Fragmenta In Lucam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.
Ὅ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰ μὴ τῶν πετεινῶν καὶ θηρίων ἤτοι τῶν δαιμόνων σαυτὸν ἀπαλλάξεις, οὐ δύναμαι ἐν σοὶ καταλῦασι οὔτε σὺ τοιοῦτος ὢν δύνασαι τὸ ἀποστολικὸν ἀξίωμα λαβεῖν.
[*](δ; vgl. Ὠριγένους. Ἐν ἁγίοις ὁ Χριστὸς ἅγιος ὤν ἀναπαύεται· διὸ καί φησι πρὸς αὐτόν· ἐν σοὶ δαίμονες ἀναπαύονται, τοῦτ’ ἔστιν αἱ ἀλώπεκες, ἐγὼ δὲ οὐκ ἐν σοί, ἀλλ᾿ ἐν ἁγίοις ἀναπαυθήσομαι. (Matth. Katene d. P. Possinus p. 114, zu Matth. 8, 20))[*](2 τῶν C > d ἀπαλλάξης C καταλῦσαι δ] κατοικῆσαι DD1)Ὑψηλότερον δέ· ὅτε ἐπεθνήκει τῷ νεανίσκῳ ὁ πατὴρ καὶ ἦν νεκρός, τότε ὑπὸ τοῦ σωτῆρος ἐκλήθη· Νομίζω δὲ ὅτι, ὥσπερ ὁ κόσμος Παύλῳ ἐσταύρωτο καὶ νεκρὸς ἦν, ἐπεὶ τέθνηκεν αὐτῷ τὰ τοῦ κόσμου πράγματα, μηκέτι αὐτὰ σκοποῦντι ὡς >βλεπόμενα καὶ πρόσκαιρα< οὕτως ἑκάστῳ δικαίῳ τέθνηκεν ὁ διάβολος, ὅστις αὐτῷ ἔζη ἁμαρτάνοντι· πᾶς γὰρ >ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέηται< παντὶ δὲ ἁμαρτά- νοντι καὶ σκοποῦντι τὰ τῇδε ζῇ ὁ πονηρὸς πατήρ. Παντὶ δέ, ᾦ τέθνηκεν ὁ πονηρός, λέγοιτ᾿ ἄν ὑπὸ τοῦ σωτῆρος τό· >ἀκολούθει μοι<. Καὶ τἀχα τοιοῦτόν ἐστι μυστικῶς νοούμενον τὸ δεῖν μισεῖσθαι ὑφ’ ἡμῶν τὸν πατέρα, εἰ μέλλοιμεν ἄξιοι ἔσεσθαι τοῦ Ἰησοῦ. Τὸ δέ· >τοὺς νεκροὺς θάψαι< τοὺς ἑαυτῶν νεκροὺς ἀλληγορεῖται μόνον· θάπτουσι γάρ πως νεκροὶ >τοὺς ἑαυτῶν νεκροὺς< ἐν ἑαυτοῖς, τάφοι καὶ μνημεῖα αὐτῶν γενό- μενοι. Τέλεον δέ καταλείπει τὸν νεκρὸν καὶ οὐδαμῶς ἔτι αὐτοῦ ἅπτεται ὁ πειθόμενος τῷ Ἰησοῦ· οἶδε γὰρ ὅτι ὁ ἁπτόμενος νεκροῦ μολύνεται.
[*](Κ*ε _ 3f. Gal. 6, 14 5 2 Kor. 4, 18 6f. 1 Joh. 3, 8 lOf. vgl. Luk. 14, 26 15 vgl. Num. 19, 16)[*](3 ὑπὸ] ἀπὸ ε σωτῆρος] Ἰησοῦ Κ8ε Νομίζω] νομιστέον ε 4 ἐσταύρωται ε τεθνήκει ε 7 γεγέννηται Κ4ε 9 σωτῆρος] Χριστοῦ Κ8ε 14 καταλείποι Κ6 15 ὅτι] ὡς ε)Ἕκαστος ἡμῶν ἑαυτοῦ ἀρότης ἐστὶν γῆν ἔχων τὴν ἰδίαν ψυχήν, ἥν ὀφείλει νεοῦν ἀρότρῳ λογικῷ συναγαγὼν τοὺς βοῦς τοὺς ἐργάτας ἀπὸ τῶν γραφῶν τῶν καθαρῶν· τότε γὰρ νέαν ποιήσει τὴν ὑπὸ πολλῆς ἀργίας τῆς ἐν τῷ παρελθόντι χρόνῳ παλαιωθεῖσαν ψυχὴν καὶ πολλὴν ἐξενεγκοῦσαν κακίαν καὶ ἔργα ἄκαρπα, ὅ ἐκτεμὸ)ν τῷ ἀρότρῳ τοῦ λόγου καὶ ποιήσας νέωμα σπερεῖ ἀπὸ τῆς θείας διδασκαλίας απέρματα νομικά, προφητικά, εὐαγγελικά, μεμνημένος καὶ μελετῶν αὐτό. Διό φησι καὶ διὰ Ἱερεμίου τοῦ προφήτου ό τῶν ὅλων θεός· >νεώσατε ἑαυτοῖς καὶ μὴ σπείρετε ἐπ᾿ · οὐ γάρ ἐστι θεῖον ἁπλῶς δέξασθαι σπόρον καὶ καρποφορῆσαι, μὴ πρότερον ἐκκαθάραντας τὰς ψυχὰς καὶ πᾶν ἐκβαλόντας πάθος καὶ τὰς βιωτικὰς μερίμνας καὶ ἡδονάς, αἵ εἰσιν αἱ ἄκανδαι· διό φησιν· ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν<.
[*](W* Vgl. Orig. in Jerem. hom. V, 13 (42, 18—30 Klostermann); Ζ. T. Ubereinstimihung. — 10 f. Jerem. 4, 3 13 f. vgl. Luk. 8, 14 14 Ps. 36 (37), 27)