Fragmenta In Lucam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.
Οὐ περὶ αἰσθητοῦ λύχνου, ἀλλὰ νοητοῦ ταῦτα λέγεται· οὐκ ἂν γὰρ Τοῦτον ἄφας τις καλύψαι σκεύει ἢ ὑποκάτω κλίνης θείη, ἀλλ᾿ ἐπὶ τῆς ἐν αὐτῷ λυχνίας. Εἴη δ᾿ ἄν σκεύη μὲν οἰκίας αί τῆς ψυχῆς δυνάμεις· ίνη δὲ τὸ σῶμα· εἰσπορευόμενοι δὲ οἱ ἀκροαταὶ τοῦ μεταδιδόντος· Λυχνία δὲ τὸ ἡγεμονικόν, τόπος οὖσα τοῦ λόγου, ἤγουν τὸ στόμα, ἡνίκα
[*](D(D*)k*CV*δε 16 Μοδίῳ—21 οἰκίαν auch als Scholion zu Luk. 11, 33 (= Fragm. LII) 2—8 γνῶσιν nur dC > kVε 2~ταῦτα λέγεται ἀλλὰ νοητοῦ d(ggD2D5δ) 3 θείη CD5δ) θεῖ d 6 τόπος dC] τύπος δ)Τις αὐτὸ ἀνοίξει λόγῳ θεοῦ—καθ᾿ ἑκάτερον γὰρ ὄψονται τὸ φῶς οἱ πρὸς Θεὺν τὴν εἴσοδον ποιηςάμενοι ἄνθρωποι—φῶς δὲ ἢν ἐφώτισεν ἑαυτῷ γνῶσιν.
Ὅ γε μὴν βουλόμενος τὸν λύχνον ἐφαρμόζειν τοῖς τελειωτάτοις τῶν τοῦ ᾿Ιησοῦ μαθητῶν δυσωπήσει ἡμᾶς αὐὸ τῶν περὶ Ἰωάννου εἰρημένων, ὅτι >ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ τὸν ἐν ἑκάστῳ νοῦν. Ἀλλὰ καὶ τό· >ἔστωσαν ὑμῶν οἱ λύχνοι καιόμενοι< πρὸς πάντας εἴρηται Τοὺς μαθητὰς τοῦ Ἰησοῦ. Οὐ δεῖ τοίνυν τὸν ἅφαντα λύχνον ἐν φυχῇ λογικὸν κρύπτειν αὐτόν, ἀλλ᾿ ἐπιτιθέναι λυχνίᾳ, ἦς σύμβολον Μωὑσῆς >ἀπέθετο ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου<. Μοδίῳ μὲν γὰρ σιτομετρείσθωσαν ὑπὸ τοῦ >πιστοῦ καὶ φρονίμου οἰκέτου< οἱ σύνδουλοι, βλεπέτωσαν δὲ τὰς αὐγὰς τοῦ >πιστοῦ καὶ φρονίμου οἰκέτου< οἱ σύνδουλοι, βλεπέτωσαν δὲ τὰς αὐγὰς τοῦ λύγνου ἐπικειμένου τῆ λυχνία, ἤγουν τῆ εκκληςία, πάντες. Ἀλλ᾿ οὐδὲ >ὑπὸ τὴν κλίνην< τιθέασι τὸν λύχνον, ἔνθα τις ἀναπαύεται, οὐδὲ ἄλλου τινὸς >σκεύους ὑποκάτω<· τοῦτο γὰρ ὁ ποιῶν οὐ προνοεῖται Τῶν εἰσπορευομένων εἰς τὴν οἰκίαν, οἷς δεῖ τίθεσθαι τὸν λύχνον. Οἱ τῷ >ἀληθινῷ φωτὶ< καὶ λόγῳ τῷ λαμπρῷ καὶ ταῖς ἀκτῖσι τῆς σοφίας ἀνάνάπτοντες Τὸν ἐν αὐτοῖς νοῦν, φύσιν ἔχοντα, καθ᾿ ἥν κατεσκεύασεν αὐτὸν ὁ Δημιουργός, λύχνου δέονται τῆς ἀπὸ τοῦ λόγου καὶ σοφίας καὶ τῆς ἀληθείας τοῦ ἀληθινοῦ φωτὸς ἀνάψεως. Καὶ νομιστέον τὴν >ἔστωσαν ὑμῶν οἱ λύχνοι καιόμενοι< ἐντολὴν πληροῦσθαι ὑπὸ τῶν προνοουμένων ἔγειν ἐν τῆ φυχῆ τὸν νοῦν διορατικώτατον καὶ μετέχοντα τοῦ εἰπόντος· >ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα<. Οἱ γὰρ καίοντες τὸν λύχνον καὶ τιθέντες ἐπί τὴν λθχνίαν, ἵνα λἀμπῃ πᾶσι τοῖς ἐν τῇ οἰχίᾳ, προτρέψονται καὶ τοὺς ἐν τῇ οἰκίᾳ βλέποντας τὴν τοῦ λύχνου λαμπρότητα καὶ αὐτοῦς καίειν τὴν ἑαυτῶν λυχνίαν.
