Fragmenta In Lucam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.
Ἔστι τις ἁμαρτία ψυχῆς θάνατος, ἣν ὁ Ἰωάννης >ἁμαρτίαν πρὸς θάνατον< λέγει· καὶ ἔστιν ἁμαρτία ψυχῆς ἀσθένεια· καὶ ἔστιν ἁμαρτία ψυχῆς ζημία, ὡς ἐνταῦθα εἴρηται τὸ >ζημιωθείς<, καὶ παρὰ τῷ ἀποστόλῳ τό· >εἴτινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται< [Ταῦτα Ὠριγένης εἰπὼν τὴν διαφορὰν οὐ προσέθηκεν.]
[*](W* — 2f. 1 Joh. 5, 16 4 Luk. 9, 25 5 1 Kor. 3, 15)>Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ<· Ματθαῖος μὲν >ἓξ< λέγει, μήτε τὴν ἡμέραν ἐν ᾗ ἐλέχθη, μήτε τὴν ἐν ᾗ μετεβλήθη ψηφίσας, ἀλλὰ μόνας τὰς ἓξ τὰς μέσας· οὗτος δὲ ὅλας συνῆψεν.
[*](d(D*)C vgl. Chrys. in Matth. hom. 56 (al. 57) (PG 57 549) — 3 Matth. 17, 1 2 Ἐγέν. — 3 μὲν] ὁ μὲν Ματθαῖος d)Ζητήσωμεν πῶς ὁ μὲν Λουκᾶς φησιν· >ἐγένοντο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ<, ὁ δὲ Μᾶρκος· >ὡσεὶ μεθ’ ἡμέρας ἕξ<. Ὅσον ἐπὶ τῷ ῥητῷ τῷ· >ἐγένοντο ὡσεὶ ἡμέραι ὀκτώ<, ὁ Λουκᾶς μετρεῖ καὶ ταύτην τὴν ἡμέραν, [καὶ] ἐν ᾗ γίνεται, Μᾶρκος δὲ μετρεῖ τὰς μέσας μόνας, καὶ οὐκ ἔστι διαφωνία πρὸς τὸ ῥητόν· ἀλλ᾿ εἴποιμι ἂν ἀνάγων τὸν λόγον, ὅτι οὐκ εἰκῇ, ὃ ἐπηγγείλατο ὁ σωτήρ, οὐκ εὐθέως, ἀλλὰ μεθ’ ἡμέρας ἓξ πεποίηκεν. Σύμβολον δὲ αἱ ἓξ ἡμέραι τῆς κοσμοποιΐας, τοῦτ᾿ ἔστιν μετὰ τὸν κόσμον τοῦτον. Τότε γὰρ ἀναβιβάζει ὁ Ἰησοῦς εἰς τὸ ὄρος τὸ ὑψηλόν, ἐὰν ᾖ τις Πέτρος ἢ Ἰάκωβος ἢ Ἰωάννης· ἄλλος γὰρ οὐδεὶς ἀναβαίνει παρὰ τοὺς τρεῖς, ἵνα ἴδῃ τὴν μεταμόρφωσιν Ἰησοῦ καὶ τοὺς ὀφθέντας ἐν δόξῃ Μωϋσῆν καὶ Ἡλίαν.
[*](d(D*)CW* Vgl. Orig. Comm. in Matth. tom. XII, 36 (III, 190, 3ff. Lomm.) — 2 Mark. 9, 2 7f. vgl. Gen. 2, 2; Ambros. in Lucam VII, 7 (S. 285, 10 ff. Schenkl): mahunus sex dies per symbohim intellegere, quod sex diebus mundi opera sunt creata)[*](1 — 5 ῥητόν > dC 1 — 7 πεποίηκεν W [daran anschl. Orig. in Matth. tom. XII, 36 (III, 190, 7—191, 8 Lomm.)] 5 ἀλλ᾿ — 7 πεποίηκεν] οὐκ εὐθέως δὲ αὐτὸ πεποίηκεν ἐπαγγειλάμενος, ἀλλὰ μετὰ ἓξ ἡμέρας dC (μετὰ] μεταξὺ D1) 7 Σύμβ. — 11 > W)