Fragmenta In Lucam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 9. Rauer, Max, editor. Leipzig: Hinrichs, 1930.

Ἐφίστησι τῇ τοῦ Σίμωνος οἰκίᾳ ὁ σωτὴρ καὶ εὑρίσκει πυρέττουσαν τὴν αὐτοῦ πενθεράν· >καὶ ἐπιστὰς ἐπετίμησε τῷ πυρετῷ, καὶ ἀφῆκεν . Μήποτε οὖν ἐν μὲν τῷ· ἀφῆκεν αὐτὴν ὁ πυρετὸς< εἰρημένῳ ὑπὸ Ματθαίου καὶ Μάρκου καὶ ὅλη τῇ πράσει οὐδὲν ὡς περὶ ζῴου ἐμφαίνεται τοῦ τὸν πυρετὸν ἐνεργοῦντος, ἐν δὲ τῷ· >ἐπιστὰς ἐπάνω ἐπετίμησε τῷ πυρετῷ καὶ ἀφῆκεν> εἰρημένῳ ὑπὸ Λουκᾶ οὐκ οἶδα, εἰ μὴ ἀναγκασθησόμεθα τὸ ἐπιτιμώμενον καὶ καὶ ἀφιὲν ζῷον μὴ χωροῦν τὴν τοῦ ἐπιτιμῶντος ἐνέργειαν· ἄψυχον γὰρ καὶ μὴ αἰσθανόμενον ἐπιτιμίας ἐπιτιμᾶσθαι οὐκ εὔλογον λέγειν. Οὐδὲν δὲ θαυμαστὸν εἶναί τινας κακωτικὰς τοῦ ἀνθρωπίνου σώματος δυνάμεις, καὶ οὐ πάντως κατηγορήσωμεν τῆς ψυχῆς τῶν πασχόντων ὡς ἐκ τούτων βλαπτομένης· οὐδὲ γάρ, ἐπεὶ ἔπαισε τὸν Ἰὼβ ἕλκει πονηρῷ λαβὼν ὁ διάβολος τὴν ἐξουσίαν τὸ τὸ διὰ τοῦ σώματος πειράσαι αὐτόν, περὶ τοῦτο κατηγορητέος ὁ Ἰὼβ ἀθλήσας καὶ γενναίως ὑπομείνας τὴν πληγήν. Μόνον εἴη λέγεσθαι, εἴ ποτε κατὰ σωματικοὺς πειραζόμεθα πόνους, τό· ἀλλὰ τῆς ψυχῆς αὐτοῦ μὴ , ὡς καὶ ὁ κύριος ἐπιτιμῶν ἰᾶται τοὺς κακῶς ἔχοντας. >᾿ ἀντὶ τοῦ >πέταξεν<.

[*](dk Ὠριγ. καὶ Βασιλ.) δ(2—5 αὐτήν)ν (als Schluß eines Kyrill-Schol. — 10 ἐνεργ. in o mit Lemma Basilius) — 17f. Hiob 1, 12 18f. vgl. Matth. 4, 24 3 — 7 ἐνεργ. > kW 3 Ἐφίσταται D2 σωτὴρ dC] Ἰησοῦς ν 5 οὖν] δὲ 6 καὶ2 — φράσει nur C οὐδὲν ὡς] οὐδενὸς ν 6/7 ἐμφαίνηται ν 7 τοῦ τὸν τοῦτον ν 7 ἐν — 10 χωροῦν] ὅ γε μὲν (μὴν korr. K3) Λουκᾶς ὅτι ἐπετίμησε τῷ πυρετῷ καὶ ἀφῆκεν αὐτὴν ἐμψύχως τὸν λόγον ἐσχημάτισεν ὡς περὶ ζῴου αἰσθανομένου ἐπιτιμίας καὶ μὴ χωροῦντος k ἐν δὲ] μήποτε ἐν W Ἐπιστ. — αὐτῆς > W 8 εἰρημ. — 9 εἰπεῖν] ὑπονοεῖν δεῖ ζῷον εἶναι ἐπιτιμώμενον καὶ ἀφιὲν W 9 καὶ ἀφιὲν > dCV 10 ἐνέργειαν + περὶ πυρετοῦ διαλεγόμενος k ἄψυχον — 19 > k ür Τοιοῦτον καὶ ἐν — διὰ τῆς δοκιμῆς ἐλπίδα, wohl BasiUus) 11 οὐκ — λέγειν] λέγειν ἀμήχανον W) οὐκ εὔλ. WW1 12 καὶ — 18 ἅψῃ > dC τὐ] et (?) W 13 τῆς βλαπτ.] τῶν οὕτω πασχόντων W 14 γὰρ + ὁ Ἰώβ W ἔπαισε] ἔπεσε W τὸν — 15 ἐξουσ.] αὐτὸν ὁ διάβολος ἕλκει πονηρῷ λαβὼν ἐξουσίαν W 15 εἰς τὸ] τοῦ W 16 ὁ — 19 ἔχοντας > W 18 ἅψητε (?) k ὡς] ἃς δυνάμεις Ζ. 12) dC 19 Ἐπετίμ. — ἐπέταξεν nur W)
233