[*](11 Joh. 5, 35 11f, Matth. 6, 22 13 Luk. 12, 35 16 Exod. 40, 22ff. 17 Luk. 12, 42 19 Mark. 4, 21 22 Joh. 1, 9 u. ö. 28 Johl 12, 46)[*](7 αὐτὸ] αὐτῷ C ὅψονται] ἅψονται D2 δ 8~ποιης. Τὴν εἴσοδον d 9—20 ὑποκάτω Nur κε >dCV 9 τελεωτάτοις ε 10 τοῦ > K5 ~ μαθητ. Τοῦ Ἰησοῦ Κ6ε 16 τοῦ > Κ6 σιτομετρήσθωσαν ε 18 πάντων Ε 20 Τοῦτο—ὁ] ὁ δὲ μὴ οὕτω dC 21 τοῖς εἰσπορευομένοις ε οἳ C Τιθέναι ε Οἱ+οὗν d 23 ἐν αὐτοις] ἑαυτοῖς D2 24 δέονται d] δεομένου Kcε ἀπὸ—26 πληροῦσθαι > Κ8ε καὶ1> D2 25 καὶ — 31 λυχνίαν >dCV νομιστ.] κομιστέον Κ6 26 ὑπὸ]ἀπὸ Κ8ε<)Τάχα δὲ >λύχνον< ἑαυτὸν καλεῖ ὁ κύριος, πᾶσι λάμποντα τοῖς ἐν τῇ οἰκίᾳ οἰκονομίαν γενόμενος, οἶα δὴ φῶς κατ᾿ οὐσίαν λύχνου δίκην ἀπεριγράφως διὰ μέσης φυχῆς ὡς διὰ θρυαλλίδος πῦρ τῷ τῆς σαρκός ὁστράκῳ κρατόυμενος. >Λυχνίαν< δὲ ὀνομάζει τὴν ἁγίαν ἐκκληςίαν, ἐφ᾿ ἦς Τῶ κηρύγματι λάμπων ὁ τοῦ θεοῦ λόγος πάντας τοὺς ἐν τῷδε τῷ κόσμῳ
[*](Κ1*(ΧΙΙ+ΧΙΙΙ als ein Scholion) — 5 κρατούμενον)ὡς ἐν οἰκίᾳ τινι τυγχάνοντας καταφωτέζει ταῖς ἀκτῖσι τῆς ἀληθείας, τὰς πάντων διανοίας θείας πληρῶν ἐπιγνώσεως. >Μόδιον< δὲ συμβολικὼς κέκληκε τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ τὴν σωματικὴν τοῦ νόμου λατρείαν τῶν πάλαι ἐν τῷ γράμματι συμβόλων, παντελῶς ἀδιάγνωστον ἔχουσαν τὸ φῶς τῆς ἐν νοήμασιν ἀληθοῦς ἐπιγνώσεως· ὑφ’ ὃν μόδιον κρατεῖσθαι ὁ λόγος οὐ βούλεται, τῷ ὕφει ἐπικεῖσθαι θέλων καὶ τῷ μεγέθει τοῦ κάλλους τῆς ἐκκλησίας.
