Fragmenta In Lucam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.
Καὶ οἱ μὲν μαθηταὶ ἐφηλάφησαν αὐτόν, ἡ δὲ αἱμοῤῤοοῦσα οὐκ αὐτοῦ—οὐ γὰρ ἐτόλμα—, ἀλλὰ τοῦ κρασπέδου δι᾿ εὐλάβειαν.
[*](Κ*ν 2 αἰμόἠῥους κν)Πρότερον μὲν οὐκ ἐτόλμα δι᾿ εὐλάβειαν ἄντικρυς ἀπαντᾷν καὶ περὶ Θεραπείας ἀξιοῦν, ζητουμένη δὲ ἀπαντᾷ πρεπόντως, ἔμφοβός τε καὶ Εὐλαβὴς καὶ τὸ σέβας ἁρμόττον προσφέρουσα· καὶ τὴν ὁμολογίαν τῆς ἰάσεως εἰς ἐμφανὲς πᾶσι ποιεῖται, οὐ τῷ πάντα εἰδότι, ἀλλὰ τοῖς ἀγνοοῦσιν, >ὅτι ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστιγος<. Μάστιξ γὰρ ἦν ἡ αἱμόῤῥοια· οὕτως ἐρεῖς καὶ τὰ ἄλλα πάθη τὰ σωματικὰ μάστιγας εἶναι θεοῦ, διὰ τῶν τοιούτων τοὺς ἀξίους τῆς ἑαυτοῦ παιδείας μαστιγοῦντος· >μαστιγοῖ δὲ πάντα υἱόν, ὅν παραδέχεται<. Διὸ ἔλεγε τῷ παραλυτικῳ, Καὶ αὐτὸν μάστιγος ἀπολύσας· >ἵδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἴνα μὴ χεῖρόν τι σοι γένηται<· κἀνταῦθα δέ, ἣν ἐκ τῆς ἐαφῆς ἔλαβεν ἡ γυνὴ θεραπείαν, ταύτην καὶ διὰ τοῦ λόγου ἐβεβαίωσεν ὁ σωτὴρ εἰπών· >πορεύου εἰς εἰρήμην· καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου<. Καὶ ὑγίαινε πρῶτον τῇ πίστει τὴν ψυχήν, εἶτα δὲ καὶ τὸ σῶμα.
[*](Bk*V*β(ἐξ ἀνεπιγράφου)ν — 2f vgl. Fragm. XVI 7Mark. 5, 29 10 Prov. 3, 12 11 Joh. 5, 14 14 Mark. 5, 34)[*](2—7 μάστιγος bvβ > κν 3 ἀπαντᾷ] ἄπαντα β 7 Μάστιξ—12 γένηται Κ>bv 9 μαστίζοντος K3 10 πάντα]πα[σαν ν παραδέχηται (?) Κ 12 κἀνταῦθα—ἣν] ἣν δ᾿ bv 13 ἠ γυνὴ > bv καὶ] δὲ Κν 14 ἐν Εἰρήνῃ bV σου > Κ6ν 15 ὑγίανε Kv Kv (aber vero o))Ἇρα πρὸ τούτων πέμπων τοὺς δώδεκα εἰς τὸ κηρύσσειν ἐκώλυσεν ὁμολογεῖν αὐτὸν εἶναι τὸν Χριστόν; Ἔστιν οὖν εἰπεῖν, ὅτι κατηχῆσαι πρότερον ἀμαυρότερον ἐθέλησε τοὺς παρὰ τῶν ἀποστόλων ἀκουσομένους τὸ Χριστοῦ ὅνομα, εἶτ᾿ ἐᾶσαι τοῦτο οἱονεὶ πεφθῆναι ἐν ταῖς δυνάμενσι Τῶν ἀκουςάντων, ἵνα σιωπῆς γενομένης τοῦ τὸ τοιοῦτον περὶ αὐτοῦ Κηρύσσεσθαι εὐκαιρότερον ἐποικοδομηθῇ τοῖς προκατηχηθεῖσιν Χριστὸς Ἰησοῦς ἐσταυρωμένος καὶ ἐκ νεκρῶν ἐγηγερμένος, ἅπερ ἐν ταῖς ἀρχαῖς Οὐδὲ αὐτοὶ οἱ ἀπόστολοι ᾔδεισαν. Διό φησιν· >ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν αὐτοῖς, ὅτι δεῖ αὐτὸν πολλὰ παθεῖν<, ἀποθανεῖν τε καὶ ἀναστῆναι· Οὕτως εἰ καὶ κατηγγέλλετο, οὐ τρανοῦσι τὰ κατὰ αὐτόν. Διὸ νῦν [*](W*—9f. Matth. 16, 21) [*](5 πεφθῆναι Kr.] πεμφθῆναι (?) W 11 οὕτως] οὖτοι δὲ konj. Kl.)