Fragmenta In Lucam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.
Μοδίῳ μὲν γὰρ σιτομετρείσθωσαν ὑπὸ τοῦ >πιστοῦ καὶ φρονίμου οἰκο- νόμου< οἱ σύνδουλοι, βλεπέτωσαν δὲ τὰς αὐγὰς τοῦ λύχνου ἐπικειμένου 6 τῇ λυχνίᾳ καὶ εἰς φανερὸν διὰ λόγου προσαγομένου >οἱ ἐν τῇ οἰκίᾳ πάντες<, τοῦτ' ἔστιν οἱ ἐν τῇ ἐκκλησίᾳ. Ἀλλ' οὑδὲ >ὐπὸ τὴν κλίνην< τιθέασι τὸν λύχνον, ἔνθα τις ἀναπαύεται, οὐδὲ ἄλλου τινὸς >σκεύους ὑποκάτω<· τοῦτο γὰρ ὁ ποιῶν οὐ προνεῖται τῶν εἰσπορευομένων εἰς τὴν οἰκίαν.
[*](k* (viberliefert auch als Teil des Fragm. XI zu Liik. 8, 16) — 3 Luk. 12, 42 5f. Matth. 5, 15 6 Mark. 4, 21 7 Luk. 8, 16)Δοκεῖ γάρ μοι ἐν τῷ. >ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὁφθαλμός< τοιοῦτόν τι ἀποφαίνεσθαι. τὸ διορατικὸν ἐν τῇ ὅλη ψυχῇ, ἐν τῷ ὅλῳ ἀνθρώπῳ ὁ νοῦς ἐστιν. Ἵνα δέ τούτου ἐπιμέλειαν ποιώμεθα, εἴρηται τό· >ἔστωσαν ὑμῖν οἱ λύχνοι καιόμενοι<· οἱονεὶ γὰρ ἅπτομεν τὸν ἐν ἡμῖν λύχνον, ἐπιμέλειαν τῆς ἐν νοητικῆς νοητικῆς δυνάμεως ποιούμενοι. Τοιοῦτόν ἐστι καὶ τό· >οὐδεὶς λύχνον ἅψας εἰς τὴν κρυπτὴν τίθησιν, ἀλλ' ἐπὶ τὴν λυχνίαν<· ἅπτουσι γὰρ λύχνον οἷς μέλει σοφίας καὶ λόγου καὶ τῆς περὶ τὰ θεῖα γυμωασίας, ἶνα γένωνται τέλειοι, οὐκ ἄλλως ἐγγινομένης τῆς τελειότητός τινι ἢ ἐκ τῆς κατὰ τὰ θεῖα αἰσθητήρια καὶ νοητὰ γυμνασίας, ὅπερ σαφές ἐποίει Παῦλος λέγων· >τελειων δέ ἐστιν ἡ στερεὰ τροφὴ τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόνυτων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ<· οὖτοί εἰσιν οἷς δύναται λαλεῖσθαι ἡ τοῖς τελείοις λαλουμένη σοφία, περὶ ἧς φησιν· >σοφίαν δέ λαλοῦμεν ἐν τοῖς τελείοις< Ὀφθαλμόν γε μὴν κυρίως φησὶν τὸν ἐν ἡμῖν νοῦν, περὶ ὅν ἐστιν ἡ ἀρχὴ ἐν μόνῳ τῷ σπουδαίῳ τῆς ἁπλότητος, μηδεμίαν ἔχοντι διπλόην καὶ δόλον καὶ σχίσιν καὶ διάστασιν καὶ μερισμὸν ἐν αὐτῷ. ἐν δὲ τῷ φαύλῳ τῆς πονηρίας καὶ παντὸς ἁμαρτήματος. Ἐπίσκεψαι δέ, εἰ δύνασαι τροπολογῆσαι ἀκολούθως τῷ >ὀφθαλμῷ< καὶ τὸ >σῶμα<, ὥστε ἤτοι τὴν ὅλην ψυχήν, κἂν μὴ σωματικὴ τυγχάνῃ, φάσκειν νῦν λέγεσθαι τὸ σῶμα — νοῦν γὰρ ἐν ψυχῇ ἀνθρώπου ὁ θεὸς ἐποίησεν — ἢ τό λοιπὸν παρὰ τὸν νοῦν, τοῦτ’ ἔστι τὸ [*](2—55 Κ* 2—15 τελείοις V* 2—11 γυμνασίας W* 2-9 τέλειοι Y* 5 Luk. 12, 35 11 ff. Hebr. 5, 14 14f. 1 Kor. 2, 6) [*](2 Δοκεῖ — 3 ἀποφαίν. > Y γὰρ > VW ἐν — ὀφθαλμὸς > VW 5 ὑμῖν] ὑμῶν VWY + αἱ ὀσφύες περιεζωσμέναι κοὶ VWY ἐν ἡμῖν > W 6 τῆς — ποιούμ.] ποιούμ. τῆς νοητικῆς ἐν ἡμῖν δυν. W. ~ νοητικῆς ἐν ἡμῖν Y 7 τὴν κρπτὴν] τὸ κρυπτὸν W τὴν > Y 8 καὶ2 > Y 9 γίνωνται W οὐκ — Schluß > Y 10 τὰ 1 — νοητὰ] νοητὰ αἰσθητήρια περὶ τὰ θεῖα W 11 ὅπερ — Schluß > W ποιεῖ V + ὁ V 14 λαλεῖσθαι + καὶ V 14 τοῖς — λαλουμ. > V περὶ — 15 τελείοις > k 15 Ὁφθαλμόν — Schluß > V μὴν] μὲν Κ 5 20 κἂν] καὶ Κ 5 21 σωματικὴν Κ 5 φάσκει Κ 6 φάσκει Κ6)
Τοῦ δέ ἐφεξῆς ῥητοῦ τοιοῦτον εἶναι τὸν λόγον νομίζω· εἴπερ οὖν διὰ τὸ >τὸ σῶμά σου φωτεινὸν< γεγονέναι, φωτισθέντος ὑπὸ τοῦ λύχνου τοῦ σώματος, μηδέν ἐστιν ἐν σοὶ μέρος ἔτι σκοτεινόν, μηδαμῶς ἁμαρτάνοντι ἔτι, οὕτως ἔσται φωτεινὸν τό ὅλον σῶμα, ὡς παραβάλλεσθαι τὰς αὐγὰς αὐτοῦ λύχνῳ ἐν φωτιζούσῃ ἀστραπῇ, κἂν φωτίζῃ, οὐ σκότος λύοντι. Ἀστραπῇ μὲν γὰρ ἔοικε λαμπροτάτῃ ὁ ἀπὸ τοῦ νοῦ φωτισμός, λύχνῳ δέ ἐν ἀστραπῇ φωτιζούσῃ τὸ ἐν τῷ σώματι φῶς, πεφυκότι εἶναι σκό- τος, ἀγομένῳ, ὅπου ὁ νοῦς βούλεται. Εἰ οὖν τῶν ἐν ἀμαθίᾳ καὶ ἀγνοίᾳ ὁ νοῦς τῇ φύσει φῶς τυγχάνων σκότος ἐστίν, πάντως καὶ ὅλον τὸ σῶμα, τοῦτ' ἔστι τὸ παθητικὸν μέρος τῆς ψυχῆς, ὅπερ ἐστὶ τὸ θυμικὸν καὶ ἐπιθυμητικόν, πολλῷ μᾶλλον σκότος ἐστίν.
[*](d(D*) K*CV* ε; vgl. o (s. Nachtrag))[*](1 Τοῦ — νομίζω] Τοιοῦτον δὲ καὶ τοῦτον τὸν λόγον νομίζω εἶναι VW, δοκεὶ μοι τοιοῦτόν τι ἀποφαίνεσθαι dC τι τὸ διορατικὸν ἐν τῇ ὅλῃ ψυχῇ ὁ νοῦς νοῦς ἐστιν. σῶμα δὲ τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν μέρος τῆς ψυχῆς τῆς ψυχ.] αὐτῆς W) dCW (vgl. Ζ. 10— 11) ΚV] δὲ dC 2 το1 > dCK4 K8 ε σου > W φωτισθέντα V, φωτισθὲν dCW 3 ἔτι > d ἁμαρτάνονταC, ἁμαρτάνον D ὅλον τὸ dCK 4 σῶμα] τοῦ σώματος W σῶμά + σου D 5 κἂν — 7 φωτιζ. > K φωτίζῃ] φωτιζούσῃ d, φωτισμῷ ε οὐ] τὸ e 7 δὲ τι κοὶ Κ 4 φωτιξούσῃ > Κ8 ε τῷ > dCW(ggD3) πεφοικότι CK2 V 8 ἀγομένῳ + δέ W Εἰ — 11 ἐστίν > kVε ἀμαθείᾳ C 9 νοῦς + ὢν (τυγχάνων >) D4 10 καὶ + τὸ W)