Fragmenta In Lucam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.

Διὰ τί δὲ >μακάριοι οἱ ὀφθαλμοῖ< τῶν μαθητῶν τοῦ Ἰησοῦ εἰσιν ἐπεὶ >πολλοὶ προφῆται ἠθέλησαν ἰδεῖν<, ὅ εἶδον οὗτοι, >οὐκ εἶδον< δέ, >καὶ ἀκοῦσαι<, ὅ ἤκουσαν, >καὶ οὐκ ἤκουσαν<; Τὸν δὲ ἴδω

251
μεν· νομίζουσιν οἱ ἁπλούστεροι, ὅτι· πολλοὶ προφῆται προφητεύοντες τὰ περὶ ἐμοῦ ἠθέλησαν γενέσθαι κατὰ τοὺς ἐμοὺς χρόνους, ὥστε >ἰδεῖν, ἃ βλέπετε, καὶ ἀκοῦσαι, ἃ ἀκούετε>· ἀλλ' οὐκ εὐτύχησαν φθάσαι εἰς τοὺς καιροὺς τούτους, ἐν οἷς ὑμεῖς τούτων ἠξιώθητε. Τίς δέ ἡ ἀποκλήρωσις τοὺς πολλοὺς μέν προφήτας τούτων ἐπιτεθυμηκέναι, μὴ καὶ πάντας δέ; Μήποτ' οὖν, ὡς ἤδη ἀποδεδώκαμεν περὶ τοῦ Ἀβραάμ, ὅτι >εῖδε τὴν ἡμέραν Χριστοῦ καὶ ἠγαλλιάσατο< παραπλήσιον γέγονε καὶ ἐπ' ἄλλων προφητῶν καὶ δικαίων, οὐ πολλῶν, ἀλλ' ὀλίγων, ἐπὶ τὴν θέαν πεφθακότων καὶ ἐπὶ τὴν σύνεσιν, ὧν οἱ Ἰησοῦ μαθηταὶ ἠκροάσαντο; Οὖτοι οὖν ἅτε ἰδόντες, ἃ εἶδον οἱ ἀπόστολοι, καὶ ἀκούσαντες, ἃ ἤκουσαν οἱ τοῦ Ἰησοῦ μαθηταί, μαθηταί, οὐκ ἐπεθύμησαν, ὅτι εἶχον >ὡς οἱ μὴ ἔχοντες<· ἄλλοι δὲ γεγόνασι προφῆται καὶ δίκαιοι, ἐλάττονες τῆς ἐν τοῖς ἀποστόλοις θεωρίας καὶ συνέσεως, οἵτινες οὐκ ἔτυχον τῆς ἐπιθυμίας. Νῦν μὲν οὖν μακαρίξονται ὀφθαλμοὶ καὶ τὰ λοιπὰ οἶμαι οἶμαι μέλη τῶν ἁγίων, ὡς ἔχεσθαί τινος λόγου καὶ τό· >μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας<. Πῶς δὲ οὐ μακάριοι καὶ >οἱ πόδες< οἱ μὴ προσ- χόψαντες μηδέ σαλευθέντες, ἀλλ' >ὡραῖοι τῶν εὐαγγελιζομένων τὰ ἀγαθά<· καὶ μακάριαι αἱ χεῖρες, ὧν >ἡ ἔπαρσις θυσία ἑσπερινή<, καὶ ὧν ἡ ἔπαρσις νίκη μέν τοῦ Ἰσραήλ, ἦττα δέ τοῦ Ἀμαλήκ. καὶ μακαρία ἡ κοιλία, ἀφ' ἧς >ποταμοὶ ῥέουσιν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον<· καὶ μακάρια γόνατα τὰ >ἐν ὀνόματι Ἰησοῦ καμπτόμενα<, μακαρία δέ καὶ γλῶσσα ἡ >ἐξομολογουμένη, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός<. μακάριον δὲ καὶ >στόμα< τὸ διακονούμενον λόγῳ θεοῦ καὶ >μυκ- τήρ<, δἰ ὃν λέγεται· >ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν<. [Ταῦτα εἴρηται μὲν Ὠριγένει· εἰ δὲ τῷ δοκεῖ σπουδαῖα, δοκείτω· ἐμοὶ γὰρ οὐκ ἀρέσκει ὡς ἀντιλογίας ἔχοντα.]

[*](10f. Joh. 8, 56 15 1 Kor. 7, 29 19f. Luk. 11, 27 20f. vgl. Ps. 37(38), 17; 72 (73), 2; 93 (94), 18; Prov. 3, 23 21f. Röm. 10, 15; Jes. 52 22 Ps. 140 (141), 2 23 vgL Exod. 17, 11 24 Joh. 7, 38 25ff. Phil. 2, 10, 11 27 vgl. Hohel. 1, 2; 7, 5 28 Hohel. 1, 4)[*](10, 25-37 vide Homilia XXXIV)

Κατέλυσε μὲν οὖν ὁ σωτὴρ παρὰ γυναιξὶν ἁγίαις ἔν τινι κώμη, ἧς τὸ ὄνομα Δουκᾶς μέν παρασιωπᾷ, Ἰωάννης δὲ σαφηνίζει, τὴν Βηθανίαν εἰπών.

