Fragmenta In Lucam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.
>Ἔχεις πολλὰ ἀγαθὰ κείμενα<· ὡς γὰρ κάτω κείμενος ἔλεγεν, >ἒχεις ἀγαθὰ κείμενα εἰς ἔτη πολλὰ< ἐν τῇ περὶ τῶν ἀγαθῶν πλανώμενος κρίσει· ἠγνόει γάρ, ὅτι ὄντως ἀγαθὰ οὐκ ἐν τῇ κατηραμένῃ γῇ, ἀλλ' ἐν οὐρανῷ. Ἔνθα οὐκ >εἰς ἔτη πολλά<, ἀλλὰ εἰς ἀπεράντους αἰῶνας ἡ τῶν μακαρίων ἐστὶν ἀνάπαυσις καὶ εὐφροσύνη ἐν Χριστῷ Ἰησοῦ.
[*](W*)Τῶν ἐν ἁγνείᾳ ζώντων >αἱ ὀσφύες ἐζωσμέναι< εἴσίν. ἐπειδὴ δὲ καὶ νὺξ ὁ βίος ἡμῶν, λύχνου δεόμεθα, ὅς ἔστι νοῦς ὀφθαλμὸς ὢν ψυχῆς, καὶ εἰ ἐν τῷ >ἔσω ἀνθρώπῳ< ἔστιν ἐγρήγορσις, εὐλόγως τὰ πολλὰ ἢ πάντα ἐν τῷ βίῳ τούτῳ ἐγρηγόρσεως ἡμῖν δεῖ, διό τε τοὺς ἐφεδρεύοντας, >ἀρχὰς< δὴ λέγω >καὶ ἐξουσίας<, πρὸς ἃ >ἡ >ἵνα ἶνα εὕρωμεν τῷ κυρίῳ τόπον, σκήνωμα τῷ θεῷ Ἰακώβ<, ἔστι δ’ ὅτε, ἵνα ἀνοίξωμεν κρούσαντι τῷ δεσπότῃ. [*](d(D*)C — 2f. vgl. Ambros. in Lucam VII, 132 (S. 339, 26 Schenkl) : ideo quia nox est huius dies vitae, lucerna est necessaria 4 Rom. 7, 22 of. Ephes. 6, 12 6f. Ps. 131 (132), 5) [*](2 ζώντων] ὅντων D ἐπεὶ D3 D4C 3 ἡμῶν] ὑμῶν D3 + ὑπάρχων D3 ὢν > d 4 ἐγρήγ. εὔλογος C ἢ] μὴ D 5 διό — ἐφεδρ.] πρὸς τὰς d 6 ἵνα — 7 Ἰακώβ > d 7 ἔστι δ’ ὅτε] καὶ d)
Ἔτι ἑκάστου τῇ ψυχῇ ὁ κλέπτης ἐπιβουλεύων ἔρχεται καὶ ὁ τοῦ θεοῦ λόγος τοὺς ἑαυτοῦ φυλάσσων ἐπιφαίνεται. Διὰ τοῦτο γρηγόρησον, ρησον, ἴν εἰ μὲν >ὁ κλέπτης< ἔλθοι ἐγρηγορότα εὑρὼν τὸν οἰκοδεσπό- την, μὴ διορύξῃ >αὐτοῦ οἶκον<, εἰ δὲ >ὁ υἱὸς τοῦ ἀνθρώπου< παραγένοιτο, ἵνα κρούσαντι αὐτῷ >εὐθέως< ἀνοίξῃ. ἐὰν γὰρ καθεύδοντα εὔρῃ καὶ κρούσῃ κάκεῖνος μὴ ἀνοίξῃ, ἄπεισι καταλιμπάνων αὐτόν. Ἑξῆς δὲ τῷ βίῳ τούτῳ ὁ γρηγορήσας ἐν αὐτῷ >ἡδέως ὑπνώσει καὶ οὐ πτοηθήσεται πτόησιν ἐπελθοῦσαν<. Οὕτω >Δαβὶδ ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ< καὶ οἱ καθεξῆς, ὅπερ ἐπ' οὐδενὸς τῶν ἀπ' ἀλλοτρίου σπέρματος τῶν ἁγίων ἀναγεγραμμένον μέχρι τοῦ παρόντος εὕρομεν, ὡς τάχα καὶ διὰ τοῦτο λέγειν τὸν ἀπόστολον. >οὐ πάντες κοιμηθησόμεθα<. Εἰ πάντες κοιμηθησόμεθα, >μακάριοι τοίνυν οἱ δοῦλοι, οὓς ἐλθὼν ὁ κύριος εὕρῃ γρηγοροῦντας<, ἶνα χωρὶς ὑπερθέσεως δῷ αὐτοῖς τὸν μισθόν, >δικαιοσύνῃ ἐξ ωσμένος τὴν ὀσφῦν<. Ἐφίσταται δὲ τῷ καιρῷ τοῦ ἀπαιτη- θήσεσθαί τινα τὴν ψυχήν, ὁποῖος ποτ' ἂν ᾖ. Εἰ γὰρ ἐπέστη τῷ εἰπόντι· >καθελῶ μου τὰς ἀποθήκας καὶ μείζοντας ποιήσω<, καὶ >εἶπεν αὐτῷ· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ<, πόσῳ μᾶλλον τοῖς μακαρίοις καὶ ἁγίοις ἐπιστήσεται μετὰ >τὸ ἀναλῦσαι< σὺν κυρίῳ ἐσομένοις;
[*](e*k* — 3f. Luk. 12, 39. 40 7f. Prov. 3, 24. 25 8f. 3 Kon. 2, 10 u 6. 11 1 Kor. 15, 51 14 Jes. 11, 5 16f. Luk. 12, 18. 20 18f. Phil. 1, 23)[*](1 Ἔτι] ὅτι K2 > e 2 αὐτοῦ e 3 ἔλθοι e] ἔλθῃ k τὸν οἰκοδεσπότην e > k 4 αὐτοῦ e] σου k 5 κρούσαντι — εὐθέως e > k ἀνοίξῃ e] ἀνοίξῃς k 6 κἀκεῖνος e] σὺ δὲ k ἀνοίξῃ e] ἀνοίξῃς k ἄπεισι — αὐτόν e] καταλιπὼν ἀπελεύσεται k Ἐξῆς — Schluß > K7 10 μέχρι — παρόντος e > k 12 Εἰ — κοιμηθησόμενθα e > k τοίνυν e] οὖν Κ 13 εὕρῃ e] εὕροι k εὑρήσει Κ 2) 15 ὁποῖος —Schluß > e ᾖ] εἴη Κ2 16 κοὶ — ποιήσω > K)