Fragmenta In Lucam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.

Βούλεται δὲ ἀποκαλύψαι ὡς λόγος οὐκ ἀλόγως, καὶ ὡς σοφία σοφῶς, καὶ ὡς δικαιοσύνη δικαίως, καὶ κατὰ ἀξίαν τοὺς καιροὺς τοῦ ἀποκαλύπτειν καὶ τὰ μέτρα τῆς ἀποκαλύψεως ἐπιστάμενος. Ἀποκαλύπτει δὲ περιαιρῶν τὸ ἐπικείμενον τῇ καρδίᾳ κάλυμμα καὶ τὸ >σκότος<, ὅ ἔθετο >ἀποκρυφὴν αὐτοῦ<· οὕτω γὰρ δυνήσεταί τις ὡς Μωϋσῆς >εἰσελθεῖν εἰς τὸν γνόφον, οὗ ἦν ὁ θεός<. Ἐπειδή δέ ἐντεῦθεν οἴονται οἶ ἱτερόδοξοι κατασκευάζειν τὸ ἀσεβὲς αὐτῶν δόγμα, ὡς ἄρα ἄγνωστον ὄντα τὸν πατέρα Ἰησοῦ Χριστοῦ το'ῖς ἐν τῇ παλαιᾷ λεχτέον λεκτέον πρὸς αὐτούς, ὅτι τό· >ᾦ ἄν βούληται ὁ υἱὸς < οὐκ ἐπὶ τὸν μέλλοντα μόνον ἀνα- φἐρεται χρόνον, ἀφ᾿ οὗ ταῦτα εἶπεν ἡμῖν ὁ σωτήρ, ἀλλὰ καὶ ἐπὶ τὸν παρεληλυθάτα· τὸ γὰρ >ἀποκαλύψαι< ἀορίστου ἐστὶ χρόνου ἀναφερόμενον ἐπί τινα τῶν παρεληλυθότων. Χρηστέον δέ Πρὸς αὐτοὺς καὶ γραφῇ τῇ λεγούσῃ· > Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάστο, ἴνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε καὶ ἐχάρη<· τῶν δὲ ἀκουόντων ταῦτα λεγὀν- των· >πεντήκοντα οὔπω ἔχεις ἔτη καὶ Ἀβραὰμ ἑώρακας<, φησὶν ὁ σωτήρ· >ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι<· οὐκοῦν ὁ ταῦτα εἰπὼν ἐμπαρέσχεν ἐαυτὸν τῷ Ἀβραὰμ τότε, ἴνα ἐκεῖνος ἴδῃ τηνικάδε αὐτοῦ τὴν ἡμέραν. Εἰ δὲ μὴ βούλονται δέξασθαι τὴν <ἀποκαλύψαι> λέξιν ἐπὶ παρελη- λυθότος, ῥητέον πρὸς αὐτοὺς καὶ τοῦτο, ὅτι οὐ ταὐτόν ἐστι τὸ >γινώσκειν< τῷ >πιστεύειν<· >ᾦ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος γνώσεως, ἑτέ- ρῳ δέ πίστις ἐν τῷ αὐτῷ πνεύματι<. Εἶεν ἂν οὖν τινες καὶ κατὰ τούτους πιστεύοντες μέν, οὐ μὴν καὶ γινώσκοντες· δεδόσθω οὖν κατ’ αὐτούς, ὅτι οὐκ ἔγνω τὸν πατέρα ὁ Ἀβραάμ, ἀλλ᾿ ὅτι μόνον ἐπίστευσεν· οὐ γὰρ ὁ γινώσκων αὐτόν, καθὸ θεός ἐστι καὶ καθὸ πατήρ ἐστι, γινώσκει. Καὶ οἱ πολλοὶ γοῦν ἔχουσιν ἔννοιαν θεοῦ δημιουργοῦ, οὐ μὴν ὁμολογοῦσιν αὐτὸν υἱοῦ πατέρα.

[*](e*k*W* — 6 vgl. 2 Kor. 3, 15 6 f. 2 ön. 22, 12 7 f. Exod. 20, 21 11 Luk. 10, 22 15 ff. Joh. 8, 56 ff. 22 f. 1 Kor. 12, 8. 9 Vorher: εἰς τό· καὶ ἐὰν βούληται ὁ υἱός W 3 ἀποκαλ. > W 4 — 5 κοὶ > eW 6/7 ἀποκρυβὴν W 7 τις > e 7/8 ~ γνόφον εἰσελθεῖν e 9 ὡς — ὄντα] τὸ ἄγν. εῖναι W 10 ὅτι — 11 ἄν] τό· ᾦ ἐὰν e 11/12 ἀναφέρ.] ἀνάγεται W 12 ἡμῖν > W] ἡμῶν k 14 — 15 Xsyovari] καὶ γοῦν λέγει ὁ σωτήρ W 15 τῇ konj. Kr. ἡμῶν 16 τῶν —18 εἰμι > W 16/17 λέγοντα e 18 οὐκοῦν ὁ] ὁ οὖν W 19 ~ τηνικ. ἴδῃ eW 20 Εἰ — 27 πατέρα > eW 23 ἄν conj. Kr. Εἶεν ἄν] Erant o)

