῖρες ὠφέλουν τὸν λαόν, ἀλλ᾿ ὅτε ἐπήροντο. Τούτου σύμβολον ἦν καὶ ἡ ἔπαρσις τῶν τοῦ σωτῆρος· ταῖς γὰρ ὑπὲρ ἄνθρωπον πράξεσιν ὕφωσεν τὰς χεῖρας καὶ ἔσωσε τοὺς πιστεύοντας. τάχα τοίνυν πᾶς ὁ ταῖς πράξεσιν ἐπηρμένος ἐσταύρωται, καὶ κατὰ τοῦτο ἔλεγε Παῦλος· >ἐγὼ κόσμῳ ἐσταύρωμαι κἀμοὶ κόσμος<, τοῦτ' ἔστιν· νενόηταί μοι ὁ λόγος ὁ περὶ κόσμου καὶ ἐπῆρται καὶ οὐκέτι κεῖται κάτω· τῷ γὰρ μὴ συνέντι τὸν λόγον τῆς κοσμοποιΐας ὁ λόγος οὐκ ἐσταύρωται. Καλὸν γὰρ εἶναι ἡγοῦμαι τὸ σταυροῦσθαι, ὃ καὶ Παῦλος πέπονθε, Χριστῷ συνεσταυρωμένος, καὶ ὁ κόσμος ἔσχεν ὡς πρὸς τὸν Παύλου νοῦν ἐπηρμένος καὶ νενοημένος αὐτῷ. Ἀλλως δὲ ἐπαίρει τὰς χεῖρας ὁ κύριος, δύναμιν δύναμιν τοῖς μαθηταῖς ἐντιθεὶς διὰ τῆς εὐλογίας.
[*](k* 3 Lev. 9, 22 8f. vgl. Exod. 17, 11 12f. Gal. 6, 14 16 vgl. Gal. 3, 1 6 ἐξῄροντο Κ7 μέλλει — λανόν] εὐλογεῖν τὸν λαὸν ἔμελλεν Κ7 ἔχει 10 ὕψ. — 11 πράξ. Κ1 13 13 τοῦτ’ ἔστιν — 18 αὐτῷ > Κ7 14 τὸν τῷ λόγῳ Κ1 15 λόγος κόσμος Κ1 εἶναι] οἶμαι 1)