[Ὅ γε μὴν βουλόμενος τὸν λύχνον ἐφαρμόζειν τοῖς . . . τῆς ἐκκλησίας.] Πάντας γὰρ ἂν τῷ γράμματι τοῦ γόμου καθάπερ μοδίῳ κρατούμενος ἐστέρησε φωτὸς ἀϊδίου, μὴ διδοὺς θεωρίαν πνευματικὴν τοῖς τὴν αἴσθησιν ὡς ἀπατηλὴν ἐκδύσασθαι σπεύδουσιν. >Ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν τίθεται<· λέγς δὲ τὴν ἐκκλησίαν ἤγουν τὴν ἐν πνεύματι λογικὴν λα- τρείαν, ἵνα πάντας φωτίσῃ, διδάσκων τοὺς ἐν παντὶ τῷ κόσμῳ λόγῳ ζῆν μόνῳ καὶ πολιτεύεσθαι. Μὴ τοίνυν τὸν θεῖον λύχνον, ἤγουν τὸν φωτιστικὸν λόγον, ἀνάπτοντες διὰ θεωρίας καὶ πράξεως ὑπὸ μόδιον θήσωμεν, ἵνα μὴ κατακριθῶμεν ὡς περιγράφοντες τῷ γράμματι τὴν τῆς σοφίας ἀπερίληπτον δύναμιν· >ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν< φημὶ τὴν ἁγίαν ἐκκλησίαν ἐν τῷ ὕφει τῆς ἀληθοῦς θεωρίας, πᾶσι τὸ φῶς τῶν θείων δογμάτων πυρσεύουσαν. [Ἀλλὰ περὶ τούτων καὶ ἐν τῷ Ματθαίῳ εἴρηται· διὸ καὶ Περιττὸν ἐνταῦθα μηκύνειν.]
[*](k (nur Κ*Κ1*) [2— 13 anschlieBend an Fragm. XII als ein Schol. (Ὠριγ. Κ1] 1> Ὅ γε — ἐκκλησ. nur K (ist Anfang u. Schluß d. vorhergeh. SchoKen: XI, 10 u. XII, 14) 6 πάντα 1)Πέμπει αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ· οὐ γὰρ τοσοῦτον μέτρον δυνάμεως εἶεν δ᾿ ἄν τινες τοῦ τοιούτου ἀκροαταὶ καὶ μαθηταί, πλείονα μὲν οὐ τὴν Ἰησοῦ παρουσίαν οὐ χωρούντων οὐδὲ ἧττον προενοήσατο τῆς χωρήσαντος, ἐξ ὀλίγων δὲ ὧν εἴληφε κηρύσσοντος. Ἀναφέροις δ’ ἂν τὸν
[*](d(D6*D10*)Cε(aus D10))[*](2 αὐτοῦ > ε] ἑαυτοῦ C τοσοῦτο ε δυνάμεως ε 3 καθῆσθαι ε τοῦ > Ce 4 χωρήσει D1D12 τὸ C > d] τῷ D2ε δὲ konj. > ε] τε dC 6 ἀκού- ειν > ε παρακαθήσαντα C 7 ἃ] ὅσα D12 8 ἀκροασταὶ ε 9 δὲ > ε)λόγον καὶ ἐπὶ τὴν ἀνθρώπου φύσιν τοῦ ἔξω Ἰσραήλ, δι᾿ ὃν καταπλεῖ Ἰησοῦς ἐπὶ τὴν χώραν τῶν Γεργεσηνῶν καὶ πρὸς ὃν ἔξεισιν