Ἡγὰρ αἴσθησις τῆς παρούσης ἐνδείας παρασκευὴ τῆς ἐπιγινομένης πληρώσεως γίνεται· ὁ δὲ οὐκ αἰσθανόμενος, ὡς ἐνδεῶς ἔχει τοῦ ὄντως καλοῦ, διὰ τὸ δοκοῦν αὐτῷ παρεῖναι καλόν, ἐνδεὴς εἰκότως τοῦ ἀληθινοῦ καλοῦ καταλείπεται. Ταύτην οὖν καὶ εὐδοκίαν πατρὸς δηλοῖ Χριστός, ἥν καὶ [*](dk*C — 1 — 4 καταλείπεται > d 2 ἄντος C 4 καὶ dC > Χριστός] φησίν dC)

250
πάλαι διὰ τοῦ προφήτου θεὸς ἔλεγεν· >ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ᾿ ἢ τὸν πρᾶον καὶ ἥσυχον καὶ τρέμοντα διὰ παντὸς τοὺς λόγους μου<· ὥστε οὐκ ἀφροσύνην ὑπὲρ σοφίαν ἐτίμησεν ὁ θεός, ἀλλὰ ταπεινοφροσύνην ὑπερηφανίας προετίμησε καὶ τὸν ἀποφράξαντα τὴν εὐεργεσίαν ἑαντῷ διὰ τῆς ἀναισθησιας εἰκότως κατέλιπεν. Ὁ οὖν ταπεινόφρων καὶ νήπιος φησιν· σύ με δίδαξον τὴν κατὰ σαυτὸν ἀλήθειαν· ἐγὼ γὰρ παρὰ ἀνθρώπου οὐ δύναμαι μαθεῖν, ἐὰν μὴ παρὰ σοῦ μάθω. Τις γὰρ ὀφείλει διδάσκειν περὶ θεοῦ ἤ θεός; Ἄνωθεν τοίνυν ἡ ἀποκάλυψις μετὰ τὴν κατ ἀξίαν πρόθεσιν.

[*](5 f. Jes. 66, 2)[*](5 θεὸς δηλῶν dC (besser ? Kr.) ἤ> C πρᾶον] πραϋν DD3 ἡσύχιον dC διὰ παντὸς > d ~ μου τοὺς λόγους d 7 ὥστε > + οὖν dC ὑπὲρ — θεός] προετίμησε σοφίας d ό > C 8 ΚΚ6 προετίμ. > d καὶ — 13 > dC 12 κατ' Kl.] κάτω k)

Οὐ μακρὰν τό· >πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου< ἐστὶ καὶ τό· >ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς<. Καὶ διὰ τοῦτο αὐτῷ δίδοται >πᾶσα ἐξουσία<, ἶνα >εἰρηνοποιησῃ διὰ τοῦ σταυροῦ αὐτοῦ εἴτε rd ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς<. Οὐδέπω μὲν οὖν τὰ πάντα εἰρηνοποίησεν, ὡς δῆλον ἐκ τοῦ ἔτι τὸν ἀπὸ τῆς κακίας ὑπάρχειν πόλεμον· ἔσται δὲ πάντως ἡ τελεία εἰρήνη. Δικαιότατα δὲ >πάντα< παραδέδωκεν αὐτῷ ὁ πατήρ, ἐπεὶ καὶ αὐτὸς ὁ υἱὸς παρεδόθη >ὐπὲρ πάν- των<, >ὅς ἐστι σωτὴρ πόντων ἀνθρώπων, μάλιστα πιστῶν< ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου(. Παρεδόθη δὲ καθ᾿ ὅ γέγονεν ἄνθρωπος, >ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ ndv γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός, ἀμήν<.

[*](Τίτου) — 3 Matth. 28, 18 4 f. Kol. 1, 20 8 f. vgl. Rom. 8, 32 9 1 Tim. 4, 10 9 ff. 1 Joh. 2, 2 12 ff. Phil. 2, 10)[*](2 τὸ] δὲ τοῦ k 3 τούτῳ V 4 δέδοται k 5 οὖν > e > e 6 δῆλόν + ἐστι β ἔτι > β 7 ἡ > 9 ὅς — ἱλασμός > e σωτὴρ] πατὴρ bW 10 ἐστι] ὁ ἐστι e eV μόνον Ε1) 12 ἵνα + καὶ e Ἰησοῦ] αὐτοῦ Β1 κάμψει V 13 καὶ2 — 14 ἀμήν > W] καὶ τὰ ἑξῆς e ἐξομολογήσεται β, k ἐξομολογήσεται Κ6) 14 Χριστὸς > k(ggK6).)