Fragmenta In Lucam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.
Ὁ πύργος ἀνάστημα ἔχων καὶ δίαρμα καὶ ὕφος εἴη ἂν ὁ περὶ θεοῦ λόγος. αἰνίτεται οὖν διὰ τῆς παραβολῆς, ὅτι μέλλων θεολογεῖν σκόπησον εἰ δύνασαι ἀρξάμενος. Πάντα ἀπαιτεῖ ὁ λόγος εἰς θεολογίαν τελειῶσαι, ἕνα μὴ ἀρξάμενος τῶν τῆς θεοσεβείας δογμάτων ἀτελῆ καταλίῃς τὸν περὶ θεοῦ λόγον καὶ στεφάνην αὐτῷ μὴ ἐποικοδομήσῃς. εἰ γὰρ στεφάνην οὐκ ἐπῳκοδόμησεν, πεσεῖταί τις ἀπὸ τοῦ πύργου καὶ ἀποθανεῖται.
[*](W*)Νοήσεις δέ καὶ οὕτως τὸ ἐπιθυμεῖν κορεσθῆναι τὸν ἄσωτον ἐκ τῶν κερατίων. Ἡ λογικὴ φύσις ἐν ἀλογίᾳ γενομένη ἐπιθυμεῖ, κἂν μὴ ἐν [*](κ* m* μ) [*](2 τὸ — 3 κερατίων > k 3 Ἡ > k γενομένη] οὖσα k)
Καταλιὼν τὰ οὐράνια προσέθηκα τὸ ἀσεβῆσαι πρός σε· τὴν ἀνθρωπίνην ἀθλιότητα ἀθλιότητα δείκνυσιν ὁ λόγος ἱστορικῶς διηγούμενος τὴν ἀποφοίτησιν αὐτοῦ καὶ τὴν ἀτοπίαν. Οὐ πρότερον δὲ αὐτὸν ἐπανάγει πρὸς τὴν ἐξ ἀρχῆς εὐκληρίαν, πρὶν αἴσθησιν αὐτὸν τῆς παρούσης λαβεῖν συμφορᾶς καὶ εἰς ἑαυτὸν ἐλθεῖν καὶ μελετῆσαι τὰ τῆς μεταμελείας ῥήματα· φησὶ γὰρ >ἥμαρτον< καὶ τὰ ἑξῆς, οὐκ ἂν προσθεὶς τῇ ἐξομολογήσει τὴν > εἰς τὸν οὐρανὸν< ἁμαρτίαν, μὴ πεπεισμένος ἑαυτοῦ πατρίδα εἷναι τὸν οὐρανόν, ἃν καταλιπὼν ἐπλημμέλησεν. Διὰ τοῦτο καὶ εὐπρόσιτον αὐτῷ τὸν πατέρα ἡ μελέτη τῆς τοιαύτης ἐξομολογήσεως ἀπεργάζεται ὥστε καὶ προδραμεῖν αὐτῷ καὶ φιλήματι τὸν τράχηλον δεξιώσασθαι.
[*](b*(fehlt in β) — 7/8 τῇ . . . ἁμαρτίᾳ Β1)