Ἰησοῦς ἐπὶ τὴν γῆν. >Ἱμάτιον< δέ, φησίν, >οὐκ ἐνεδιδύσκετο< ὁ ἄνθρωπος – οὐκ ἐνεδύσατο γὰρ τὸ καλύπτον αὐτοῦ τὴν ἀσχημοσύνην — >καὶ ἐν οἴκῳ οὐκ ἔμενεν< — οὐ γὰρ ἦν ὡς Ἰακὼβ >ἄνθρωπος ἄπλαστος οἰκῶν οἰκίαν<· διὸ καὶ τοῦτον >αὐτὸν ἀπέλυσε λέγων· ὑπόστρεφε εἰς τὸν σου<· καὶ >ἐν τοῖς μνήμασιν ἔμενεν< οὐ μετὰ τῶν ζώντων, μετὰ νεκρῶν δέ. >Ἧν δέ<, φησίν, >ἀγέλη χοίρων ἱκανῶν βοσκομένη ἐν τῷ ὅρει<· μήποτε δὲ χοῖροι οὐ βόσκονται ἐν τῷ ὄρει, πῶς οὖν >κατὰ τοῦ κρημνοῦ ὥρμησεν ἡ ἀγέλη<; Μήποτε οὖν οἱ φιλήδονοι καὶ γαστρὶ καὶ τοῖς ὑπὸ γαστέρα φίλοι, ὅπου τὰ μνημεῖα, καὶ πλησίον τοῦ λεγεῶνος τῶν δαιμόνων βόσκονται; Ἀγαθότητι δὲ Ἰησοῦς τὴν ζωὴν τῶν χοίρων ἀφανίζει ἐν τῷ ὕδατι καὶ τῶν φιληδόνων καὶ φιλοσωμάτων κακῶν ἐμποδίζει τῇ ἀναπνοῇ διὰ δαιμόνων. Τάχα καὶ σωφρονεῖ ὁ τοιοῦτος· εἴ τις δὲ σωφρονεῖ, παρὰ τῷ Ἰησοῦ ἐστιν, ἀλλ᾿ ὁ ἀρχόμενος σωφρονεῖν >παρὰ τοὺς πόδας< αὐτοῦ.
[*](14 Gen. 25, 27)[*](10 τὴν] τοῦ ε καταπλεῖ + ὁ ε 11 Γαδαρηνῶν ε 13 οἰκίᾳ ε 15 ~ αὐτὸν τοῦτον ε 16 τῶν > ε 17 βοσκομένων 18 κατὰ] μετὰ ε >DD1 19 οὖν > D2D12 γαστρὶ] τοῖς] τῶν ε 21 ζωὴν — χοίρων] τῶν δαιμόνων ε ἀφαν. + σὺν τοῖς χοίροις ε ὕδατι + ἀγέλην ε 22 καὶ2 + τῶν D2D12 διὰ + τῶν D12 23 καὶ] δὲ C σώφρ. ὁ τοιοῦτος > C δὲ konj. Kr.] τε dC 24/25 ~ αὐτοῦ ἐστιν)Πλὴν ἀλλὰ τοιαύτη μέν ἡ τοῦ θαύματος ἱστορία, χρὴ δὲ ἴσως καὶ ἰσχνότερον αὐτὴν θεωρῆσαι καὶ ὑψηλότερον. Οἱ μὲν οὖν ἁπλούστεροι καὶ ἀκεραιότεροι θαυμαζέτωσαν τὰ μεγαλεῖα τοῦ τοῦ θεοῦ ταῦτα· οἰκοδομεῖ γὰρ καὶ σωματικῶς νοούμενα. Οἱ δὲ δυνάμενοι διαβαίνειν ἐπὶ τὸ βλέπειν, ὅτι καὶ ταῦτα τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ δι’ , εὐξάμενοι τῷ θεῷ αἰτήσο)μεν λόγον ἐλθεῖν τὸν σαφηνίζοντα καὶ ταῦτα, πῶς ὁ Ἰησοῦς πρὸς τὴν ἀρχισυναγώγου θυγατέρα