Fragmenta In Lucam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.
Ἤ τάχα, εἰ ἡ >θεὸς< ὀνομασία ὑπὸ τῶν ἀποπιπτόντων τῆς ἀληθείας τάσσεται ἐπὶ τῶν γλυπτῶν καὶ τῶν δαιμονίων ἢ καὶ >τῆς κτίσεως παρὰ τὸν κτίσαντα<, οὐδέπω >ἡγιάσθη τὸ ὄνομα< τοῦ θεοῦ οὐδὲ κεχώρισται, ὧν χρὴ αὐτὸν κεχωρίσθαι. Διδάσκει οὖν ἡμᾶς εὔχεσθαι τάχιον τὸ χρηστὸν γενέσθαι τέλος, ἶνα ἐφαρμοσθῇ τῷ κυρίῳ ὡς >μόνῳ ἀληθινῷ θεῷ< ἡ >θεὸς< προσηγορία. Σαφῶς δὲ ταύτῃ τῇ ἐκδοχῇ ἐφαρ- μόζειν δυνάμεθα καὶ τὸ ἐξῆς· ποῖον δὴ τοῦτο; >ἑλθέτω ἡ βασιλεία σου<.
[*](k* — 2f. Rom. 1, 25 5f. Joh. 17, 3 — 1 εἰ] quia o)Μηκέτι κατ' ἐμοῦ >βασιλευέτω ὁ θάνατος<, μηδ’ ἀγέτω με δἰ ἁμαρτίας αἰχμάλωτον, ἀλλ' >ἐλθέτω ἐπ' ἐμὲ ἡ βασιλεία σου<, ἵνα εἰς τὸ μὴ ὂν ὑποχωρήσῃ τὰ νῦν κρατοῦντα καὶ βασιλεύοντα πάθη. ταῦτα δ’ ἄν τις αἰτοίῃ καὶ ἐπὶ τῆς καθ' ἔνα γενομένης βασιλείας.
[*](d(D*)C — 2 Rom. 6, 12 2f. vgl. Rom. 7. 23)[*](2 Μηκέτι] ἐλθέτω ἐπ’ ἐμὲ ἡ βασιλεία σου κοὶ μηκέτι d 4 ταῦτα — 5 βασιλ. > d)>Ἐλθέτω ἡ βασιλεία σου<, ἶνα καταργηθῇ μὲν >πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις<, ἔτι δὲ καὶ πᾶσα βασιλεία τοῦ κόσμου, καὶ ἡ βασιλεύουσα ἐν τοῖς θνητοῖς ἡμῶν σώμασιν ἀμαρτία, πόντων δὲ τούτων βασιλεύσῃ ὁ θεός.
[*](k*V — If. 1 Kor. 15. 24 2 vgl. Matth. 4, 8 2f. vgl. öm. 6, 12)[*](2 κοὶ + πᾶσα V 4 βασιλεύσει V)