Περὶ δυσμὰς δέ τούτους προσῆγον ἤτοι μεθ’ ἡμέραν, αἰσχυνόμενοι, ἢ τοὺς Φαρισαίους φοβούμενοι, ἢ καὶ περὶ ἕτερα ἀσχολούμενοι, ἢ τάχα νομίζοντες μὴ ἐξεῖναι θεραπεύειν ἐν σαββάτῳ· ἐπεσημήνατο γὰρ ὁ εὐαγγελιστής, ὅτι >ἦν διδάσκων αὐτοὺς ἐν σαββάτῳ<· διὰ τοῦτο δύσιν ἡλίου τοὺς κακῶς ἔχοντας προσέφερον οἶ προσήκοντες, ὁ δὲ >αὐτοὺς ἐθεράπευσεν<.

[*](3 K*en — 5 Luk. 4, 31. ἢ3 > ε 4 μὴ < ε ἐν)

Ὁ δὲ εἱστήκει παρὰ τὴν λίμνην , ἢ καὶ κατὰ Ματθαῖον καὶ Μᾶρκον >περιεπάτει παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας<· μὲν ἐναντία λέγειν οἱ εὐαγγελισταί, πλὴν ὁ ἐπιχειρῶν ἀπὸ τῆς γραφῆς τοιαῦτα δύναται εἰς τὸν τόπον τοῦτον λέγειν· εἰ τὰ συστήματα τῶν ἀπότων ἐκάλεσε θαλάσσας> ἐν τῇ ἀρχῇ τῆς κοσμοποιΐας ὁ <συστήματα> δὲ >τῶν ὑδάτων< εἰσὶ καὶ οἱ ποταμοί, κατὰ καὶ οὗτοί εἰσι θάλασσαι, ὥσπερ καὶ ἡ γλυκυτάτη καὶ ποτιμωτάτη >Γεννησαρὲτ λίμνη<, ἡ νῦν καλουμένη >Τιβεριὰς εὐαγγελίοις, μάλιστα ἐπεὶ καὶ αὐτὴ σύστημά ἐστιν ὑδάτων. Ἔστι δὲ ἡ Γεννησαρὲτ χώρα τῆς μερίδος τοῦ Χαναναίου, ἐν ᾗ ἐποιχόμενος τὰ πρὸς θάλασσαν ὁ κύριος εὗρε τοὺς περὶ Πέτρον καὶ Ἰωάννην καὶ ἐπανεκαλέσατο αὐτοὺς μετὰ τὴν ἄγραν τῶν ἰχθύων, ὄντας τὸ πρότερον Ἰωάννου τοῦ βαπτιστοῦ μαθητάς.

[*](k*ν — 3 Matth. 4, 18 ; Mark. 1, 16 5 Gen. 1, 10 6 vgl. 31, 4 9 vgl. Joh. 6, 1 11ff. vol. Luk. 5, 1—11 13 vgl. Joh. 1 2 καὶ2 + κατὰ Κ2 10 συστήματα K2 11 μερίδος] Τιβεριάδος K2)

Ἱστορικῶς δέ μετὰ τὴν ἀποστολὴν τοῦ ὀρνιθίου πρῶτον >τὰ πλύνεται ὁ καθαρισθείς< εἶτα >πᾶσαν τρίχα ξυρᾶται<, λούεται ὔδατι>, μεθ’ ὃ ἐπιφέρεται τό· >καὶ καθαρὸς ἔσται<. τὰ >ἱμάτια< πολιτεία μὴ πάντῃ κακῶς ὑφασμένη, ἐπεὶ κἂν ἀπέθετο >τρίχες< δὲ τὰ ἐξανθήσαντα νεκρὰ τῇ φυχῇ, αἷς ἐναντίαιν αἱ τοῦ καὶ τῶν Ναζιραίων καὶ αἱ τῶν μαθητῶν · τῶν γὰρ Ναζι- [*](Κ*ε [aus Hom. in Levit. VIII, 11 ( S. 412, 24—414, 26 Baehrens)] — 2 14, 7. 8 7 Matth. 10, 30; vgl. Luk. 12, 7; vgl. Orig. Sel. in Jerem. 4, 7. 8 (S. 271, 27 Klostermann): ἡγιασμένοι γὰρ τὸ >Ναζιραῖοι < δῃλοῖ; Onom. sacra 376) [*](4 καὶ > ε 5 πάντως ε ὑφῃσμένη ε ἐπεὶ] ἐπὶ ε 6 ε εξαυθήσαντα (!) ε ~ αἱ τοῦ Σαμουὴλ ἐναντ. Κ2 αἱ του] αἰτοῦσι ε 7 αἱ τῶν] αὐτῶν ε)