προηγουμένως ἀπῇει, οὐ πρὸς τὴν αἱμοῤῥοοῦσαν καὶ ἐν τῇ ὁδῷ αὐτῷ ἀπαντῶσαν, καὶ ὅτι προηγουμένως ἀπιόντος αὐτοῦ πρὸς ἐκείνην πρώτη αὕτη θεραπεύεται. Ἦλθε γὰρ ὁ υἱὸς τοῦ θεοῦ προηγουμένως μὲν πρὸς τὴν τοῦ ἀρχισυναγώγου [*](d(D*)k(K*; Κ2Κ4Κ5Κ6Κ8: Ὠριγένους καὶ Κυρίλλου) C δεν (als Kyr.) ℵ (Cyr. et Geom.) Vgl. Ambros. in Lucam VI, 57 — 59 (s. Nachtrag) 8 Neues Scholion Ὠριγ.) — 6 f. 1 Kor. 10, 11) [*](2 — 7 > dC 4 καὶ ἀκεραιότ. > ν 7 ἐλθεῖν > ε 8 — 18 8 πῶς ὁ] Ἄξιον δὲ ἐπαπορῆσαι καὶ D6) σαφηνίσαι πῶς ὁ D6) dC δὲ] οὖν C) τὴν nur K8ε ἄπεισιν ε 9 καὶ1 > d αὐτῶ > C 10 ἐκείνην > Κ8ε 10 αὕτη d] αὐτὴ εν 11 μὲν > εν πρὸς] εἰς — 12 θυγατέρα >)
Καὶ οἱ μὲν μαθηταὶ ἐφηλάφησαν αὐτόν, ἡ δὲ αἱμοῤῤοοῦσα οὐκ αὐτοῦ—οὐ γὰρ ἐτόλμα—, ἀλλὰ τοῦ κρασπέδου δι᾿ εὐλάβειαν.
[*](Κ*ν 2 αἰμόἠῥους κν)Πρότερον μὲν οὐκ ἐτόλμα δι᾿ εὐλάβειαν ἄντικρυς ἀπαντᾷν καὶ περὶ Θεραπείας ἀξιοῦν, ζητουμένη δὲ ἀπαντᾷ πρεπόντως, ἔμφοβός τε καὶ Εὐλαβὴς καὶ τὸ σέβας ἁρμόττον προσφέρουσα· καὶ τὴν ὁμολογίαν τῆς ἰάσεως εἰς ἐμφανὲς πᾶσι ποιεῖται, οὐ τῷ πάντα εἰδότι, ἀλλὰ τοῖς ἀγνοοῦσιν, >ὅτι ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστιγος<. Μάστιξ γὰρ ἦν ἡ αἱμόῤῥοια· οὕτως ἐρεῖς καὶ τὰ ἄλλα πάθη τὰ σωματικὰ μάστιγας εἶναι θεοῦ, διὰ τῶν τοιούτων τοὺς ἀξίους τῆς ἑαυτοῦ παιδείας μαστιγοῦντος· >μαστιγοῖ δὲ πάντα υἱόν, ὅν παραδέχεται<. Διὸ ἔλεγε τῷ παραλυτικῳ, Καὶ αὐτὸν μάστιγος ἀπολύσας· >ἵδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἴνα μὴ χεῖρόν τι σοι γένηται<· κἀνταῦθα δέ, ἣν ἐκ τῆς ἐαφῆς ἔλαβεν ἡ γυνὴ θεραπείαν, ταύτην καὶ διὰ τοῦ λόγου ἐβεβαίωσεν ὁ σωτὴρ εἰπών· >πορεύου εἰς εἰρήμην· καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου<. Καὶ ὑγίαινε πρῶτον τῇ πίστει τὴν ψυχήν, εἶτα δὲ καὶ τὸ σῶμα.
