Fragmenta In Lucam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.

[Ἡ ἐν τῷ ὄρει μeταμόρφωσις παραδειχθεῖσα τοῖς μαθηταῖς τῆς μελλούσης τοῦ σωτῆρος δόξης ὑπόδειγμα ἐδήλου· καὶ σωματικῶς ἐπεδείκνυτο πρὸς τὸ καὶ τοῖς θνητοῖς αὐτῶν εἰς θέαν ὑποπεσεῖν ὀφθαλμοῖς, εἰ καὶ τὴν ὑπερβολὴν οὐκ ἤνεγκαν τῆς λαμπρότητος καὶ] οὕτως ἄκρατον καὶ οὐ φορητὴν οὖσαν τοῖς ἡμετέροις ὄμμασιν· ὅτι δὲ ἡ τῇ οὐσίᾳ τῇ θείᾳ πρέπουσα δόξα πάσῃ γενητῇ φύσει ἀθέατός ἐστι καὶ ἀπρόσιτος, ἔδειξαν οἱ μαθηταὶ μηδὲ ταύτην αὐτὴν τὴν παραδειχθεῖσαν αὐτοῖς ἐπὶ τοῦ ὄρους σωματιχὴν ὄψιν δυνηθέντες ἐνεγκεῖν, ἀλλὰ καταπεσόντες εἰς γῆν· τότε δέ τις ὁρᾷ τὸν λόγον μεταμορφοπύμενον ἐνδόξως, ὅτε συνάνεισί τε αὐτῷ καὶ συνυψοῦται καὶ ὁρᾷ αὐτὸν ὡς αὐτολόγον καὶ ὡς ἀρχιερέα κοινολογούμενον καὶ εὐχόμενον τῷ πατρί. Ἐπειδὴ δὲ οὔπω τελείως τὸ σῶμα εἰς ἀφθαρσίαν ἀμετάθετον ἀγαγὼν ἦν, ὤφθη μετὰ τῶν φθαρτῶν ἱματίων λάμψας σὺν αὐτοῖς· ὅταν γὰρ ἀναστῶσιν οἱ δίκαιοι ἐν δόξῃ ἐν τῇ δευτέρᾳ Χριστοῦ παρουσίᾳ, οὐ μέλλουσιν ἔχειν ἱμάτια αἰσθητά, ἀλλὰ λαμπραί τινες περιβολαὶ περιβληθήσονται αὐτοῖς. Ὡς δὲ τὸ τούτων εἶδος οὐκ ἐγένετο ἕτερον παρὰ τὸ τῆς μεταμορφώσεως, οὕτως ἐν τῇ ἀναστάσει πολλῷ ἐνδοξότερον τὸ περὶ τοὺς ἁγίους εἶδος ἔσται, παρ᾿ ὅ εἶχον ἐν τῷ βίῳ τούτῳ, οὐχ ἕτερον δέ. Οἱ δὲ περὶ Ἰησῦν ἐνδόξως ὤφθησαν τοῖς μαθηταῖς· Μωῦσῆς μὲν τοῦ νόμου τὸ πρόσωπον δηλῶν, Ἡλέας δὲ τῶν προφητῶν· αὐτὸς γὰρ ἦν ὁ νόμου καὶ προφητῶν κύριος. Ὁ τοίνυν νοήσας τὸν πνευματικὸν νόμον καὶ τὴν ἐν τοῖς προφήταις >ἐν μυστηρίῳ ἀποκεκρυμμένην σοφίαν< ὁρᾷ Μωϋσῆν καὶ Ἡλίαν ἐν δόξῃ.

