Fragmenta In Lucam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.

Οὐδὲ βούλεται Ἰησοῦς λεχθῆναι τὰ τῆς δόξης αὐτοῦ πρὸ τῆς μετὰ τὸ πάθος αὐτοῦ· αὐτοῦ· ἐβλάβησαν γὰρ ἄν οἱ ἀχούοντες καὶ μάλιστα οἱ ὄχλοι τὸν οὕτω δεδοξασμένον δεωροῦντες σταυρούμενον. Οὐ τοίνυν φθονήσαντες ἔκρυψαν, ἀλλ᾿ ὡς φοβθέντες, μὴ ἀπιστηθῶσι. Φησὶ γὰρ ὁ Λουκᾶς· >καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδέν ὧν ἑωρακασιν<. Πότε οὖν >ἀπήγγειλαν< Μετὰ τὴν ἀνάληψιν, μετὰ τὴν τοῦ πνεύματος παρουσίαν· τότε τότε γὰρ ἐπλήσθησαν παῤῥησίας καὶ Πνεύματος πατηξιώθησαν καὶ τὴν ἀπὸ τῶν σημείων εἶχον φωνὴν συνηγοροῦσαν αὐτοῖς, καὶ πάντα ὅσα ἔλεγον λοιπὸν εὐπαράδεκτα ἦν.

[*](k*m*εμ)[*](2—4 σταυρούμ. aus Comm. in Matth. tom. XII, 43 (III, 203, 17—204, 2 Lomm.) (Var.: Οὐδὲ — λεχθ.] ἐπεὶ καὶ κατὰ ταῦτα βούλ. ὁ Ἰησ. μὴ λεχθῆναι / 3 οἱ > / 4 θεωρ.] ὁρῶντες) 2 Οὐδὲ + γὰρ Κ4 2 Οὐδὲ] καὶ τοίνυν οὐ βούλεται] γὰρ βλέπεται ε ὁ Ἰησ. ε πρὸ — 3 αὐτοῦ > ε 3 ἄν οἱ > μάλιστα + δὲ μ 4 τοίνυν > μ + ὡς K6K4 5 φθονήσ. + οὖν Φησὶ — 7 ἑωρ. > ke 7 Πότε] τότε ε οὖν] δὲ μ 8 τότε] πότε 6 ὅτε Κ8ε τότε — 10 ἦν > μ 9 ἠξιώθησαν Κ8ε 10 λοιπὸν > K8ε)

Τοῦτο τοίνυν φησίν· εὶ καὶ ἐπὶ τοῦ παρόντος οὐ νοεῖτε τοὺς λόγους τούτους, ἐν καιρῷ αὐτοὺς νοήσετε τὴν ἄγνοιαν ἀποθέμενοι, ἐπὰν τελείως ἐπιστρέψητε πρός με καὶ περιαιρεθῆτε τὸ κάλυμμα, ὅπερ ἐν αὐτῷ [*](k* (vgl. ο) Vgl. Orig. Comm. in Matth. tom. XIII, 8 (III, 225, 6 ff. Lomm.)) [*](4 vgl. 2 Kor. 3, 16)