[*](Bk*V*β(ἐξ ἀνεπιγράφου)ν — 2f vgl. Fragm. XVI 7Mark. 5, 29 10 Prov. 3, 12 11 Joh. 5, 14 14 Mark. 5, 34)[*](2—7 μάστιγος bvβ > κν 3 ἀπαντᾷ] ἄπαντα β 7 Μάστιξ—12 γένηται Κ>bv 9 μαστίζοντος K3 10 πάντα]πα[σαν ν παραδέχηται (?) Κ 12 κἀνταῦθα—ἣν] ἣν δ᾿ bv 13 ἠ γυνὴ > bv καὶ] δὲ Κν 14 ἐν Εἰρήνῃ bV σου > Κ6ν 15 ὑγίανε Kv Kv (aber vero o))Ἇρα πρὸ τούτων πέμπων τοὺς δώδεκα εἰς τὸ κηρύσσειν ἐκώλυσεν ὁμολογεῖν αὐτὸν εἶναι τὸν Χριστόν; Ἔστιν οὖν εἰπεῖν, ὅτι κατηχῆσαι πρότερον ἀμαυρότερον ἐθέλησε τοὺς παρὰ τῶν ἀποστόλων ἀκουσομένους τὸ Χριστοῦ ὅνομα, εἶτ᾿ ἐᾶσαι τοῦτο οἱονεὶ πεφθῆναι ἐν ταῖς δυνάμενσι Τῶν ἀκουςάντων, ἵνα σιωπῆς γενομένης τοῦ τὸ τοιοῦτον περὶ αὐτοῦ Κηρύσσεσθαι εὐκαιρότερον ἐποικοδομηθῇ τοῖς προκατηχηθεῖσιν Χριστὸς Ἰησοῦς ἐσταυρωμένος καὶ ἐκ νεκρῶν ἐγηγερμένος, ἅπερ ἐν ταῖς ἀρχαῖς Οὐδὲ αὐτοὶ οἱ ἀπόστολοι ᾔδεισαν. Διό φησιν· >ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν αὐτοῖς, ὅτι δεῖ αὐτὸν πολλὰ παθεῖν<, ἀποθανεῖν τε καὶ ἀναστῆναι· Οὕτως εἰ καὶ κατηγγέλλετο, οὐ τρανοῦσι τὰ κατὰ αὐτόν. Διὸ νῦν [*](W*—9f. Matth. 16, 21) [*](5 πεφθῆναι Kr.] πεμφθῆναι (?) W 11 οὕτως] οὖτοι δὲ konj. Kl.)
Ἔστι τις ἁμαρτία ψυχῆς θάνατος, ἣν ὁ Ἰωάννης >ἁμαρτίαν πρὸς θάνατον< λέγει· καὶ ἔστιν ἁμαρτία ψυχῆς ἀσθένεια· καὶ ἔστιν ἁμαρτία ψυχῆς ζημία, ὡς ἐνταῦθα εἴρηται τὸ >ζημιωθείς<, καὶ παρὰ τῷ ἀποστόλῳ τό· >εἴτινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται< [Ταῦτα Ὠριγένης εἰπὼν τὴν διαφορὰν οὐ προσέθηκεν.]
[*](W* — 2f. 1 Joh. 5, 16 4 Luk. 9, 25 5 1 Kor. 3, 15)>Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ<· Ματθαῖος μὲν >ἓξ< λέγει, μήτε τὴν ἡμέραν ἐν ᾗ ἐλέχθη, μήτε τὴν ἐν ᾗ μετεβλήθη ψηφίσας, ἀλλὰ μόνας τὰς ἓξ τὰς μέσας· οὗτος δὲ ὅλας συνῆψεν.
