Fragmenta In Lucam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.

Πλὴν ἀληθοῦς οὔσης τῆς τοῦ σωτῆρος θέσεως λεγούσης. >αἰτεῖτε καὶ δοθήσεται ὑμῖν<, ἣν καὶ πιστοῦται διὰ τοῦ φάναι. >πᾶς ὁ αἰτῶν λαμβάνει<, ζητήσαι ἄν τις, πῶς τινες εὐχόμενοι οὐκ ἀκούονται. Πρὸς ὃ λεκτέον, ὅτι ὁ ὁδῷ τῇ ἀκολούθῳ ἐπὶ τὸ αἰτεῖν ἐρχόμενος, οὐδέν παραλέιψας τῶν συντελούτων πρὸς τὸ τυχεῖν τῶν σπουδαζομένων, πάντως λήψεται, ὃ παρεκάλεσε δοθῆναι αὐτῷ· εἰ δέ τις ἔξω χωρήσας τοῦ σκοποῦ τῆς παραδοθείσης αἰτήσεως δόξει αἰτεῖν, οὐκ αἰτῶν ὃν δεῖ τρόπον, οὐδ’ ὅλως αἰτεῖ· διὸ μὴ λαμβάνοντος αὐτοῦ οὐ ψευδοποιεῖται τό· >πᾶς ὁ αἰτῶν λαμβάνει>. Καὶ γὰρ διδασκάλου λέγοντος· πᾶς ὁ προσιών μοι [*](k* — 9f. Luk. 11, 10; Matth. 7, 8 — 5 ὁ > Κ4 Κ6)

256
μαθημάτων ἕνεκα ἕξει αὐτῶν ἐπιστήμην, τὸ προσιέναι τῷ διδασκάλῳ πραγματικῶς ἐκλαμβάνομεν, τοῦτ' ἔστι μετὰ τοῦ συντόνως προσέχειν τοῖς παρὰ τοῦ διδασκάλου, μετὰ τοῦ ἀσκεῖν καὶ μελετᾶν αὐτό. Τῷ δὲ μὴ οὕτω προσιόντι λεκτέον· οὐ προσῆλθες αὐτῷ ὡς προετρέψατο. Ὃ φανερώτερον ποιῶν Ἰάκωβος γράφων τὴν ἐπιστολήν φησιν· >τινὲς αἰτεῖν οὐ λαμβάνουσιν, κακῶς αἰτούμενοι ἡδονῶν ματαίων ἕνεκα<. ερεῖ τις· καὶ μὴν ὑπέρ γνώσεως θείας καὶ ἀναλήψεως ἀρετῶν αἰτούμενοί τινες οὐ λαμβάνουσιν. Πρὸς ὃν λεκτέον, ὅτι οὐ καθ’ αὑτὰ τὰ ἀγαθὰ λαβεῖν ἡξίωσαν, ἀλλ' ἕνεκα τοῦ ἐπαινεῖσθαι δι’ αὐτά. Ἔστι δὲ φιληδόνων καὶ τὸ χαίρειν ἐπαίνοις· ὅθεν καὶ τούτοις οὐ δίδοται, ἐπεὶ εἰς ἡδονὰς καταδαπανῆσαι θέλουσι τὰ περὶ ὧν ἀξιοῦσιν.

[*](15f. Jak. 4, 3 — 12 τοῦτ’ — 13 αὐτά] hoc est ut ferventer et diligenter vacet documentis ipsius ο 18 οὐ 2 — ἀγαθὰ] non propter se bona ο)

Σὺ δὲ ὅρα, εἰ >ἄρτος< μέν ἡ ἀναγκαία τῆς ψυχῆς ἐν γνώσει τροφή, ἧς ἄνευ οὔκ ἐστι σώζεσθαι, οἶον ὁ περὶ τοῦ πῶς βιωτέον ἀκριβὴς λόγος, >ἰχθὺς< δέ ἢ οἶον ὄψον φιλομάθεια, οἶον τὸ >εἰδέναι σύστασιν κόσμου, ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων< καὶ ὅσα ἐξὴς ἡ Σοφία καταλέγει. Οὔτε οὖν ἀντὶ ἄρτου λίθον δίδωσιν ὁ θεός, ὃν ὁ διόβολος ἐβούλετο ὑπὸ Ἰησοῦ ἐσθίεσθαι, οὔτε >ἀντὶ ἰχθύος ὄφιν< ὃν ἐσθίουσιν οἱ ἀνάξιοι τοῦ ἰχθύας ἐσθίειν Αἰθίοπες — ἐκεῖ γάρ φησιν ὁ ψαλμός. >σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος ἐπὶ τοῦ ὕδατος, ἔδωκας αὐτὸν βρῶμα μαοῖς τοῖς Αἰθίοψιν< — οὔτε ἁπλῶς ἀντὶ τοῦ τροφίμου καὶ ὡφελοῦντος τὰ ἄβρωτα καὶ βλάπτοντα.

