Fragmenta In Lucam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.
Εἰ δὲ χρὴ τὸν τόπον καὶ ὑψη λότερον θεωρῆσαι, προκατάρχεται λόγων ἠθικῶν μὲν οἷον τροφῆς ἐν τῷ >φαγόντες<, ἐποπτικῶν δὲ οἷον ποτοῦ ἐν τῷ >εὐφρανθῶμεν<· >οἶνος< γὰρ >ἀρχὴ εὐφρονύνης< ὡς γέγραπται.
[*](k*ε — 4 vgl. Ps. 103 (104), 15)Tὸ τῆς >συμφωνίας< ἄνομα κυρίως τάσσεται ἐπὶ τῶν κατὰ μουσικὴν ἐν φωναῖς ἁρμονιῶν· καὶ εἰσί γε παρὰ τοῖς μουσικοῖς φθόγγοι φθόγγοις σύμφωνοι καὶ ἄλλοις διάφωνοι. Οἶδε δὲ καὶ ἡ εὐαγγελικὴ γραφὴ τὸ ὄνομα ἐπὶ τῶν κατὰ μουσικὴν ἁρμονιῶν τεταγμένον, ὡς ἐνταῦθα. Ἀλλὰ καὶ ἐν τῇ τοῦ Δανιὴλ βίβλῳ ἀναγέγραπται κελεύων ὁ Ναβουχοδονοσόρ, ἡνίκα ἂν ἀκούσωσιν οἱ ἠθροισμένοι >τῆς φωνῆς τῆς σάλπιγγος, συριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν, [*](W* — 6ff. Dan. 3, 5 — 5 ἁρμονιῶν konj. > W 6 Ναβοχοδονόσαρ W1)
Μία κεραία οὐ παρ’ Ἕλλησι μόνον ἐστὶ τὸ ἰῶτα, ἀλλὰ καὶ παρ᾿ Ἑβραίοις τὸ παρ᾿ αὐτοῖς καλούμενον ἰώθ. Δύναται δὲ τὸ >ἰῶτα ἕν ἢ μία κεραία< συμβολικῶς λέγεσθαι ὁ Ἰησοῦς, ἐπείπερ ἡ ἀρχὴ τοῦ ὁνόματος αὐτοῦ οὐ παρ' Ἕλλησι μόνον, ἀλλὰ καὶ παρ’ Ἑβραίοις ἀπὸ τοῦ ἱὼθ γράφεται. καὶ ἔστιν οὕτως τὸ >ἰῶτα ἔν ἢ μία κεραία< ὁ Ἰησοῦς, ὁ λόγος θεοῦ ἐν τῷ νόμῳ, οὐ παρερχόμενος αὐτόν, >ἕως ἂν πάντα γένηται<, καὶ οὐχὶ πίπτων· πίπτει γὰρ ἐπὶ σωτηρίᾳ, ἵνα >καρπὸν πολὺν < φέρῃ, ἀλλὰ πίπτων εὐκοπωτέρου ὄντος >τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν< ἢ περὶ τοῦτον ἐν τῷ νόμῳ τυγχάνοτα >μίαν κεραίαν <· >πεσὼν < δὲ >εἰς τὴν γῆν< ἀπέθανεν, ἵνα πλείονα καρπὸν φέρῃ, οὐ νικηθείς, ἀλλὰ >ταπεινώσας ἑαυτὸν καὶ γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ<.
[*](d(D*)K*Cε — 4, 7, 8 Matth. 5, 18 9, 11f. Joh. 12, 24 12f. Phil. 2, 8)[*](3 Μία] ἔτι μία κε ὅτι Κ1) τὸ > Κε(ggK7) 4 ~ xαλ. παρ’ αὐτ. Κ1 ἒν — κεραία > κε 5 ὁ > κε 6 οὐ . . . . μόνον, ἀλλὰ καὶ] καὶ . . . καὶ κε μόνον + ἐστὶ τὸ ἱῶτα D3 γράφεσθαι C 7 καὶ — οὕτως] ἔστι τοίνυν κε τὸ — Ἰησοῦς > κε 7 ~ ὁ2 — θεοῦ nach 8 νόμῳ κε 8 οὐ] μὴ κε αὐτὸν + μηδὲ πρότερον Πίπτων κε καὶ — 12 ἀπέθανεν] τότε δὲ πίπτων κε 10 ὄντος + τοῦ CD 3 τοῦτον] τοῦ τὸν C 13 σταυρῶν K(?)ε)