[*](d(D*)C vgl. Chrys. in Matth. hom. 56 (al. 57) (PG 57 549) — 3 Matth. 17, 1 2 Ἐγέν. — 3 μὲν] ὁ μὲν Ματθαῖος d)Ζητήσωμεν πῶς ὁ μὲν Λουκᾶς φησιν· >ἐγένοντο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ<, ὁ δὲ Μᾶρκος· >ὡσεὶ μεθ’ ἡμέρας ἕξ<. Ὅσον ἐπὶ τῷ ῥητῷ τῷ· >ἐγένοντο ὡσεὶ ἡμέραι ὀκτώ<, ὁ Λουκᾶς μετρεῖ καὶ ταύτην τὴν ἡμέραν, [καὶ] ἐν ᾗ γίνεται, Μᾶρκος δὲ μετρεῖ τὰς μέσας μόνας, καὶ οὐκ ἔστι διαφωνία πρὸς τὸ ῥητόν· ἀλλ᾿ εἴποιμι ἂν ἀνάγων τὸν λόγον, ὅτι οὐκ εἰκῇ, ὃ ἐπηγγείλατο ὁ σωτήρ, οὐκ εὐθέως, ἀλλὰ μεθ’ ἡμέρας ἓξ πεποίηκεν. Σύμβολον δὲ αἱ ἓξ ἡμέραι τῆς κοσμοποιΐας, τοῦτ᾿ ἔστιν μετὰ τὸν κόσμον τοῦτον. Τότε γὰρ ἀναβιβάζει ὁ Ἰησοῦς εἰς τὸ ὄρος τὸ ὑψηλόν, ἐὰν ᾖ τις Πέτρος ἢ Ἰάκωβος ἢ Ἰωάννης· ἄλλος γὰρ οὐδεὶς ἀναβαίνει παρὰ τοὺς τρεῖς, ἵνα ἴδῃ τὴν μεταμόρφωσιν Ἰησοῦ καὶ τοὺς ὀφθέντας ἐν δόξῃ Μωϋσῆν καὶ Ἡλίαν.
[*](d(D*)CW* Vgl. Orig. Comm. in Matth. tom. XII, 36 (III, 190, 3ff. Lomm.) — 2 Mark. 9, 2 7f. vgl. Gen. 2, 2; Ambros. in Lucam VII, 7 (S. 285, 10 ff. Schenkl): mahunus sex dies per symbohim intellegere, quod sex diebus mundi opera sunt creata)[*](1 — 5 ῥητόν > dC 1 — 7 πεποίηκεν W [daran anschl. Orig. in Matth. tom. XII, 36 (III, 190, 7—191, 8 Lomm.)] 5 ἀλλ᾿ — 7 πεποίηκεν] οὐκ εὐθέως δὲ αὐτὸ πεποίηκεν ἐπαγγειλάμενος, ἀλλὰ μετὰ ἓξ ἡμέρας dC (μετὰ] μεταξὺ D1) 7 Σύμβ. — 11 > W)[Ἡ ἐν τῷ ὄρει μeταμόρφωσις παραδειχθεῖσα τοῖς μαθηταῖς τῆς μελλούσης τοῦ σωτῆρος δόξης ὑπόδειγμα ἐδήλου· καὶ σωματικῶς ἐπεδείκνυτο πρὸς τὸ καὶ τοῖς θνητοῖς αὐτῶν εἰς θέαν ὑποπεσεῖν ὀφθαλμοῖς, εἰ καὶ τὴν ὑπερβολὴν οὐκ ἤνεγκαν τῆς λαμπρότητος καὶ] οὕτως ἄκρατον καὶ οὐ φορητὴν οὖσαν τοῖς ἡμετέροις ὄμμασιν· ὅτι δὲ ἡ τῇ οὐσίᾳ τῇ θείᾳ πρέπουσα δόξα πάσῃ γενητῇ φύσει ἀθέατός ἐστι καὶ ἀπρόσιτος, ἔδειξαν οἱ μαθηταὶ μηδὲ ταύτην αὐτὴν τὴν παραδειχθεῖσαν αὐτοῖς ἐπὶ τοῦ ὄρους σωματιχὴν ὄψιν δυνηθέντες ἐνεγκεῖν, ἀλλὰ καταπεσόντες εἰς γῆν· τότε δέ τις ὁρᾷ τὸν λόγον μεταμορφοπύμενον ἐνδόξως, ὅτε συνάνεισί τε