Fragmenta In Lucam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.
Νοήσεις δέ καὶ οὕτως τὸ ἐπιθυμεῖν κορεσθῆναι τὸν ἄσωτον ἐκ τῶν κερατίων. Ἡ λογικὴ φύσις ἐν ἀλογίᾳ γενομένη ἐπιθυμεῖ, κἂν μὴ ἐν [*](κ* m* μ) [*](2 τὸ — 3 κερατίων > k 3 Ἡ > k γενομένη] οὖσα k)
Καταλιὼν τὰ οὐράνια προσέθηκα τὸ ἀσεβῆσαι πρός σε· τὴν ἀνθρωπίνην ἀθλιότητα ἀθλιότητα δείκνυσιν ὁ λόγος ἱστορικῶς διηγούμενος τὴν ἀποφοίτησιν αὐτοῦ καὶ τὴν ἀτοπίαν. Οὐ πρότερον δὲ αὐτὸν ἐπανάγει πρὸς τὴν ἐξ ἀρχῆς εὐκληρίαν, πρὶν αἴσθησιν αὐτὸν τῆς παρούσης λαβεῖν συμφορᾶς καὶ εἰς ἑαυτὸν ἐλθεῖν καὶ μελετῆσαι τὰ τῆς μεταμελείας ῥήματα· φησὶ γὰρ >ἥμαρτον< καὶ τὰ ἑξῆς, οὐκ ἂν προσθεὶς τῇ ἐξομολογήσει τὴν > εἰς τὸν οὐρανὸν< ἁμαρτίαν, μὴ πεπεισμένος ἑαυτοῦ πατρίδα εἷναι τὸν οὐρανόν, ἃν καταλιπὼν ἐπλημμέλησεν. Διὰ τοῦτο καὶ εὐπρόσιτον αὐτῷ τὸν πατέρα ἡ μελέτη τῆς τοιαύτης ἐξομολογήσεως ἀπεργάζεται ὥστε καὶ προδραμεῖν αὐτῷ καὶ φιλήματι τὸν τράχηλον δεξιώσασθαι.
[*](b*(fehlt in β) — 7/8 τῇ . . . ἁμαρτίᾳ Β1)Εἰ δὲ χρὴ τὸν τόπον καὶ ὑψη λότερον θεωρῆσαι, προκατάρχεται λόγων ἠθικῶν μὲν οἷον τροφῆς ἐν τῷ >φαγόντες<, ἐποπτικῶν δὲ οἷον ποτοῦ ἐν τῷ >εὐφρανθῶμεν<· >οἶνος< γὰρ >ἀρχὴ εὐφρονύνης< ὡς γέγραπται.
[*](k*ε — 4 vgl. Ps. 103 (104), 15)Tὸ τῆς >συμφωνίας< ἄνομα κυρίως τάσσεται ἐπὶ τῶν κατὰ μουσικὴν ἐν φωναῖς ἁρμονιῶν· καὶ εἰσί γε παρὰ τοῖς μουσικοῖς φθόγγοι φθόγγοις σύμφωνοι καὶ ἄλλοις διάφωνοι. Οἶδε δὲ καὶ ἡ εὐαγγελικὴ γραφὴ τὸ ὄνομα ἐπὶ τῶν κατὰ μουσικὴν ἁρμονιῶν τεταγμένον, ὡς ἐνταῦθα. Ἀλλὰ καὶ ἐν τῇ τοῦ Δανιὴλ βίβλῳ ἀναγέγραπται κελεύων ὁ Ναβουχοδονοσόρ, ἡνίκα ἂν ἀκούσωσιν οἱ ἠθροισμένοι >τῆς φωνῆς τῆς σάλπιγγος, συριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν, [*](W* — 6ff. Dan. 3, 5 — 5 ἁρμονιῶν konj. > W 6 Ναβοχοδονόσαρ W1)
Μία κεραία οὐ παρ’ Ἕλλησι μόνον ἐστὶ τὸ ἰῶτα, ἀλλὰ καὶ παρ᾿ Ἑβραίοις τὸ παρ᾿ αὐτοῖς καλούμενον ἰώθ. Δύναται δὲ τὸ >ἰῶτα ἕν ἢ μία κεραία< συμβολικῶς λέγεσθαι ὁ Ἰησοῦς, ἐπείπερ ἡ ἀρχὴ τοῦ ὁνόματος αὐτοῦ οὐ παρ' Ἕλλησι μόνον, ἀλλὰ καὶ παρ’ Ἑβραίοις ἀπὸ τοῦ ἱὼθ γράφεται. καὶ ἔστιν οὕτως τὸ >ἰῶτα ἔν ἢ μία κεραία< ὁ Ἰησοῦς, ὁ λόγος θεοῦ ἐν τῷ νόμῳ, οὐ παρερχόμενος αὐτόν, >ἕως ἂν πάντα γένηται<, καὶ οὐχὶ πίπτων· πίπτει γὰρ ἐπὶ σωτηρίᾳ, ἵνα >καρπὸν πολὺν < φέρῃ, ἀλλὰ πίπτων εὐκοπωτέρου ὄντος >τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν< ἢ περὶ τοῦτον ἐν τῷ νόμῳ τυγχάνοτα >μίαν κεραίαν <· >πεσὼν < δὲ >εἰς τὴν γῆν< ἀπέθανεν, ἵνα πλείονα καρπὸν φέρῃ, οὐ νικηθείς, ἀλλὰ >ταπεινώσας ἑαυτὸν καὶ γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ<.