[*](Κ* ε — 4ff. Weish. Sal. 7, 17f. 7 vgl. Luk. 4, 3ff. 9 Ps. 73 (74), 13. 14)[*](5 καὶ2 > Κ6 6 οὔτε] οὕτως (Κ8)ε λίθον + οὐ (Κ8)ε 9 ψαλμωδός Κ 8)ε 11 τοῦ > (Κ8) ε βλάπτ. + quod refertur ad scorpionem et οvum o)

Τέ ἐστι τὸ >διέρχεσθαι τὸ πνεῦμα< τὸ πονηρὸν >δἰ' ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν καὶ μὴ εὑρίσκον<; Ἄνυδροι τόποι ὑπῆρχον οἱ ἐξ ἐθνῶν τὸ πρότερον, νυνὶ δέ πεπλήρωνται ὕδατος Μου καὶ οὐκέτι παρέχουσιν ἀνάπαυσιν αὐτῷ. ποιεῖται τοίνυν ἐπιστροφὴν πρὸς τὸ πρότερον αὐτοῦ [*](b*d(D*)k*CV*W*Y*) [*](3 Τί — 4 εὑρίσκ. > dCY τὸ2 — πονηρὸν] τὸ ἀκάθαρτον πνεῦμα W 4 εὑρίσκων β, εὑρίσκειν kV ὑπῆρχον dkCV > bWY 5 τὸ > D3 πεπλήρωται β, Πεπληρωμένοι D 3 καὶ — 6 αὐτῷ > d παρέχουσαν Β1 ΚWYβ 6 αὐτῷ k] αὐτοῖς bCVWY Πεποίηται d ὑποστροφὴν Β1)

257
δοχεῖον, τοὺς ἐξ Ἰσραήλ, ὁ Σατανᾶς. οὗτοι γὰρ ἐν Αἰγύπτῳ ὄντες, ἔνοικον ἦν αὐτοῖς τὸ πνεῦμα τὸ πονηρὸν διὰ τὸ ἤθεσί τε καὶ νόμοις τῶν Αἰγυπτίων συναναστρέφεσθαι, ἐπειδὴ δὲ λελύτρωνται διὰ Μωüσέως ἐλέει θεοῦ, ἐξῆλθεν. Νῦν δὲ ἐπειδὴ οὐ πεπιστεύκασιν εἰς Χριστόν, ἀλλ' ἀπώσαντο τὸν λυτρωτήν, ἐπεπήδησεν πόλιν ἐπ' αὐτοὺς >τὸ ἀκάθαρτον πνεῦμα<, καὶ ὡς εὖρεν αὐτοὺς οὐκέτι θεῖον ἔχοντας ἐν αὐτοῖς οὐδέν, ἀλλ' ἐρήμους ὄντας καὶ σχολάξοντας αὐτῷ πρὸς ἐνοίκησιν, κατῳκήσατο δηλαδὴ μετὰ πάσης αὐτοῦ τῆς δυνάμεως. Τοῦτο γὰρ φαίνεται δηλοῦν· >ἑπτὰ< λέγων πνεύματα< μετ’ αὐτοῦ, καθάπερ εἴωθεν ἐπὶπλήθους ὁνομάξεινἡ τὸν τοσοῦτον ἀριθμόν, ἐπειδὰν λέγη, ὅτι >στεῖρα ἔτεκεν ἑπτὰ καὶ ἡ ἐν τέκνοις ἠσθένησεν<. Οὑδὲ γὰρ >τὸ πνεῦμα< τὸ ἔσχον ἐν Αἰγύπιῳ, τοιοῦτο ἔχουσιν οἱ >εἰς τὸν υἱόν μου πεπλήρωνται δέ καὶ ἄλλων πνευμάτων πονηρῶν, καὶ γέγονεν αὐτοῖς >τὰ ἔσχατα χείρονα τῶν πρώτων<· χείρονα γὰρ τῶν ἐν Αἰγύπτῳ νῦν ἐπειδήπερ εἰς Ἰησοῦν Χριστὸν Χριστὸν οὐ πεπιστεύκασιν, ἀλλὰ >τὸν ἀρχηγὸν ζωῆς ἀπέκτειναν<, ὕθεν ἐστερήθησαν τῆς ζωῆς. Καὶ οὐκέτι λέγει αὐτοῖς προφήτης, τόδε λέγει κύριος, οὐκέτι σημεῖον ἐν αὐτοῖς, οὐκέτι τέρας, οὐκέτι σημεῖον ἐπιφανείας καὶ παρουσίας τοῦ θεοῦ. μεταβέβηκε γàρ τὰ ἀγαθὰ ἐφ’ ἡμᾶς τοὺς ἐξ ἐθνῶν, κατὰ τὸν τοῦ Ἰησοῦ λόγον εἰρηκότος· κότος· >ἀρθήσεται ἀπ' αὐτῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ ἔθνει ποιοῦντι τοὺ( καρποὺς αὐτῆς<· ἡμεῖς ἐσμεν τὸ ἔθνος, οἷς >ἡ βασιλεία τοῦ θεοῦ<, ἡ εὐαγγελικὴ πολιτεία.