[*](d(D*)C 2—5 λαμπρότ. auch in W (PG 72, 656 B 1—5) als Schluß eines Kyrill-Schol. — 12 vgl. Hebr. 7, 25 19ff. vgl. Ambros, in Lucam VII, 10 (S. 286, 13 ff. Schenkl) 22f. 1 Kor. 2, 7 2 Ἡ — 3 ἐδήλου] Ἐκείνης οὖν τῆς μελλ. δόξ. ὑπόδ. παρεδήλου ἡ παραδ. τοῖς μαθ. μεταμόρφ. W 4 αὐτὸν C 7 φύσει > d ἀπρόσιτος + φύσει D2 8 αὐτοῖς > d 10 ~ μεταμορφ. τὸν λόγον C ὅτε] ὅταν DD1 11 αὐτὸ λόγον konj. Kr. 14 τῶν ἱματ. τῶν φθαρτῶν C 15 Χριστοῦ > C ἔχειν + τὰ D2 18 τῶν ἁγίων DD1 19 εἶχεν C Ἰησοῦν konj.] Ἡλίαν alle Hss. 20 — τὸ πρόσ. τοῦ νόμου E2 22 Ὁ τοίνυν κτλ. wörtlich aus d. Comm. in Matth. tom. XII, 38 (III, 193, 16—18 Lomm.), der zima ganzen Schol. zu vergleichen ist ~ νοήσας τόνυν C)

Καὶ συνομιλοῦσιν ἀλλήλοις, ὅ ἐστι σύμφωνα ἐαυτοῖς λαλοῦσι· τοὺς ἐν τῇ παλαιᾷ δὲ δυνῆψε τοῖς ᾶποστόλοις παραδεικνύς, ὅτι ἐν τῇ δευτέρᾳ παρουσίᾳ Χριστοῦ πάντες συναφθήσονται οἱ δίκαιοι.

[*](dCδ (zwischen XXII, 23 u. XXIII, 2 steht in dC ntir ein 4 Zeilen langes Κυr.-steht)[*](2 Καὶ — λαλοῦσι > d τοὺς — 3 παρασεικν. nach 4 δίκαιοι C 3 δὲ] υὰ C παραδεικνύς] παρὰ τὸ ὄρος C καὶ ὅτι C)
244

Ἀχούσας, ὅτι μέλλει παθεῖν ὁ Χριστός, καὶ νομίσας καιρὸν εὑρεῖν τοῦ εἰπεῖν, ἅ οὐκ ἤθελε γενέσθαι, ᾔτει τὸν κύριον ἄνω μεῖναι ἐν τῷ ὄρει διηνεκῶς, ἶνα μὴ κατελθόντα εὕρωσιν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἀποκτείνωσιν, ἀγνοῶν τὰ ἐκ τοῦ πάθους καὶ τῆς ἀναστάσεως μέλλοντα ἔσεσθαι πᾶσιν ἀγαθά.

>Ταῦτα δὲ αὐτοῦ λέγοντος ωεφέλη ἐπεσκίασεν ὐτούς<, τὸ περίεργον διακόπτουσα τοῦ ὑπὲρ δύναμιν τὴν ἑαυτῶν ζητεῖν τι, καὶ διὰ τούτου προδιατυπῶν, ὅτι μέλλουσι πάντες οἱ ἅγιοι οἱ πρὸ τῆς ἐπιδημίας καὶ οἱ μετὰ τὴν ἐπιδημίαν ἅμα γενέσθαι, καὶ ὅτι εἰς τὰς αὐτὰς σκηνὰς ἀνάγουσι νόμος καὶ προφῆται καὶ εὐαγγέλιον, τρεῖς μὲν ἀριθμούμεναι, πρὸς ἐν δὲ τέλος ὁρῶσαι, Λ·αὶ ὅτι ἐν τῇ ἀναστάσει μέλλουσιν >ἁπαγῆναι ἐν νεφέλαις< οἱ ἅγιοι >εἰς ἀπάντησιν τοῦ κυρίου καὶ σὺν αὐτῷ εἶναι< διηνεκῶς.

[*](δ [vorher gehen 3 Zeilen KjTill (D: Κυρίλλου ὅλον), nach 6 ἀγαθά ist ein Satz aus KjtiII u. Titus eingeschoben] — 11 ff. 1 Thess. 4, 17)[*](2 Ἤ ὅτι ἀκούσας dC 3 γενέσθαι + διὸ καὶ d 4 κατελθόντα > 6 πᾶσιν > d 8 διὰ τούτου > d 9 οἱ — IQ ἐπιδημίαν > d ἀναγενέσθαι δ 12 μέλλ. + οἱ ἅγιοι C ἐν νεφ. — 13 διηνεκῶς > C)