Fragmenta In Lucam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.

Ἑτέρως ἐστὶ λαβεῖν τὴν τὴν μὲν γυναῖκα εἰς τὴν ἐκκλησίαν, τὴν δὲ ζύμην εἰς τὸ πνεῦμα τὸ ἅγιον, σάτα δὲ τρία σῶμα, πνεῦμα, ψυχήν. Ἀγιάζεται δέ ταῦτα ταῦτα ζύμῃ τοῦ ἁγίου πνεύματος, ὥστε γενέσθαι πρὸς τὸ ἅγιον πνεῦμα ἔν φύραμα, ἵν >ὁλόκληρον ἡμῶν τὸ σῶμα καὶ τὸ πνεῦμα καὶ ἡ ψυχὴ ἀμέμπτως τηρηθείῃ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ <, ὥς φησιν ὁ θεπέσιος Παῦλος.

[*](b*d(D*)k*CV*W*e — 5ff. 1 Thess. 5, 23)[*](2 Ἐτέρως + δέ κ(gg K8 ε) Ἑτέρ. — γυναῖκα] τινὲς δὲ τὴν μὲν γυναῖα λαμβάνουσιν C, (Ὁ δὲ W) Ὠριγένης τὴν μὲν γυναῖκα λαμβάνει bVW (Ὠριγ. > V, weil schon Lemma) 2 Ἐτέρως — 3 ἅγιον ἄλλοι τὴν ζύμην εἰς τὸ Πνεῦμα λαμβάνουσι τὸ ἅγιον, τὴν δὲ γυναῖκα εἰς τὴν ἐκκλησίαν d 3 δὲ + τὰ D 3 σῶμα + καὶ D 3 W ψυχὴ καὶ πνεῦμα d, ψυχὴν καὶ πνεῦμα C, Πνεῦμα καὶ ψυχήν W 4 δὲ γὰρ dW ζύμῃ] ἐπε λεύσει dCW, ἐπιφοιτήσει D 4 ὥστε] ὡς bdk(ggK8 ε )CVW πρὸς — 5 ψύραμα] ἓν φύραμα ταῦτα Πρὸς τὸ ἅγιον πνεῦμα dC 5 ἶν’ — 7 Παῦλος > bkV ἡμῶν > d 6 ψυχὴ + κατὰ τὸν θεῖον ἀπόστο λον d ἀμέμπτως — Schluß καὶ ἑξῆς W 7 ὥς — Παῦλος > d)

Ἀλλ' οὕτω μέν κατὰ τὸ ῥητὸν κελευόμεθα μὴ φίλους καλεῖν καὶ γείτονας, ἀλλὰ >πτωχοὺς καὶ ἀναπήρους, χωλοὺς καὶ τυφλούς<. εἰ δέ μὴ οἰκονομικῶς καὶ ὡς ἐν παραβολαῖς λέγει ταῦτα, ἶνα καὶ οἱ ἀ\κεραιότεροι ὡς ἐγχωρεῖ ὡφελῶνται ταῦτα, καὶ ἀποτρέπει τῶν καθηκόντων. οὐ σοφοῦ γὰρ ἔστι πτωχοὺς μὴ πιστοὺς καλεῖν ἢ φίλους πιστοὺς πτωχοὺς μὴ καλεῖν. Τάχα οὖν μυστικῶς >φίλοι < οἱ χαίροντες λόγῳ τοῖς τῆς ἀληθείας δόγμασιν, >ἀδελφοὶ < οἱ ἔχοντες ἀδελφὰ δόγματα, >συγγενεῖς < οἱ πορρώτεροι μέν, πλησιάζειν δ’ ἡμῖν θέλοντες ἐν δόγμασιν, >γείτονες < [*](4–22 δια λεκτ. + 25 ἄριστον 2 — 28 (=dC) +Kyrill + 22 Καὶ — 27 διαθήκης (= d1 C1) 2–22 διαλεκτ. Κ* ε) [*](2 Ἀλλ' — 3 τυφλούς > dC οὕτω] οὕτε Κ8 ε 4 εἰ — 7 καλεῖν < ke καὶ + μὴ C παραβολῇ C 5 ὡφελοῦνται DD 3 ὡφε λ. ταῦτα] ὁνῶνται αὐτῶν C τῶν > C 6 ἔστι alle Hss ἢ — 7 καλεῖν > d 7 Τάχα — φίλοι] μυστικῶς δὲ τάχα τάχα φίλοι μὲν εἶεν ἂν Κ ε λόγῳ D3 D4] καθ’ ἡμᾶς K ε 8 ἀδε λφοὶ + δέ κε συγγ. + δὲ Κ 1 9 πορρωτέρω δ 4 πορρώτεροι μέν > ke δ’ > ke ἡμῖν + κατὰ ταῦτα κ ε θέλοντες βούλονται Κ 1 ἐν δόγμασιν > κ ε)