[*](8f. vgl. Sir. 41, 5 (?) 14 — 17 vgl. Ambros. in Lucam VII, 95 (S. 323, 5 — 8 Schenkl) : universitas enim hoc numero aliqviotiens comprehenditur . . . ideo >sterilis septem etc.< 16f. I Kon. 2, 5 18 Zitat 21f. Akt. 3, 15 22ff. Zitat ? 26f. Matth. 21, 43)[*](7 τοῦς] τοῦ bW ὁ Σατανᾶς > bkCVWY οὖτοι — 11 πνεῦμα nur Y 9 ἐξῆλθεν > alle Hss 11 κοὶ — 14 δυνάμ.] εὗρεν γὰρ αὐτῶν τὴν καρδίαν γυμνὴν καὶ σχολάξουσαν ἀπὸ πάσης εὐσεβείας Y 12 οὐκέτι — οὐδέν] οὐδὲ ἔχοντας ἀγαθόν d ~ ἐν αὐτοῖς ἔχ. k 13 κατῳκίσατο Κ 4 Κ6 (ggk)B (besser?) δηλαδὴ >d 14 Τοῦτο — 15 αὐτοῦ > Υ φαίνεται δηλοῦν] δηλοῖ d 15 μεθ’ ἐαυτοῦ Β1 αὐτοῦ + ἔχειν dC καθ. — ὁνομαίζ.] ἐπὶ πλήθους γὰρ εἴωθεν W καθάπερ — 16 ἀριθμ.] τὸν δὲ ἑπτὰ ἀριθμὸν ἐπὶ πλήθους εἴωθεν ὁμομάξειν ἡ θεία γραφή Y καθάπερ — Schluß > Κ 8 ἐπὶ τι τοῦ D ὁνομάξειν] ὀνειδίζειν K 16 τοσοῦτον] ἑπτὰ παραλαμβάνειν W, τοιοῦτον k β ἐπεδὰν ἀριθμῷ 17 ἠσθένησεν > dC ἐπειδὰν— Schluß > WY καὶ—17 ἠσθέν. > k 17 τὸ πνεῦμα τὸ ἀκάθ. > d 18 ἔσχον] εἶχον dkC Αἰγύπτῳ + ἀκάθαρτον πνεῦμα d ἔχωσιν V υἱόν μοι] Ἰησοῦν dC ἀπιστοῦντες d + ἀλλὰ d 19 πεπλήρωται βd δὲ kC > bdV ἄλλων] ἑτέρων d πνευμάτων > b πονηρῶν > d καὶ γέγονεν — Schluß > d 20 χείρω C τῶν] τοῖς V χριστ. Ἰησ. C dAAd — 23 κύριος > C 22 λέγειν K6 23 οὐκέτι1] οὐκ ἔστι ΒΚVβ, + γὰρ C 24 τέρας] πέρας ΒVβ ἐφ'] εἰς Β1 V κατὰ > β τοῦ > kV Ἰησοῦ] κυρίου C 25/26 εἰρηκ. + ὅτι C 26 ἀπ' αὐτῶν] ἀφ' ὑμῶν C 27 ἡμεῖς — 28 πολιτεία nur k > bCV)