Δοκεῖ δέ μοι νῦν τοῦ >πιστὸς< καὶ τοῦ >φρόνιμος< ἀκούειν οὔτε ἐπὶ μίαν τῶν ἀρετῶν, πίστιν ἰδίως λεγομένην κατὰ τὴν γραφήν, ἀγαφέροντα τὸ >πιστὸς οὔτε ἐφ’ ἑρέραν τὸ >φρόνιμος< καθὰ πάντως ὁ πιστὸς φρόνι- [*](k* _ 3 vgl. 2 Petr. 1, 5 (?))
264
μός ἐστι καὶ ἀνάπαλιν ὁ φρόνιμος πιστός, τῷ ἀντακολουθεῖν τὰς ἀρετάς. Ἀλλ' ὥσπερ τὸ >φρόνιμος< ὄνομα κεῖταί ποτε οὐ κατὰ τὸν πεπεισμένον ἀρετη τῇ φρονήσει, ἀλλ' εἰς παράστασιν τοῦ ἐντρεχοῦς, ὃν δυνατόν ποτε καὶ φαῦλον εἶναι, καθὸ >ὁ ὅφις ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς<, οὕτω καὶ νῦν ὁ πιστὸς οὐ τέλειος τῷ τὴν πρόθεσιν αὐτῷ νενευκέναι πρὸς τὴν εἰς θεὸν πίστιν· κατà τοῦτο δὲ δυνατὸν μήτε πόντων τὸν πιστὸν φρόνιμον εἶναι, μήτε τὸν φρόνιμον πιστόν. Ὅτι δὲ καὶ κατ' αὐτὰ τὰ θεῖα γράμματά ἐστι φρόνιμος, οὐ πιστὸς δὲ καὶ ὁ οἰκονόμος, ἐντεῦθεν δῆλον· οὐ γὰρ πιστοῦ ἦν τὸ διασκορπίζειν τὰ ὑπάρχοντα τοῦ πλουσίου καὶ τὸ προσκαλέσασθαι ἔκαστον τῶν χρεωφειλετῶν τοῦ γυρίου αὐτοῦ καὶ τὸ χρέος μειοῦν. Καὶ ὅτι μὲν οὐ πιστὸς ἦν, σαφῶς φαίνεται, ὅτι δὲ καὶ κατά τι σημαινόμενον φρόνιμος ἐτύγχανε, δῆλον· ἐπαινεῖ γὰρ ὁ κύριος τὸ ἐντρεχὲς αὐτοῦ, ψέγων αὐτοῦ τὸ ἄπιστον καὶ διὰ τοῦτο λέγων αὐτῷ. >οὐ δυνήσῃ ἔτι οἰκονομεῖν<. Καὶ τάχα ἐν τοῖς πλήθεσιν ἀρκεῖ τισι πρὸς σωτηρίαν ἡ ὡς προείπομεν πίστις, ἐν δὲ τοῖς οἰκονόμοις ἀμφοτέρων χρεία, καὶ τοῦ πιστοῦ καὶ τοῦ φρονίμου· μὴ ὢν γὰρ τοιοῦτος, οὐ δυνήσεται θεωρῆσαι καὶ τὸν καιρὸν τῆς δόσεως τοῦ σιτομετρίου πρὸς τοὺς ὑποχειρίους καὶ τὸ ἁρμόζον ἑκάστῳ. Ἐπεὶ οὖν πολλοί εἰσιν οἰκονόμοι τῶν ἐκκλησιῶν πιστοὶ μέν, οὐ μὴν καὶ φρόνιμοι καί τινες τοὐναντίον, διὰ τοῦτο ἐπαπορητικῶς προὐνέγκατο τὴν φωνὴν ὁ κύριος ὑπὲρ τοῦ τρανότατα ἐμφῆναι τὸ σπάνιον καὶ δυσεύρετον τῶν ἅμα πιστῶν καὶ φρονίμων οἰκονόμων· τόν γε μὴν εὑρεθέντα κατέστησεν ὁ κύριος ἐπὶ τῶν θεραπόντων αὐτοῦ, ὡς καὶ τόν Ἰούδαν ὁ σωτὴρ ἐξελέξατο, οὐκ ἀγνοῶν μὲν τὸ ὕστερον ἀπαντησόμενον, συγχρώμενος δὲ αὐτοῦ τῷ πρὸ τῆς παραβάσεως χρόνῳ καὶ τῇ τότε ὁδευούσῃ ἐπ' ἀρετὴν προαιρέσει εἰς τό τῆς ἀποστολικῆς διακονίας ἔργον. ἔργον. δὲ τὸ ἀποκείμενον ἀγαθὸν τῷ πιστῷ καὶ φρονίμῳ παρὰ τὸ λεγόμενον πρὸς τὸν δεκαπ λασιάσαντα τὴν μνᾶν ἢ πενταπλασιάσαντα. καὶ οὐ θαυμαστόν, ὅπου γε καὶ τῶν παρὰ τούτους διαφερόντων μεῖζον· ὡρισμέναι γὰρ πόλεις τοῖς τὰς μνᾶς ἐπεξεργασαμένοις παραδίδονται, πλήθη δὲ τοῖς τὰ τάλαντα διπλασιάσασιν. Πολλῷ δὲ μεῖξον καὶ τούτων ἐστὶ τὸ μὴ μόνον ἐπὶ πολλῶν καθίστασθαι, ἀλλ' >ἐπὶ πᾶσι τοῖς ὑπάρχουσι< τῷ κυρίῳ ὅπερ ἀπόκειται τῷ πιστῷ καὶ φρονίμῳ οἰκονόμῳ, ἄφιον ἑαυτὸν πάντων τῶν ὑπαρχόντων <διὰ > τῆς πίστεως καταστήσαντι. Ζητήσεις δὲ εἰ πλειόνων εὑρισκομένων πιστῶν καὶ φρονίμων ἔκαστον αὐτῶν δυνατὸν >ἐπὶ πᾶσι τοῖς ὑπάρζουσι< τοῦ κυρίου καθίστασθαι. εἰ γὰρ >ἐπὶ πᾶσι<, πῶς ἕτερος χώραν ἔχει ἐπὶ τοῖς δέκα πόλεσι καὶ μᾶλλον εἰς πλείους; διὸ εἰσ προτροπὴν εἰρήσθω.
[*](8f. Gen. 3, 1 18 Luk. 16, 2 32 vgl. Luk. 19, 16. 18 33f., 41 vgl. Luk. 19, 17. 19 34f. vgl. Matth. 25, 21. 23)[*](5 ἀντιακο λουθεῖν Κ 2 τὰς — Schluß > Κ2, da Schluß der Hs. 6 πετεισμένον konj.] πεποιωμένον (?) Κ 25 τρανότατα konj. Κr.] τρανότητα K, τρανότητι konj. KI. 38 διά konj. Kl. Kr. 41 πόλεσι] πολλῷ (?) K)265
Ἐπειδὴ δὲ τὰ ἐν τῷ εὐαγγελίῳ πρόσωπα ἕξ ἐστι, ῥητέον, ὅτι τὸ ἔν πρόσωπον, τὸ τῆς νύμφης, τέμνεται εἰς δύο, εἰς νύμφην καὶ θυγατέρα ἐν τῷ πρὸς τὴν μητέρα καὶ τὴν πενθερὰν διαμάχεσθαι τὴν αὐτήν· καὶ οὕτως ἀπαντᾷ τρεῖς ἐπὶ δυσὶ καὶ δύο ἐπὶ τρισὶ διαμάχεσθαι. Πρὸς ἀναγωγὴν δέ· ὡς ἐν ἑνὶ οἴκῳ τῷ ἀνθρώπῳ αἱ πέντε αἰδθήσεις, πρὶν μέν ἐλθεῖν αὐταῖς τὸν λόγον, ὁμονοοῦσιν ἐν ταῖς ἡδοναῖς, ἐπιδημήσαντος δ’ αὐτοῦ μερίζονται. δύο μὲν αἱ φιλοσοφώτεραι, ὅρασις, δἰ ἧς ὁρῶντες κόσμον καὶ τὴν τάξιν αὐτοῦ θαυμάζομεν τὸν κτίστην, καὶ ἀκοή, δἰ ἧς μαθητευόμεθα τῷ λόγῳ τοῦ θεοῦ, ἐπὶ τὰς λοιπὰς τρεῖς· γεῦσιν, ὄσφρησιν, ἁφήν, τὰς ἀνδραποδώδεις καὶ οὐ πεφυκυίας πρὸς φιλοσοφίαν, αἱ δέ τρεῖς ἐπὶ τὰς δύο ἀντιπράττουσι μᾶλλον. Τὸ οὖν· >διαμερισθήσεται πατὴρ ἐπὶ υἱῷ < ἐτέρας ἀρχῆς ἀναγνωστέον, οὐκ ἐχόμενα τῶν πρώτων, ὃ ῥητῶς μὲν τὸν τῶν πιστῶν ἀπὸ τῶν ἀπίστων δηλοῖ μερισμόν. Συμβο- λικῶς δὲ >πατὴρχ > νοῦς μερίζεται >ἐπὶ υἱῷ] < μοχθηρῷ λογισμῷ μὴ συγκατατιθέμενος αὐτῷ. >καὶ υἱὸς ἐπὶ πατρί <, ὁ τὸν ἀποθανόντα μὴ θάπτων πατέρα. >μήτηρ ἐπὶ θυγατρί < ψυχὴ τὸν μοχθηρὸν αὐτῆς οὐκ ἀποδεχομένη καρπόν· >θυγάτηρ ἐπὶ μητέρα <, τὴν ὕλην ἡ μηκέτι ἑνουμένη αὐτῇ ψυχή. >πενθερὰ ἐπὶ νύμφην <, ἡ τοῦ νόμου ἀνδρὸς τῆς ὑπ' αὐτῷ ψυχῆς μήτηρ, λέγω δὴ τὸ ἅγιον πνεῦμα, καταλιπὸν τὸν ἐκ περιτομῆς λαόν· >νύμφη ἐπὶ τὴν πενθεράν <, ὁ διὰ τοῦ ἀμαρτάνειν λαὸς χωρισθεὶς τοῦ πνεύματος.
[*](dk*Cδ — 17 vgl. Luk. 9, 59)[*](3 ἐν — εὐαγγ. > dC ἐστι] εἰσι dCK 7 ῥητέον > dC ὅτι] μᾶλλον dC τὸ > Κ 1 6 ἅπαντα d (?) 7 τῷ] τὰ K 9 μέν + γὰρ Κ 1 δ ὅρασις — 11 τοῦ θεοῦ C] ὅρασιν δὴ λέγω καὶ ἀκοὴν dk 11 ἐπὶ] ἔπειτα dC ὅσφρισιν C 12 ἀνδραπ. καὶ > dk οὑ] μὴ dk φιλοσοφ.] σοφίαν d 13 ἀντιπράσσουσι dC 14 ἀφ' ἑτέρας] ἀπὸ πρώ- της dC οὐκ — 22 πνεύματος > Κ 7 15 ὃ > C μὲν + οὖν C 19 ἐννομένη DD 3 (?) 20 ἐπὶ + τὴν K 1 τοῦ + γενομένου C νόμου νομίμου D 4 21 λέγω δὴ] εἴη δ’ ἂν C πνεῦμα + ἀφ' οὖ ἡ τοῦ νόμου γραφή C ἐκ + τῆς Κ 1 22 τὴν > C)[*](12, 58–59 vide Homilia ΧΧΧV.)Ἕτερον δὲ τέταρτον νοῆσαι τὸν τῆς ἐνανθρωπήσεως χρόνον, καθ' ὃν νύττει καὶ περιορύττει τὸν Ἰσραὴλ καταθερμαίνων αὐτόν, ἵνα ζέοντας [*](d(D*)C (Teil eines aus Orig., Titus, Kyrill und Isidor zusammengesetzten Scholions); vgL dazu Fragm. CXIII zvi Luk. 13, 6 im Anhang Ρ. 283) [*](2 Ἕτερον — νοῆσαι] κοὶ τέταρτον d χρόνον] καιρόν d 3 νύττει — 7 παραβάλλ.] αὐτὸς διὰ τοῦ εὐαγγελίου ἐκήρυξε πᾶσι τὴν τῶν οὐρανῶν βασιλείαν d)
266
τῷ πνεύματι ἀποτελέσῃ. ἐπειδὴ δέ μετὰ τοσαύτας ἀπειλὰς ἔμειναν ἄκαρποι, ἐξεκόπη ἡ συκῆ καὶ ἐνεκεντρίσθη τὰ ἔθνη εἰς τὴν ἐκείνων ῥίζαν — ἔμεινε γὰρ ἡ ῥίζα — ἢ γεωργὸν δεὶ νοῆσαι ἄγγελόν τινα παρὰ θεοῦ προσταχθέντα προΐστασθαι τῆς Ἱερουσαλήμ, ἣ καὶ καὶ συκῇ ἀκάρπῳ παραβάλλεται.
[*](5f. vgl. Rom. 11, 24ff,)