Fragmenta In Lucam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.
Εἶτα ἵνα δείξῃ ἔτι αὐτὸν προτρέπειν ἐπὶ τὴν περὶ τῆς εὐχῆς διδασκαλίαν, τοιαύτην προσφέρει ἀξίωσιν, ὅτι καὶ Ἰωάννης, περὶ οὗ ἡμᾶς ἐδίδαξας, ὅτι >μείζων ἐν γεννητοῖς γυναικῶν αὐτοῦ οὐδείς ἐστιν<, τῆς περὶ τὴν εὐχὴν οὐκ ἠμέλει διδασκαλίας· καὶ ὅτι τὸ πῶς >προσθύξασθαι, καθὸ δεῖ, οὐκ οἴδαμεν<· καὶ ὅτι ἐνετείλω ἡμῖν αἰτεῖν τὰ μεγάλα καὶ τὰ [*](k* — 4 Luk. 7, 28 5f. öm. 8, 26 6f. vgl. Orig. Περὶ εὐχῆς 27, 1 (S. 363, 28f. Koetschau); Resch, Agrapha (TuU NF XV 3/4) S. 111 f. [Agraphon 86 (L 41)] — 5 τὸ Tiwg Kl.] ὅπως k)
’H αὐτή ἐστι τῇ ἐν τῷ Ματθαίῳ προσευχῇ, διὸ καὶ ἐπιτομώτερον ἐνταῦθα ἴρηται. ἢ βέλτιον διαφόρους νομίξεσθι τὰς προσευχάς, κοινά τινα ἐχούσας μέρη. Τότε δὲ >γινεται τὸ θέλημα< τοῦ θεοῦ >ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς<, ὅταν μηδὲν πράττωμεν παρὰ τὸ θέλημα αὐτοῦ. Πῶς δὲ ὁ εἰπὼν δεῖν αἰτεῖν οὐράνια καὶ μεγάλα περὶ ἄρτου αἰτεῖν κελεύει; >ἄρτον< οὖν τὸ ἀληθινὸν νοητέον καὶ πνευματικόν.
[*](W* — 1ff. Matth. 6, 9ff. 3f. Matth. 6, 10 4f. Matth. 6, 11; Luk. 11. 3 5 vgl. Resch a. a. O. (vgl. Fragm. XL))Οἶμαι δέ, ὅτι οὐδεὶς ἂν λέγοι τῷ θεῷ τὸ >πάτερ<, μὴ πεπληρωμένος τοῦ τῆς >υἱοθεσίας πνεύματος<, καὶ υἱὸς δοξάζων πατέρα λέγοι ἂν >πά- τερ<, φυλάξας δὲ καὶ τὴν ἐντολὴν τὴν λέγουσαν. >ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, προσεύχεσθε ὑπέρ τῶν διωκόντων ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὑρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκοθς<. Ἔτι γεννᾶταί τις ἐκ τοῦ θεοῦ >ποιῶν δικαιοσύνην<· καὶ γεννώμενος λέγοι ἂν >σπέρμα ἐν ἑαυτῷ< τοῦ θεοῦ λαβών, διὰ τὸ >μηκέτι δύνασθαι ἁμαρτάνειν<, τὸ >πάτερ<. Ἔτι γεννᾶταί τις ἐκ θεοῦ, οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ διὰ λόγου ζῶντος θεοῦ καὶ μένοντος, καθὰ γέγραπται· φησὶ γὰρ Ἰωάννης. >ὅσοι δέ ἒλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων οὐδέ ἐκ θελήματος σαρκὸς οὐδέ ἐκ θελήματος ἀνδρός, ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν<. Τοῦτο δέ φησιν οὐκ εἰς φύσιν ἡμᾶς ἀνάγων θεοῦ, ἀλλὰ χάριτος μεταδιδοὺς καὶ τὸ ἑαυτοῦ ἀξίωμα ἡμῖν χαριζόμενος. Λέγει γὰρ ἡμᾶς καλεῖν πατέρα τὸν θεόν. Εἶτα Ματθαῖος μὲν ἐπιφέρει τῷ. >πάτερ ἡμῶν< τό· >ἐν τοῖς οὐρανοῖς< ἃτε περὶ βασιλείας διαλε- γόμενος οὐρανῶν καὶ πάντας τοὺς παρόντας διδάσκειν διηγούμενος τὸν σωτῆρα μετὰ τοὺς μακαρισμοὺς καὶ τὸν περὶ τῆς προσευχῆς λόγον. Δουκᾶς δὲ περὶ βασιλείας διδάσκων θεοῦ ἐν ὅλῳ τῷ κατ' αὐτὸν εὐαγ- [*](ε — 3 öm. 8, 15; vgl. Joh. 17, 1 4f. Matth. 5, 44. 45 8 1 Joh. 2, 29 8f. 1 Joh. 3, 9 11 ff. Joh. 1, 12. 13 17 Matth. 6, 9) [*](Vor 2 Οἶμαι] ἀρκεῖ ὁ μὴ ἐν τόπῳ νοούμενος πατήρ· διὸ καὶ ἰδίᾳ τοῖς μαθηταῖς ὡς ἡψη λοτέροις τῶν λοιπῶν εἰσάγει τὸν Χριστὸν ὑφηγούμενον τὸν τῆς εὐχῆς λό- γον dC (= Ζ. 17 — 18) 2 Οἶμοι — πάτερ] οὐδεὶς δὲ δύναται τῷ θεῷ λέγειν >πάτερ< dC ἂν > ε ~ λέγοι ἂν V μὴ] εἰ μὴ dC πεπλ. + εἴη dC 3 πνεύμ. + χαρίσματος V καὶ — 14 ἐγενν. > dC 4 καὶ > Κ6 ε ἐντολ. — λέλ.] λέγ. ἐντολήν KV 6 τοῦ > V ὅτι — 14 εγενν. > kε 7 Ἔτι — 14 ἐγενν. nach 16 θεόν C 9 διὰ τὸ] διὸ ὅτι V δύναται V 10 Ἔτι — 14 ἐγενν. > V 14 Τοῦτο — 1 6 θεόν > kVε 1 6 Λέγει — θεόν > d Εἶτα — 24 > dkCε (17–18 vgl. dC im App. zu Ζ. 2))