245
τῷ πάθει περιελῶ ἀφ᾿ ὑμῶν, οὗ σύμβολον ὄψεσθε καταπέτασμα τοῦ ναοῦ ἐσχισένον. Τάχα δὲ καὶ καθόλου ἐν τοῖς μανθάνουσι πρῶτον δεῖ ἀγνοεῖσθαι τοὺς λόγους τῶν παραδιδομένων καὶ παρακεκαλύφθαι τὰ ῥήματα, ἵν’ ὕστερον μετὰ τὸ ἀποθέσθαι τοὺς ἀκροατὰς εἰς τὰ ὦτα ἑαυτῶν τοὺς λόγους ἡ σαφήωεια φανερωθῇ μετατιθεμένων τῶν λόγων ἀπὸ τῶν ὤτων εἰς τὴν καρδίαν. Ὅρα γοῦν ὅτι καὶ αὐτοῖς τοῖς μαθηταῖς πρότερον ἐν παραβολαῖς ἐλάλει ἀκούουσι μετὰ τῶν ἔξω, εἶτα μετὰ τοῦτο >κατ᾿ ἰδίαν< αὐτοῖς >ἐπέλυε πάντα<· καὶ ἡμεῖς καταμε λετήσαντες καὶ μηδαμῶς αὐτὰς συνέντες οἱονεὶ ἀναβλέπομεν ἐν τῇ συνεχεῖ μελέτῃ, κατὰ βραχὺ ἐλλάμποντος >ἐν ταῖς καρδίαις ἡμῶν< λόγου >πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης< αὐτοῦ, ὅς Τὸ δέ >μέλλει παραδίδοσθαι< παρὰ Ματθαίῳ καὶ Λουκᾷ παρίστησι σαφῶς τό· ὑπὸ τίνος; διόπερ ὡς ἔφαμεν ὁ μέν τις ἐρεῖ· ὑπὸ τοῦ Ἰούδα, ὁ δέ· ὑπὸ τοῦ λαοῦ· ἡμεῖς δὲ ἐπείπερ Ἰούδας καὶ ὁ λαὸς ἄνθρωποι ἦσαν, ἐφιστῶμεν, μήποτε βέλτιόν ἐστι κατακολουθήσαντας ἡμᾶς Παύλῳ λέγοντι περὶ τοῦ πατρός, >ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἀλλ᾿ ὑπέρ ἡμῶν Πάντων παρέδωκεν αὐτόν(, αὐτόν< τῷ λείπειν τό· ὑπὸ τοῦ θεοῦ. Ἐνθάδε δέ γενόμενος ζητήσεις, εἰ ταὐτὸ σημαινόμενόν ἐστι τοῦ >παραδεδόσθαι < τασσομένου ἐπὶ Ἰούδα καὶ τοῦ θεοῦ· ὁ μὲν οὖν τις φάσκων ταὐτὸν εἶναι τῇ προδέσει δώσει τὴν διαφοράν, καθ’ ἥν ὁ μέν Ἰούδας ὅτε ἀργυρίου αὐτὸν παραδιδοὺς ἐπιβουλευτικῶς παρέδωκεν αὐτόν, ὁ δὲ πατὴρ εὐεργετικῶς. Ἔτι πρόσχες πῶς εἴρται, ἵνα μὴ αἴσθωνται αὐτό· ὥσπερ γἀρ ἐστιν ἐν αἰσθήσει τὸ μὴ αἰσθάνεσθαι πολλάκις τῶν αἰσθητῶν κατὰ πάθος γινόμενον, οὕτως ἔστι καὶ ἢ κατὰ τὸ ἡγεμονικὸν ἀναισθητεῖν λόγων καὶ ῥήματος ἢ δυσαισθητεῖν. Ἐπεὶ δέ >φόβος κυρίου ἀρχὴ αἰσθησεως< μήποτε ὅν ἐφοβήθησαν οἱ μαθηταί, ὡς φαῦλος ἀπὸ τῆς ἐν αὐτοῖς ἀγνοίας τοῦ ῥήματος γέγονε, καὶ τοῦ παρακαλύμματος ἐμποδίζοντος αὐτοῖς διὰ τῆς ἐπερωτήσεως μαθεῖν· ὁ γὰρ οἰκονομῶν τὴν ἄγνοιαν καὶ παρακαλύπτων ἀπ᾿ αὐτῶν τὸ ῥῆμα ἑώρα ἀπὸ τῆς ἐπερωτήσεως, εἰ ἀπεκρίατο ἐπερωτώμενος ὁ σωτὴρ περιαιρεθησόμενος τὴν ἄγνοιαν καὶ τὸ παρακάλυμμα. Ἅμα δὲ καὶ συγκρῖνον, ὅτι ἐπὶ μὲν τῶν παραβολῶν >ἠρώτων αὐτὸν κατ᾿ ἰδίαν οἶ μαθηταὶ< καὶ οὐκ >ἐφοβοῦντο ἐπερωτῆσαι<· νῦν δὲ >ἐφοβή- θησαν αὐτὸν ἐπερωτῆσαι περὶ τοῦ ῥήματος τούτου< οἰκονομοῦντός τι τοῦ τὴν ἄγνοιαν ἐμποιοῦντος καὶ τὴν παρακάλυψιν ἐν αὐτοῖς. Ἐταμιεύετο δὲ εἰς ἐπιτήδειον καιρὸν τὴν περιαίρεσιν τῆς ἀγνοίας καὶ τοῦ παρακαλύμματος, μέλλων >παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων<.

[*](5f. vgl. Luk. 23, 45 Par. 12 Mark. 4, 34 14 f. 2 Kor. 4, 6; vgl. 4, 4. 16 Matth. 17, 22 20f. Rom. 8, 32 30 Ps. 110 (111), 10 37 Mark. 9, 28)[*](12 ἀπέλυε k 22 ταὐτὸν k 23 τασσομένου Kr.] τασσόμενον k 30 Ἐπεὶ δὲ] Ἐπειδὴ Κ6)
246

Εἰ μὲν οὖν ἕτοιμος εἶ, ὦ οὗτος, ὁμοίως ἐμοὶ οὐκ ἔχοντι ποῦ τὴν κεφαλὴν κλἰναι, αἱρήσῃ διὰ τὴν ἐμὴν διδασκαλίαν τὸ ἀκατάστατον ἐνταῦθα ἐλπίδι τῆς τῶν οὐρανῶν βασιλείας, [ἐπ᾿ οὐδενὶ] τὴν ἀνάπαυσιν ἐνταῦθα μὴ προσδοκῦν, ἀλλ᾿ ἐν τῷ αἰῶνι τῷ μέλλοντι. Οἱ γὰρ ἐμοὶ μαθηταὶ δικαιοσύνην ἀσκοῦντες >ἐν τῷ κόσμῳ θλῖωιν ἕξουσιν<, >πονηροὶ δὲ καὶ γόητες<, ἀλώπηξι καὶ πετεινοῖς οὐρανοῦ παραβαλλόμενοι ἐν τῷ βίῳ τούτῷ, >προκόφουσι πλανῶντες καὶ πλανώμενοι<. Μάλιστα δὲ ἁρμόζει πρὸς τό· >ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι< τὸ >ἀστατοῦμεν< ὑπὸ Παύλου, ἐν ᾧ Χριστὸς ἐλάλει, ῥηθέν.

[*](k* _ 6 Joh. 16, 33 6ff. 2 Tim. 3, 13 10 1 Kor. 4, 11; vgl. 2 Kor, 13, 3)[*](2 ὦ Κ8ε οὗτος] αὐτὸς ε 5 αἰῶνι τῷ > ε 6 κόσμῳ + τούτῳ 8 Μάλιστα — 10 ῥηθέν > Κ8ε)