[*](d(D*)K*Cε — 4, 7, 8 Matth. 5, 18 9, 11f. Joh. 12, 24 12f. Phil. 2, 8)[*](3 Μία] ἔτι μία κε ὅτι Κ1) τὸ > Κε(ggK7) 4 ~ xαλ. παρ’ αὐτ. Κ1 ἒν — κεραία > κε 5 ὁ > κε 6 οὐ . . . . μόνον, ἀλλὰ καὶ] καὶ . . . καὶ κε μόνον + ἐστὶ τὸ ἱῶτα D3 γράφεσθαι C 7 καὶ — οὕτως] ἔστι τοίνυν κε τὸ — Ἰησοῦς > κε 7 ~ ὁ2 — θεοῦ nach 8 νόμῳ κε 8 οὐ] μὴ κε αὐτὸν + μηδὲ πρότερον Πίπτων κε καὶ — 12 ἀπέθανεν] τότε δὲ πίπτων κε 10 ὄντος + τοῦ CD 3 τοῦτον] τοῦ τὸν C 13 σταυρῶν K(?)ε)>Ἄνθρωπός τις ἦν πλούσιος<· ἐπειδὴ οὐκ ἐδόκει κρεῖττον εἶναι κατὰ τὸ Σολομώντειον >ὄνομα καλὸν ἢ πλοῦτον πολύν<, ἀλλὰ τοὐναντίον πλοῦτον ἔχειν πολὺν ἢ ὄνομα καλόν, διὰ τοῦτο ἐξ ὧν ἠγαπήκει καλεῖται, πλούσιος προσαγορευόμενος, οὐχ ὅσιος οὐδὲ δίκαιος· ὁ δὲ πένης ἅτε μηδὲν ἔχων ἐν τῷ κόσμῳ τούτῳ ψιλῷ ὁνόματι Λάξαρος καλεῖται. Ἀλλ᾿ ὅρα πῶς τοῦ πλουσίου τὰ χαρακτηριστικὰ τίθησιν ὁ πόντων σωτὴρ ἰδιώματα. >καὶ ἐνεδιδύσκετο< γὰρ φησιν, >πορψύραν καὶ βύσσον εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς<· καὶ οὐδὲ τὸ κύριον αὐτοῦ τίθησιν ὄνομα, ἀλλ’· >ἄνθρωπός τις ἦν< φησίν, ἵν’ ἐν τῷ κοινῷ μὲν φέρῃ τὸ ἄδηλον, ἐν τῷ ἀδήλῳ δὲ τὸ κοινὸν εισάγῃ καθυβριξόμενον. Ἀλλ᾿ ἐπὶ τῶν δικαίων οὐχ οὕτως, ἀλλὰ πῶς; >Ἄνθρωπός τις ἦν<, φησίν, >ἐν χώρᾳ τῇ Αὐσίτιδι, ὄνομα αὐτῷ Ἰώβ<, καὶ >ἄνθρωπος ἦν ἐν‘ Ἱερουσαλήμ, ᾧ ὄνομα Συμεών<. Ὅτου χάριν; ὅτι περὶ μέν τοῦ ἐπάγει. >καὶ ἦν ἄνθρωπος ἐκεῖνος ἄμεμπτος, ἄκακος, δίκαιος, ἀληθινός, θεοεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος<, περὶ [*](W* — 2f. Prov. 22, 1 12 Hiob 1, 1 13Luk. 2, 25 14f. Hiob 1, 1) [*](6 ἐν konj. Kl. Kr. ὅρα πῶς konj. Kl.] οἶα, . . W)
Ἠβουλήθη τις ἀθετῆσαι τὴν περὶ τοῦ πλουσίου καὶ τοῦ πένητος διήγησιν, κατ᾿ ἄγνοιαν τοῦ εὐαγγελίου οὕτως ἐπαπορῶν· εἰ γὰρ ἀνέκειτο, φησίν, εἰς τὸν κόλπον τοῦ Ἀβραὰμ ὁ Λάζαρος, ἕτερος πρὸ τοῦ τοῦτον ἐξελθεῖν τὸν βίον ἀνέκειτο ἐν τῷ κόλπῳ τοῦ Ἀβραὰμ καὶ πρὶν ἐκείνου ἄλλος, ἀλλὰ καὶ ἄλλου, φησίν, δικαίου ἐξελθόντος ὁ πτωχὸς ὑπαναστήσεται. Οὐ γὰρ ἑώρα τὸν κόλπον τοῦ Ἀβραὰμ ὁ περὶ τούτων ἐπαπορῶν, καὶ ὅτι δύνατόν ἐστι μυρίους ἐν τῷ κόλπῳ τοῦ Ἀβραὰρ ἅμα ἀναπαύεσθαι κοινωνοῦντας τῶν ἀποκαλυφθέντων αὐτῷ. Καὶ γὰρ καὶ Ἰωάννης ὁ ἀγαπητός, εἰ καὶ κατὰ τὴν ἱστορίαν ἐν τῷ δείπνῳ >εἰς τὸν κόλπον τοῦ Ἰησοῦ< ἀνέκειτο, τοῦ γέρως τούτου ἀξιωθεὶς ὡς ἐξαιρέτου ἀγάπης κριθεὶς ἄξιος τῆς παρὰ τοῦ διδασκάλου, ἀλλὰ τοῦτο συμβολικῶς παρίτησιν, ὅτι τῷ λόγῳ Ἰωάννης ἀνακείμενος καὶ τοῖς μυστικωτέροις ἐναναπαυόμενος ἀνέκειτο ἐν τοῖς κόλποις τοῦ λόγου, ἀνάλογον τῷ καὶ αὐτὸν εἶναι τὸν >μονογενῆ< λόγον >ἐν τοῖς κόλποις τοῦ πατρὸς< ἀναγεγράφθαι.