267
οἱ μὴ πάντη μακρὰν ἔχοντες τὰ οἱκοδομήματα τῶν ἡμετέρων δογμάτων. Κατὰ κοινοῦ μὲν οὖν >ploysqioyw< ἀκουστέον. ὁ δέ πλουτῶν ἐν οἷς οἴεται ἀληθέσι δόγμασι, κληθεὶς ἐπὶ τὸν ὄντως ἀληθῆ λόγον, ἀντιλέγων τῇ ἀληθείᾳ οἷον ἀντικαλεῖ τὸν διδάσκοντα· ἐπεὶ δέ οὐ >οὐ πολλοὶ< μὲν ἐν ἡμῖν >σοφοί< τινὲς δέ, ζητητέον εἰ καὶ τούτους κλητέον· οἱ μὲν γὰρ ἀκροάσεις καταγγέλλοντες >πλουσίους< καὶ οὐ πτωχοὺς καλοῦσιν, ὁ δὲ πρὸς δόξαν ἀληθῆ διακονῶν τῷ λόγῳ κενοδοξίας ἀπήλλακται. >Κάλει< δὲ >πτωχούς<, φησίν, τοὐτ' ἔστιν ἀπόρους λόγων, ἶνα πλουτήσῃς, >ἀναπήρους< τοῦτ' ἔστιν βεβλαμμένους τὸ φρόνημα, ἵνα ὑγιάσῃς, >χωλοὺς< τοὺς σκάζον- τας τῷ λόγῳ, ἴν ὁρθὰς τροχιὰς ποιῶσι, >τυφλοὺς< τοὺς τὸ θεωρητικὸν μὴ ἔχοντας, ἕνα βλέπωσι τὸ φῶς τὸ ἀληθινόν. Τὸ δέ· >οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι< ἴσον ἐστὶ τῷ. οὐκ ἴσασι πρὸς ἐρώτησιν ἢ ἀπόκρισιν διεξάγειν λόγον καὶ διαλεκτικῶς. Καὶ ἄνθρωπος μέν ἀπὸ φιλανθρωπίας ἀναγορευόμενος ὁ θεὸς καὶ πατὴρ τοῖς μήπω δυναμένοις >φαγεῖν ἄριστον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ< ὡς ἄνθρωπος δεῖπνον ποιεῖ καὶ μέγα· ὑπερ- βέβηκε γὰρ τὸ ἄριστον. ἄριστον μέν γὰρ οἱ εἰσαγωγικοὶ λόγοι ἢ ἠθικοὶ ἢ τὰ παλαιὰ λόγια, δεῖπνον δέ οἱ ἐν προκοπῇ λόγοι μυστικοὶ ἢ οἱ τῆς νέας διαθήκης. >Ἀνάστασιν< δὲ >δικαίων< ἐνταῦθα λέγει, ἣν Ἰωάννης πρώτην ἐν τῇ Ἀποκαλύψει φησίν.

[*](13f. 1 Kor. 1, 26 23f. Luk. 14, 15 25ff. vgl. Orig. Comm. in Matth. tom. XVII, 15 (IV, 120, 13ff. Lomm.) : τὸ δὲ ἡτοιμασμένον ἄριστον . . . οἱ στερεαὶ ἦσαν καὶ λογικοὶ τῶν μυστηρίων τοῦ θεοῦ τραφαί; Comm. iu Joh, XXXII, 2 (S. 426, 9ff. Preuschen) 27f. Apok. 20, 5)[*](10 πάντα κε ἔχοντ.] ἀπέχοντες D4 ἔχ. — οἰκοδομ. >Kε 10/11 + ἐσκηνωμένοι Κ 8 ε, ἐσκηνόμενοι K, ἐξησκημένοι Κ 1 11 μὲν οὖν δὲ kε, + τὸ kCε οὗν > D4 ὁ δὲ — 14 κλητέον > kε 14 τούτοις D γὰρ] οὖν kε 15 οὐ > C 17 φησίν > κε ἀπείρους κε πλουτίσῃ kε 18 ὑγιάσῃ kε 19 ἵνα kε ~ τροχ. ὁρθ. D4 21 ἢ] κοὶ C 22 ἐξάγειν D καὶ > C 25 γὰρ] οὖν dC 26 τὰ παλαιὰ λόγια οἱ τῆς παλαιᾶς d 1 μυστικοὶ > d1 27 διαθήκης > d 1 Ἀνάστασιν — 28 φησίν > d1 C1)