αὐτῷ καὶ συνυψοῦται καὶ ὁρᾷ αὐτὸν ὡς αὐτολόγον καὶ ὡς ἀρχιερέα κοινολογούμενον καὶ εὐχόμενον τῷ πατρί. Ἐπειδὴ δὲ οὔπω τελείως τὸ σῶμα εἰς ἀφθαρσίαν ἀμετάθετον ἀγαγὼν ἦν, ὤφθη μετὰ τῶν φθαρτῶν ἱματίων λάμψας σὺν αὐτοῖς· ὅταν γὰρ ἀναστῶσιν οἱ δίκαιοι ἐν δόξῃ ἐν τῇ δευτέρᾳ Χριστοῦ παρουσίᾳ, οὐ μέλλουσιν ἔχειν ἱμάτια αἰσθητά, ἀλλὰ λαμπραί τινες περιβολαὶ περιβληθήσονται αὐτοῖς. Ὡς δὲ τὸ τούτων εἶδος οὐκ ἐγένετο ἕτερον παρὰ τὸ τῆς μεταμορφώσεως, οὕτως ἐν τῇ ἀναστάσει πολλῷ ἐνδοξότερον τὸ περὶ τοὺς ἁγίους εἶδος ἔσται, παρ᾿ ὅ εἶχον ἐν τῷ βίῳ τούτῳ, οὐχ ἕτερον δέ. Οἱ δὲ περὶ Ἰησῦν ἐνδόξως ὤφθησαν τοῖς μαθηταῖς· Μωῦσῆς μὲν τοῦ νόμου τὸ πρόσωπον δηλῶν, Ἡλέας δὲ τῶν προφητῶν· αὐτὸς γὰρ ἦν ὁ νόμου καὶ προφητῶν κύριος. Ὁ τοίνυν νοήσας τὸν πνευματικὸν νόμον καὶ τὴν ἐν τοῖς προφήταις >ἐν μυστηρίῳ ἀποκεκρυμμένην σοφίαν< ὁρᾷ Μωϋσῆν καὶ Ἡλίαν ἐν δόξῃ.
[*](d(D*)C 2—5 λαμπρότ. auch in W (PG 72, 656 B 1—5) als Schluß eines Kyrill-Schol. — 12 vgl. Hebr. 7, 25 19ff. vgl. Ambros, in Lucam VII, 10 (S. 286, 13 ff. Schenkl) 22f. 1 Kor. 2, 7 2 Ἡ — 3 ἐδήλου] Ἐκείνης οὖν τῆς μελλ. δόξ. ὑπόδ. παρεδήλου ἡ παραδ. τοῖς μαθ. μεταμόρφ. W 4 αὐτὸν C 7 φύσει > d ἀπρόσιτος + φύσει D2 8 αὐτοῖς > d 10 ~ μεταμορφ. τὸν λόγον C ὅτε] ὅταν DD1 11 αὐτὸ λόγον konj. Kr. 14 τῶν ἱματ. τῶν φθαρτῶν C 15 Χριστοῦ > C ἔχειν + τὰ D2 18 τῶν ἁγίων DD1 19 εἶχεν C Ἰησοῦν konj.] Ἡλίαν alle Hss. 20 — τὸ πρόσ. τοῦ νόμου E2 22 Ὁ τοίνυν κτλ. wörtlich aus d. Comm. in Matth. tom. XII, 38 (III, 193, 16—18 Lomm.), der zima ganzen Schol. zu vergleichen ist ~ νοήσας τόνυν C)Καὶ συνομιλοῦσιν ἀλλήλοις, ὅ ἐστι σύμφωνα ἐαυτοῖς λαλοῦσι· τοὺς ἐν τῇ παλαιᾷ δὲ δυνῆψε τοῖς ᾶποστόλοις παραδεικνύς, ὅτι ἐν τῇ δευτέρᾳ παρουσίᾳ Χριστοῦ πάντες συναφθήσονται οἱ δίκαιοι.
[*](dCδ (zwischen XXII, 23 u. XXIII, 2 steht in dC ntir ein 4 Zeilen langes Κυr.-steht)[*](2 Καὶ — λαλοῦσι > d τοὺς — 3 παρασεικν. nach 4 δίκαιοι C 3 δὲ] υὰ C παραδεικνύς] παρὰ τὸ ὄρος C καὶ ὅτι C)