[*](W* — 11f. Joh. 13, 23 16 Joh. 1, 18 7 ἄλλου konj.] ἄλλος W )[*](17, 20—33 vide Homilia ΧΧΧVI)Ἐξελέγχεται δὲ ἐν τῷ λόγῳ Μαρκιωνιστῶν [τε] παράνοια [καὶ Μανιχαίων], οἳ τὸν νόμον ἀλλότριον εἶναί φασι Χριστοῦ. Φησὶ γὰρ ὀ Μᾶρκος, ὅτι >ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς ἠγάπησεν αὐτόν<· οὐκ ἂν δὲ ἐπὶ τῇ τοῦ ἀλλοτρίου πληρώσει ἠγάπησε τὸν περὶ ταύτης παῤῥησιασάμενον. Ζήτησιν δὲ κινεῖ, πῶς ἠγαπήθη ὁ μὴ μέλλων ἀκολουθεῖν ἐπὶ τὴν ζωήν. Ἔστι δέ ἐπὶ μὲν τοῖς προτέροις ἀγάπης ἄξιος ὁ τὰ τοῦ νόμου φυλάξας· τῇ δέ πρὸς τὸ τέλειον ὀλιφωρίᾳ τὴν ἐπὶ τοῖς πρόσθεν ἀγάπην οὐκ εἴασε γενέσθαι τελείαν.
[*](κ*ε — 4 Mark. 10, 21 7 πρὸς Κ8ε] περὶ K)Ὑπὲρ γὰρ ὅλου τοῦ βίου ἡμῶν οἱ πάντες κριθησόμεθα τότε, ἡνίκα λόγου συναιρομένου ἀχθήσεται εἰς μέσον καὶ >πᾶν ῥῆμα ἀργόν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι<,ἀλλὰ καὶ εἴ ποτέ τις >ἐπότισε ποτήριον ὕδατος ψυχροῦ [*](W* — 3f. Matth. 12, 36 4f. Matth. 10, 42)
Οἱ τὰ λῃστῶν φρονοῦντες και ποιοῦντες Ἰουδαῖοι και >λῃστῶν σπή- λαιον< τὸν οἶκον τοῦ θεοῦ πεποιηκότες καὶ διὰ τοῦτο ἐξ αὐτοῦ ὑπὸ τοῦ Ἰησοῦ ἐκβληθέντες περὶ μὲν τοῦ λῃστοῦ Βαραββᾶ ἐβόων· >ἀπόλυσον ἡμῖν τὸν Βαραββᾶν<περὶ δὲ τοῦ τῆς οἰκουμένης σωτῆρος· >σταύρου, σταύρου αὐτόν<. Διόπερ μέχρι σήμερον οἱ Ἰουδαῖοι Ἰησοῦν μὲν οὐκ ἔχουσιν — οὐ γὰρ πεπιστεύκασιν εἰς τὸν υἱὸν τοῦ θεοῦ — ἔχουσι δὲ μεθ’ ἑαυτῶν τὸν ἀπὸ >τῶν πνευματικῶν τῆς πονηρίας< Βαραββᾶν τὸν λῃστήν, ὃν ἤδη κεκρατημένον καὶ εἰς φυλακὴν βεβλημένον καθ᾿ ἑαυτῶν ἠξίωσαν ἀπολυθῆναι. Διὰ τοῦτο ἄρχει τῶν ἀπίστων Ἰουδαίων Βαραββᾶς ὁ λῃστής.
[*](10 W* — 2f. Luk. 19, 46 Par. 5f. Luk. 23, 21 7 vgl. Joh. 3. 18)[*](8 Ephes. 6, 12)