Fragmenta In Lucam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.
Ἐπεὶ δέ οἱ ἀπὸ Μαρκίωνος ἔχουσι τὴν λέξιν οὕτως· >τὸν ἄρτον σου τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ’ ἡμέραν<, ἐπαπορήσωμεν αὐτοῖς, ἀλληγορίας καὶ ἀναγωγὰς φεύγουσιν· τίς ἐστιν ὁ ἄρτος τοῦ θεοῦ; Εἰ μὲν γὰρ, ὡς ἀποδεδώκαμεν, διηγήσονται, δηλονότι ἀλληγοροῦσιν. εἰ δὲ τὸν σωματικὸν ἄρτον ὑπολήψονται, πῶς οὗτος τοῦ κατ' αὐτούς ἐστιν ἀγαθοῦ; ἀναγκαίως δὲ καὶ τὸ >καθ' ἡμέραν< πρόσκειται. Οἱονεὶ γὰρ ἐπισκευαστή ἐστιν ἡμῶν ἡ ζωὴ ἡ ἀληθινή, ἶνα κατὰ θεὸν ζήσῃ >ὁ ἔσω ἄνθρωπος<.
[*](κ*V* ε — 8 vgl. öm. 7, 22; 2 Kor. 4, 16)[*](2 Ἐπεὶ — 6 ἀγαθοῦ > Κ8 ε Ἐπεὶ δὲ] ἐπειδὴ V 3 ἐπιούσιον] ἐπίον σου Κ6 αὐτούς V 5 δῆλον ὅτι V 8 ~ — ἡμῶν ἐστιν K ἡ ἀληθινὴ ζωή V)Ἐμφαντικώτερον δὲ τὸ >καθ' ἡμέραν< τοῦ παρὰ Ματθαίῳ >σήμερον<.
[*]([Fortgesetzt in Fragm. LXXXVIII (p. 275)])[*](d (D: Ὠριγ. καὶ Κυρ.) C (vorher Kyrill: Ἐπιούσιον δὲ expl. καθεστηκότων dC))Τὸ μὲν οὖν· >τίς ἐξ ὑμῶν< πρὸς τοὺς μαθητὰς λέγεται, τὸ δέ· >ἕξει φίλον<, ἴνα εἴπῃ τὸν θεὸν φίλον τυγχάνοντα τοῖς ἁγίοις, ὡς τῷ Μωϋσῇ καὶ τῷ Ἀβραάμ. τάχα δὲ καὶ >μεσονύκτιον< ὁ >συνεσταλμένος< οὗτός ἐστι >καιρὸς< τοῦ βίου, ὅτε ὁ ὀλοθρευτὴς εἰσέρχεται εἰς πᾶσαν οἰκίαν τῆς ἐν κόσμῳ Αἰγύπτου, ἔνθα μὴ κέχρισται ἡ φλιὰ τῶν θυρῶν τῷ τοῦ Χριστοῦ αἴματι. Αἰτεῖ μαθητὴς τὸν φίλον >τρεῖς ἄρτους<, βοθλόμενοσ θρέψαι τῇ περὶ τῆς τριάδος θεολογίᾳ τὸν γινόμενον πρὸς αὐτὸν ἀπὸ τῆς ὁδοῦ, καθά φησιν· >ἐκτὸς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν<. Ἀλλὰ πῶς ἔσωθεν ἀποκρίνεται ὁ φίλος λέγων· >μή μοι κόπους πάρεχε< Ζητήσεις δέ, μήποτε >οἱ κοπιῶντες καὶ πεφορτισμένοι< τοὺς ἑαυτῶν κόπους παρέχομεν τῷ σωτῆρι, διὸ >τὰς ἀσθενείας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται<· ἢ ὥσπερ τῷδε μὲν ὑπνοῖ ὁ θεός, ἄλλῳ δὲ ἁμαρτάνοντι ὁργίξεσθαι λέγεται, οὕτω καὶ κόπους ἔχειν ἀπὸ τοῦ παρέχοντος αὐτῷ.
[*](δε (in dC nach 10 οὐδέν und 15 e. Schol. v. Severus v. Αntioch.) 4f. vgl. Jak. 2, 23; Weish. Sal. 7, 27 5f. 1 Kor. 7, 29 6ff. vgl. Exod. 12, 29 10 Joh. 15, 5 12 Matth. 11, 28 13 Jes. 53, 4; vgl. Matth. 8, 17)[*](3 οὖν > V 4 ἵνα — θεὸν] τὸν θεόν φησιν d ὡς — 5 Ἀβρ. > dC Μωσῆ Κ8 ε, Μωυσεῖ V 5 Τάχα — μεσον.] μεσονύκτιον δὲ d ὁ > ε ~ ἐστὶν οὗτος CV 6 ὅτε] ὅτι Κ8 ε ὅτε — 8 αἵματι > dC 7 κέχρησται ε, κέχριται V τῶν θυρῶν V > kε 8 ἄρτους + τὴν εἰς πατέρα καὶ υἱὸν καὶ ἄγιον πνεῦμα πίστιν dC(= Sever.? ) 9 τῆς 1 δ > ε γενόμενον Κ8 ε 10 καθά — οὐδέν > d καθὰ + γὰρ V δύνασθαι Cε ποιῆσαι ε 10/11 ~ ἀποκρ. ἔσ. kε 11 κόπον ε παρέχετε Κ6 Ζητήσεις δὲ > d 12 παρέχωσι ε, παρέχομεν CDD3 Vδ 13 διὸ + καὶ C διὸ] αὐτὸς γὰρ d καὶ — 14 λέγεται >d 13/14 ἢ ὥσπερ] ὥσπερ γὰρ C 14 μὲν] μὴ Κ8 μὲν] μὴ forte μὲν ε 15 οὕτω] διὸ d κόπον ε αὐτῷ] αὐτόν dC + λέγεται d)