Ἐκλήθησαν μέν ὡς ἐντρεχεῖς ἀπὸ φύσεως, τρισὶ δὲ τρόποις ἀποπίπτουσι τῆς κλήσεως, φαντασίᾳ δογμάτων κρεισσόνων νοητῶν, διώξει αἰσθητῶν καὶ οὐ νοητῶν, φιληδονίᾳ. Οἱ μὲν μὲν γὰρ ἀγρὸν ἀγοράσαντές εἰσιν, οἳ καὶ παραιτοῦνται τὸ δεῖπνον, οἱ παραλαβόντες δόγματα ἕτερα τῆς θειότητος πολλὴν ἔχοντα πιθανότητα καὶ ποικιλίαν τοῦ λόγου, οἴ καὶ καταφρονοῦσι τοῦ ἀγροῦ, τοῦ ἔχοντος ἐν ἑαυτῷ >θησαυρὸν< καὶ [*](δεμ (Statt 2 — 5 δεῖπνον, 6 οἳ — 11 πέντε u. 13 οὐδ’ — 19 φιλόθ. in δ andere Texte) — 7 vgl. Matth. 13, 44) [*](2 Ἐκλήθ. — φύσεως > kmεμ μὲν + οὖν C τρισὶ δὲ] ἀπλῶς δὲ τρισὶ εμ 2/3 ἀποπίπτ. + τινες εμ 3 νοητῶν > kmεμ 4 οὐ νοητῶν > kmεμ 5 τὸ δεῖπνον > D3 6 τῆς θειότητος] παρὰ τὰ θεῖο δ, τῆς θεό- τητος kmεμ ἔχοντα + τὴν kε καὶ + τὴν kε 7 θησαυρὸν] ἀγρὸν ε(Κ8?) καὶ2 > C)

268
δυνάμεις. Ὁ ὖν μὴ ἰδὼν μηδὲ δοκιμάσας ὃν ἐκτᾶτο λόγον, διὰ τὸ προειλῆφθαι ἐξ ἀνάγκης καὶ οὐχ ἑκουσίως, ἐξέρχεται ἐκ τοῦ δείπνου καὶ τοῦ κεκληκότος, τάχα δὲ καὶ ἑαυτοῦ. Τὸ δέ· >ἐρωτῶ σε< φασίν, ὡς λόγῳ μόνῳ αἰδούμενοι τὸν κεκληκότα. Ὁ δὲ ζεύγη βοῶν ἀγοράσας πέντε οὖτός ἐστιν ὁ τῆς νοητῆς καταφρονῶν φύσεως, περὶ δὲ τὰ αἰσθητὰ καταφιλοσοφῶν, οὐδ’ οὗτος ἐδοκίμασεν ἐξ ἀρχῆς ἃ ἐώνηται· εἰ οὖν ὁ ἀριθμὸς ἐπὶ ὓλης τάσσεται, οὗτος τὰ ὑλικὰ ἐτίμα. Διὸ καὶ οὗτος παρᾐτηται τὸ νοητὸν δεῖπνον. ὅθεν καὶ ἔν τισιν ἀντὶ τοῦ· >ἐρωτῶ σε< >καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν κεῖται. οἱ γὰρ αἱρῶντες τὰ αἰσθητά φασι μὴ ἀσώματον καταλαβεῖν. Ὁ δὲ ἔτερός ἐστιν, ὁ εἴπών. γυναῖκα >γυναῖκα ἔγημα<, ὁ δοκῶν εὑρηκέναι σοφίαν καὶ ταύτης κοινωνήσας παραιτούμενος τὴν αληθῆ ἢ ὁ τῇ σαρκὶ ἑνούμενος, >φιλήδονος μᾶλλον ἢ φιλόθεος<.

[*](19 2 Tim. 3, 4)[*](8 ἐκτᾶτο] ἐκτήσατο ε(Κ8 ?), ἐκ τοῦτο Μ 8/9 προει ληφέναι K 9 καὶ 2 + ἐκ μ 10 Τὸ] ὁ μ φησίν εμ 11 αἰδούμενος εμ 12 τῆς — φύσ.] τῶν νοητῶν δ νοητῆς > Μ φύσ.] φήσεως ε(Κ8?) περὶ δὲ] κοὶ περὶ δ τὰ > μ 12/13 καταφιλ.] φιλοχωρῶν εμ, τὸ ὑλικὰ φιλο- σοφῶν δ 13 ἐώνηνται Κ8 ε οὖν > ε(Κ8?) 14 ὕλας ε(Κ8?) τάσσεται + καὶ εἴδους μ ἐτίμασε ε(Κ8?) τὸ] τὸν KM 14/15 τὸ νοητὸν δεῖπνον παρᾐτ. εμ 15 ὅθεν — 17 καταλαβεῖν > ε(Κ8?) ὅδεν — ἁντὶ] ἀντὶ δὲ C σε + ἔν τισι κεῖται C 15/16 ~ ἐλθεῖν οὐ δύν. C 16 κεῖται > C αἱρῶντες] ὁρῶντες εμ, ἐρῶντες δ, ἐρωτῶντες D4 17 ἔγημα + καὶ D4 18 ταύτῃ Κ κοινωνήσει ε(Κ8?) κοινων. + καὶ mμ παραιτεῖσθαι D3 19 φιλόθεος + Τὸ μὲν οὖν ὁλοσχερὲς τῆς παραβολῆς οὕτως. Ἐκλάβοις δὲ καὶ ἄλλως τὰ κατὰ τὸν τόπον. Ὅσον ἄνθρωποί ἐσμεν κτλ. [aus Comm. in Matth. tom. XVII (IV, 126, 17ff. Lomm.)])