Fragmenta In Lucam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.

>Σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐδτίν<· ἐξὸν οὖν ἦν ὑμῖν, φησίν, καθαρὸν κατασκευαζειν τὸν νοῦν καὶ διὰ τοῦτο καταλαμπρύνειν ἑαυτῶν τούς τε λόγους καὶ τὰς πράξεις. Ὑμεῖς δὲ τοὐναντίον ποιεῖτε, ὅθεν χρὴ προάγειν φῶς, ἐντεῦθεν προάγετε σκότος, ἐκ πονηρῶν ἐννοιῶν τὸν φθόνον ἔχοντες.

[*](bY* (τοῦ αὐτοῦ))[*](2 Σκόπει — ἐστίν > b ὑμῖν] ἡμῖν Υ 4 δὲ > Υ 5 προάγεται b ἐκ — ἔχοντες > b (vgl. vorher ἀπὸ τοῦ φθόνου Πρὸς τὸν φόνον ἐγειρόμενοι b))

Ἢ τοίνυν περὶ τοῦ καιροῦ ἐκείνου τοῦτο λέγει, ὅτε >κρινεῖ ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων< καὶ >φωτιεῖ τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν<. Ἢ ἐκεῖνό φησιν ὅτι, ὅσῳ πειρᾶταί τις καλύπτειν τὰ καλὰ τῇ κατηγορίᾳ, κατὰ φύσιν τὸ καλὸν ἀκάλυπτόν ἐστιν.

[*](k* — 2f. öm. 2, 16 3f. 1 Kor. 4, 5 — 5 τῇ κατηγορίᾳ] aliorum infamiis ο)

Τήρει δέ, ὅτι οὐ πτῶσιν στρουθίου ἐπὶ τῆς γῆς εἶπεν, ὡς ὁ Ματθαῖος. πέντε δέ στρουθία νῦν τοῦ δικαίου τὰς αἰσθήσεις αἰνίττεται, αἳ τῶν [*](dk*C — 2 Matth. 10, 29 3f vgl. Ambros. in Lucam VII, 113 (S. 329 10ff. Schenkl): videntur enim quinque isti passeres quinque esse corporis sensus, tactus, odoratus, gustus, visus, auditus) [*](2 τῆς > dC ὁ > D3 3 ~ τὰς αἰσθ. τοῦ δικαίου Κ8 ε)

261
μετεώρων καὶ ὑπὲρ ἄνθρωπον αἰσθάνονται, ὁρῶσαι τὰ θεῖα, ἀκούουσαι φωνῆς θεοῦ, γευόμεναι >ζῶντος ἄρτου<, ὁσφραινόμεναι Χριστοῦ μύρων εὐωδίας, >ἐλαίου ἀγαλλιάσεως< ἁπτόμεναι λόγου ζῶντος, αἴ τινες, ἐξευ- τελιζόμεναι ὑπὸ τῶν >τὰ τοῦ πνεύματος< μωρίαν καὶ εὔωνα κρινόντων, >οὔκ εἰσιν ἐπιλελησμέναι ἐνώπιον τοῦ θεοῦ< εἰ δὲ ὁ λόγος ἐπράθη τριά- κοντα ἀργυρίοις, οὐ θαυμαστόν, εἰ καὶ θεῖαι αἰσθήσεις δύο ἀσσαρίων. Τὸ μέντοι ἐμφαῖνον ῥητόν, μηδὲ τὸ ἐλάχιστον στρουθίον >ἐπιλελησμένον< εἶναι >ἐνώπιον τοῦ θεοῦ<, συνεξέτασον τοῖς ἐμφαίνουσι ῥητοῖς, ἐπιλανθάνεσθαί τινων τὸν θεὸν δι’ ἁμαρτίας αὐτῶν. Ῥητῶς μέν οὖν τὸ λεπτομερὲς τῆς προνοίας καὶ ἡ μέχρι τῶν λεπτῶν γνῶσις ἐν τούτοις δηλοῦται, νοητῶς δὲ πίπτει ἐπὶ τῆς γῆς οἶα στρουθία. Τό φρόνημα, ἐπὰν δέον ἄνω φέρεσθαι, τὰ κάτω ζητεῖ τοῖς τῆς σαρκὸς ἐνεχομένον κακοῖς, παραδοθὲν >εἰς πάθη ἀτιμίας< καὶ τὸ ἐλεύθερον μετὰ τοῦ τιμίου ἀπολωλοεκός. τοιοῦτος δὲ ὁ ὑπὸ τοῦ λόγου μετεωρισθεὶς καὶ τὰ γήϊνα φρονήσας. Κατὰ δὲ τὸ ῥητὸν πάλιν τό· >οὑ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν< οὐ τὴν βούλησιν δείκνυσιν, ἀλλὰ τὴν πρόγνωσιν· τῶν γὰρ γινομένων ἃ μέν κατὰ βούλησιν γίνεται, ἃ δὲ κατ' εὐδοκίαν, ἃ δὲ κατὰ συγχώρησιν.

[*](5 Joh. 6, 51 5f. vgl. Ephes. 5, 2 6 Ps. 44 (45), 8 7 1 Kor. 2, 14 8f. vgL Matth. 26, 15 11 f. vgl. Hebr. 6, 10 15f. Rom. 1, 26 17 vgl. Phil. 3, 19)[*](5 γευόμ.] γενόμεναι (!) ε μύρου dC 7 ὑπὸ] ὑπὲρ Κ6 τοῦ > Κ8ε μωρία Κ6 8 εἰ — 9 ἀσσαρ. > dk 9 Τὸ — Schluß > dC 12 ἁμαρτία ε 13 λεπτῶν + ἡ ἡ Κ6 14 στρουθίον K δέον δὲ Κ 6 Κ8 ὄνω φέρεσθε ΚΚ8, ἀναφέρεσθε Κ6 15 ζητῇ Κ6 πάθος Κ6Κ8 16 τοῦ > K 20 δὲ2 + οὐ K)