Fragmenta In Lucam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.
>Ἄνθρωπός τις ἦν πλούσιος<· ἐπειδὴ οὐκ ἐδόκει κρεῖττον εἶναι κατὰ τὸ Σολομώντειον >ὄνομα καλὸν ἢ πλοῦτον πολύν<, ἀλλὰ τοὐναντίον πλοῦτον ἔχειν πολὺν ἢ ὄνομα καλόν, διὰ τοῦτο ἐξ ὧν ἠγαπήκει καλεῖται, πλούσιος προσαγορευόμενος, οὐχ ὅσιος οὐδὲ δίκαιος· ὁ δὲ πένης ἅτε μηδὲν ἔχων ἐν τῷ κόσμῳ τούτῳ ψιλῷ ὁνόματι Λάξαρος καλεῖται. Ἀλλ᾿ ὅρα πῶς τοῦ πλουσίου τὰ χαρακτηριστικὰ τίθησιν ὁ πόντων σωτὴρ ἰδιώματα. >καὶ ἐνεδιδύσκετο< γὰρ φησιν, >πορψύραν καὶ βύσσον εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς<· καὶ οὐδὲ τὸ κύριον αὐτοῦ τίθησιν ὄνομα, ἀλλ’· >ἄνθρωπός τις ἦν< φησίν, ἵν’ ἐν τῷ κοινῷ μὲν φέρῃ τὸ ἄδηλον, ἐν τῷ ἀδήλῳ δὲ τὸ κοινὸν εισάγῃ καθυβριξόμενον. Ἀλλ᾿ ἐπὶ τῶν δικαίων οὐχ οὕτως, ἀλλὰ πῶς; >Ἄνθρωπός τις ἦν<, φησίν, >ἐν χώρᾳ τῇ Αὐσίτιδι, ὄνομα αὐτῷ Ἰώβ<, καὶ >ἄνθρωπος ἦν ἐν‘ Ἱερουσαλήμ, ᾧ ὄνομα Συμεών<. Ὅτου χάριν; ὅτι περὶ μέν τοῦ ἐπάγει. >καὶ ἦν ἄνθρωπος ἐκεῖνος ἄμεμπτος, ἄκακος, δίκαιος, ἀληθινός, θεοεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος<, περὶ [*](W* — 2f. Prov. 22, 1 12 Hiob 1, 1 13Luk. 2, 25 14f. Hiob 1, 1) [*](6 ἐν konj. Kl. Kr. ὅρα πῶς konj. Kl.] οἶα, . . W)
Ἠβουλήθη τις ἀθετῆσαι τὴν περὶ τοῦ πλουσίου καὶ τοῦ πένητος διήγησιν, κατ᾿ ἄγνοιαν τοῦ εὐαγγελίου οὕτως ἐπαπορῶν· εἰ γὰρ ἀνέκειτο, φησίν, εἰς τὸν κόλπον τοῦ Ἀβραὰμ ὁ Λάζαρος, ἕτερος πρὸ τοῦ τοῦτον ἐξελθεῖν τὸν βίον ἀνέκειτο ἐν τῷ κόλπῳ τοῦ Ἀβραὰμ καὶ πρὶν ἐκείνου ἄλλος, ἀλλὰ καὶ ἄλλου, φησίν, δικαίου ἐξελθόντος ὁ πτωχὸς ὑπαναστήσεται. Οὐ γὰρ ἑώρα τὸν κόλπον τοῦ Ἀβραὰμ ὁ περὶ τούτων ἐπαπορῶν, καὶ ὅτι δύνατόν ἐστι μυρίους ἐν τῷ κόλπῳ τοῦ Ἀβραὰρ ἅμα ἀναπαύεσθαι κοινωνοῦντας τῶν ἀποκαλυφθέντων αὐτῷ. Καὶ γὰρ καὶ Ἰωάννης ὁ ἀγαπητός, εἰ καὶ κατὰ τὴν ἱστορίαν ἐν τῷ δείπνῳ >εἰς τὸν κόλπον τοῦ Ἰησοῦ< ἀνέκειτο, τοῦ γέρως τούτου ἀξιωθεὶς ὡς ἐξαιρέτου ἀγάπης κριθεὶς ἄξιος τῆς παρὰ τοῦ διδασκάλου, ἀλλὰ τοῦτο συμβολικῶς παρίτησιν, ὅτι τῷ λόγῳ Ἰωάννης ἀνακείμενος καὶ τοῖς μυστικωτέροις ἐναναπαυόμενος ἀνέκειτο ἐν τοῖς κόλποις τοῦ λόγου, ἀνάλογον τῷ καὶ αὐτὸν εἶναι τὸν >μονογενῆ< λόγον >ἐν τοῖς κόλποις τοῦ πατρὸς< ἀναγεγράφθαι.
[*](W* — 11f. Joh. 13, 23 16 Joh. 1, 18 7 ἄλλου konj.] ἄλλος W )[*](17, 20—33 vide Homilia ΧΧΧVI)Ἐξελέγχεται δὲ ἐν τῷ λόγῳ Μαρκιωνιστῶν [τε] παράνοια [καὶ Μανιχαίων], οἳ τὸν νόμον ἀλλότριον εἶναί φασι Χριστοῦ. Φησὶ γὰρ ὀ Μᾶρκος, ὅτι >ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς ἠγάπησεν αὐτόν<· οὐκ ἂν δὲ ἐπὶ τῇ τοῦ ἀλλοτρίου πληρώσει ἠγάπησε τὸν περὶ ταύτης παῤῥησιασάμενον. Ζήτησιν δὲ κινεῖ, πῶς ἠγαπήθη ὁ μὴ μέλλων ἀκολουθεῖν ἐπὶ τὴν ζωήν. Ἔστι δέ ἐπὶ μὲν τοῖς προτέροις ἀγάπης ἄξιος ὁ τὰ τοῦ νόμου φυλάξας· τῇ δέ πρὸς τὸ τέλειον ὀλιφωρίᾳ τὴν ἐπὶ τοῖς πρόσθεν ἀγάπην οὐκ εἴασε γενέσθαι τελείαν.
[*](κ*ε — 4 Mark. 10, 21 7 πρὸς Κ8ε] περὶ K)