Fragmenta In Lucam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.
Ἔστι μέντοι ὕπνος καὶ ἐγρήγορσις, ὥσπερ ἐπὶ τοῦ >ἔξω ἀνθρώπου< καὶ ἐπὶ τοῦ >ἔσω<. Καὶ ἀπαιτούμεθα μὲν ἐγρηγορέναι, καθό φησιν ὁ σωτήρ· >γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν<, καὶ [*](b*e*k*V* (in b nach 5 πειρασμ. anschl. Fragm. LXII) — 3f. 2 Kor. 4, 16 5 Mark. 14, 38 Par.) [*](3 μέντοι > be ὥσπερ + κοὶ e 4 καὶ2 > b μὲν] τοίνυν b καθά b 5 καὶ2 — 10 σοι > beV)
Πλὴν τὰ πολλὰ ἢ καὶ τὰ πάντα ἐν τῷ βίῳ τούτῳ ἀγρυπνητέον ἐστίν, πῇ μέν διὰ τὸ ἐφεδρεύειν τοὺς πολεμίους, ὄντας οὐχ >αἷμα καὶ σάρκα, ἀλλ' ἐξουσίας καὶ κοσμοκράτορας τοῦ κόσμου τούτου καὶ πνευματικὰ τῆς πονηρὶας<, ἴν' ἐκτοῦ ἐγρηγορέναι >σωζώμεθα ὥσπερ δορκαὶ ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος< καὶ ἵνα τὰς ὀσφύας περιζωσάμενοι καὶ τοὺς λύχνους ἀναπτομένους ἔχοντες >ὅμοιοι< γενώμεθα >ἀνθρώποις προσδεψομένοις τόν κύριον ἑαυτῶν, ἵνα ἐλθόντος γα κρούσαντος εὐθέως ἀνοίξωμεν αὐτῷ<. Καὶ πρόσχες, εἰ μὴ λόγον ἔχει διὰ τὴν πρώτην καὶ δευτέραν καὶ τρίτην φυλακὴν τῆς νυκτὸς ἢ καὶ τετάρτην, ἵνα ἐν πᾶσι γρηγορώμεθα, εἰρῆσθαι καὶ παρὰ τῷ Σολομῶντι τό· >πάσῃ φθλακῇ τήρει σὴν καρδίαν<.
[*](b*e*V* k* (in b anschl. an LXI) — 2ff. Ephes. 6, 12 4f. Prov. 6, 5 lOf. Prov. 4, 23)[*](1 Κοὶ μετ' ὁλίγα. Πλὴν b ἢ > e καὶ τὰ] κατὰ beV ἐστὶν + ἡμῖν κΕΕ2V, + ὑμῖν E 1 2. πῇ μέν > k 4 Iva V δορκὰς kBV 5 ὀσφὺς V περιξωσμένοι V 6 ὅμοια b(ggB) ὅμοιοι — προσδ.] προσδεχώμεθα k 7 ἑαυτῶν > k] αὐτῶν e ἐλθόντος καὶ > k εὐθέως > k 8 αὐτῷ > k 8 Καὶ — 11 nur k 10 γρηγορῶμεν K2)Διὰ τοῦτο δέ οἶμαι >περιζώσεται< ὁ Χριστός, μέλλων ἀνακλίνειν, οὓς εὑρήσει γρηγοροῦντας, ἐπείπερ κατὰ τὸν Ἡσαΐαν >ἔσται δικαιοσύνῃ ἐξωσμένος τὴν ὀσφῦν<. Τέ δὲ τό· >παρελθὼν διακονήσει αὐτοῖς<; καὶ ὅρα, εἰ δύνασαι δύο διακονίας εἰπεῖν, μίαν μέν τὴν ἐν τῷ βίῳ τούτῳ, καθ’ ἣν εἶπεν. >κἀγώ εἰμι ἐν μέσῳ ὑμῶν οὐχ ὡς ὁ ἀνακείμενος, ἀλλ' ὡς ὁ διακονῶν< ἑτέραν δέ, περὶ ἧς νυνί φησιν· >καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὔρῃ οὕτως, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι<
[*](k* — 6 Luk. 22, 27 3f. Jes. 11, 5)[*](2 Διὰ — 4 ὁσφῦν > Κ7 4 αὐτοὺς Κ 2 1 καὶ — 9 ἐκεῖνοι rubr. ΚΚ2)