[*](k* — 3 vgl. Joh. 11, 1 — 3 σιωπᾷ Κ 6)

Εἰκότως γοῦν ἐκλάβοις Μάρθαν μέν εἰς τὴν πρᾶξιν, Μαρίαν δὲ εἰς τὴν θεωρίαν Συμπεριαιρεῖται Συμπεριαιρεῖται γὰρ τῷ πρακτικῷ τὸ τῆς ἀγάπης [*](d(D* erst bei Ζ. 15) Κ*Cδε 915 Καὶ— 17 ἑξῆς + –2 θεωρ. + 8 Δύν. — 11 ἐκκλησ. + 17 Ἔτι — 23 ke) Vgl. Orig. Comm. in Joh. Fragm. LXXX (S. 547 23ff. Preuschen); Ambros. in Lucam VII, 85 (S. 316, 21f. Schenkl)) [*](1 Εἰκότως γοῦν > Ck γοῦν > DD1 D2 ἐκλάβοις] ἐκλάβοι τις d, ἐκλάβη ε ἐκλάβοις + οὖν C, + δέ k 2 Συμπ. — 8 οὑκέτι >)

252
μυστήριον, εἰ μὴ Πρὸς τῷ θεωρεῖν ἕληταί τις διδάσκειν καὶ προτρέπειν ἐπὶ ΠρᾶΞιν· οὔτε γὰρ πρᾶξις οὔτε θεωρία ἄνευ θατέρου. Μᾶλλον μὲν οὖν λεκτέον, ὅτι ἡ Μάρθα σωματικώτερον ὑπεδέξατο τὸν λόγον ἐν τῇ ἐαυτῆς οἰκίᾳ τῇ ψυχῇ, ἡ δέ Μαρία πνευματικῶς ἤκουεν αὐτοῦ καὶ περὶ πόδας οὖσα, καθ' ὃ τὰ μέν ἐν εἰσαγωγῇ κατ' οἰκονομίαν παραδιδόμενα τοῦ καταργήσαντος τὰ τοῦ νηπίου< ἀφαιρεῖται, τὰ δ’ ὡς τέλεια οὐκέτι. δὲ Μάρθα μὲν εἶναι καὶ ἡ ἐκ περιτομῆς συναγωγὴ εἰς. τὰ ἴδια ὅρια δεξαμένη τὸν Ἰησοῦν, περισπωμένη περὶ τὴν ἐκ τοῦ γράμματος τοῦ τόμου πολλὴν λατρείαν, Μαρία δέ ἡ ἐξ Μνῶν ἐκκλησία >τὴν τοῦ >πνευματικοῦ νόμου< >μερίδα< ἐκλεξαμένη >πνευματικοῦ >καταγουμένην< ὡς ἡ ἐπὶ τοῦ προσώπου Μωΰσέως δόξα, χρὴσιμα ἐκ τοῦ γόμου ἐπιλέξασα ἢ πάντα ἀναφέρουσα εἰς ἒν τὸ >ἀγαπήσεις< Καὶ εἰς μὲν τό· >ἑνός ἐστι χρεία< χρήσῃ τὸ >ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν<, εἰς δέ τό· >ὀλίγων ἐστὶν< >τὰς ἐντολὰς οἶδας· οὐ μοιχεύσεις. οὐ φονεύσεις< καὶ τὰ ἑξῆς. Ἔτι δύναται Μάρθα μὲν εἶναι οἱ ἐκ περιτομῆς πιστοὶ καὶ ἱουδαΐζοντες, φυλάττοντες ἰουδαϊκῶς τὰ τοῦ νόμου, Μαρία δὲ οἱ τούτων ἀπηλλαγμένοι καὶ >ἐν κρυπτῷ Ἰουδαῖοι< καὶ μόνοις τοῖς Ἰησοῦ ποσὶ ποσὶ προσκαθεζόμενοι, οἱ >τὰ ἄνω οὐ τὰ ἐπὶ τῆς γῆς<· διαφόρως γὰρ ἐπιβάλλων εὑρήσεις Μάρθαν μέν σωματικωτέραν καὶ >περὶ πολλὰ< εἰλουμένην, Μαρίαν δέ τῇ θεωρίᾳ μόνῃ καὶ τοῖς πνευματικοῖς προσανέχουσαν.

[*](8 1 Kor. 13, lOff. 12 Rom. 7, 14 13 2 Kor. 3, 7 14ff. Mark. 12, 31 Par. 16f. Luk. 18, 20 19 Rom. 2, 29 20 f. Kol. 3, 1. 2)[*](3 τῷ] τὸd 4 μὲν > C 5 ἐν > DD1 D2 6 τῇ D3 > dC 8 Δύναται– 11 ἐκκλ.] ἢ τὴν μέν εἰς τὴν Ἰουδαίαν, τὴν δὲ εἰς τὴν ἐξ ἐθνῶν ἐκκλησίαν kε 10 περισπωμ. + δὲ D3 D4 11 τὴν — 14 ἀγαπ. > kε 13 ὡς — δόξα C > d 15 Καὶ — μὲν] εἰς μὲν oὐν k χρήσῃ — ἀγαπ.] τῷ ἀγαπήσ. χρήσῃ Κ8, τῷ ἀγαπ. χρήσιμον ε 16 σου kC > d ἑαυτόν kDD3 τό] τῷ k τὰς — 17 ἑξῆς] χρείᾳ παραθήσεις τό· οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, καὶ εἴ τι ἄλλο ὁμοίως εἴρηται k ὁλίγου D3 D4 17 Ἔτι — Μάρθα] ἢ Μάρθαν k 17/18 εἶναι οἱ] εἰς τοὺς k 18 πιστεύσαντας k ἰουδΐζ. > k ψυλάττοντας k ἰουδαϊκῶς + τὸ σάββατον καὶ D4 τὰ > C 19 Μαρίαν k δὲ + εἰς k τοὺς . . ἀπηλλαγμένους k καὶ — Ἰουδαῖοι > k 20 προσκαθεξομένους k οἱ — 21 γῆς > k οἱ — 23 προσανέχ. C > d 22 πολλοῦ K6)