234
ραίων >σίδηρος ἐπὶ τὴν κεφαλὴν οὐκ ἀναβαίνει<, πάντα ὅσα εὐοδούμενα πραττόντων, ὡς μηδὲ φύλλον αὐτῶν καρποφορούντων ἀποῤῥεῖν. Ἤδη δέ ἀπὸ τοῦ σώματος ὕδατι τὸν μολυσμὸν ἀποτίθεται, τοῦ βαπτίσματος ἐν τούτῳ δηλουμένου, μετὰ δὲ τοῦτο τῆς μὲν παρεμβολῆς ἄξιος γίνεται, εἰς δὲ τὸν ἴδιον οἶκον οὐκ εἴσεισιν ἕως ἡμερῶν , καὶ τοῦ πόλιν ξυρηθῆναι τὴν κεφαλήν, διὰ τὰ τῶν δογμάτων κεφαλαιωδέστερα, καὶ τὸν πώγωνα ἀποθέσθαι, τὰ τοῦ ἀνδρὸς ἁμαρτήματα, διὰ δὲ >τῶν ὁφρύων< ἐδήλωσεν

[*](8 Ri 13, 5 9f. vgl. Ps. 1, 3 11 ff. vgl. Lev. 14, 8. 9 8 ἀνέβαινε ε πάνθ᾿ K8 9 μὴ K3, μήτε Baehr. φύλλα ε 10 τοῦ2 — 11 δηλ. > Baehr. 11 τοῦτο] τὸ τρίτον καθαρὸν γενέσθαι Baehr. τὴν κεφ. καθαιρομένου Baehr. 13 ξηρανθῆναι ε 14 κεφαλαιωδ.] κεραιωδέστερα ε τὸν > Baehr.] τὴν K8 τὸν πώγωνα] τὴν γνῶσιν ε ἀποθέσθαι] αὐτὴν ἀποτιθεμένου Baehr.)

Τὸ δέ τὸ στόμα κεκαλύφθαι δηλοῖ, ὅτι χρὴ ἑαυτὸν καταδικάζειν τῇ σιωπῇ, μέχρις ἂν ὑποστρέψας καθαρίσῃ ἑαυτόν· οὐκ ἄκαιρον δὲ χρήσασθαι τῷ ῥητῷ πρὸς τοὺς ἐνόχους ἁμαρτίαις καὶ περὶ τῶν θείων διδάσκειν προῃρημένους.

[*](k*εν 2 τὸ2 > Κ3Κ8ε 2/3 τῆς σιωπῆς Κ8 3 καθαρίσῃ] καθαρισθῇ ἑαυτόν — 5 προειρ. > ε 5 προειρημένους)

Εἰ δὲ βούλει, ζῶντα χρῶτα τὸν λόγον λάμβανε, οὗ μὴ παρόντος τῇ ψυχῇ, ὁτιποτοῦν ἐὰν γένηται, ἀνέγκλητος ὁ ἁμαρτάνων, ἀλόγου φέρων κατάστασιν· εἰ δὲ παρείη λόγος, ὑπεύθυνος. Τί οὖν τὸ καθ’ ὅλου τοῦ σώματος γίνεσθαι τὴν ἁφὴν μήποτε τροπικῶς φρενίτιδας ἢ μελαγχολίας δηλοῖ ἢ τὴν ἐν τῇ βρεφῶν ἡλικίᾳ κατάστασιν; Μὴ βοηθοῦντος γὰρ τότε λόγου μηδὲ παρούσης αἰσθήσεως πᾶν τὸ πραχθὲν ἢ λεχθὲν οὐχ ἁμάρτημα, ἀλλ᾿ ὅτε πάρεστιν αἴσθησις. Λεκτέον δὲ καὶ οὕτως· κατὰ διττὸν τρόπον εὐαρεστοῦμεν θεῷ· εἰ γὰρ ζῶμεν θεῷ, μηδὲν ἔστω νεκρὸν ἐν ἡμῖν, εἰ ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, μηδέν αὐτῆς ἔστω ζῶν ἐν ἡμῖν· ζῶντες γὰρ ἐν αὐτῷ τὴν ἀπὸ τῆς ἁμαρτίας παραιτώμεθα νέκρωσιν, ἀποθανόντες δὲ κόσμῳ μὴ πρὸς τὰ πάθη παλινδρομήσωμεν. Ἀποθνήσκομεν δέ τῇ ἁμαρτίᾳ νεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς>· ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν αὐτῇ;> Μολυσμὸς ἄρα κἂν ἐπὶ σμικρὸν γένηται καὶ κατὰ νόμον ἀκάθαρτον, ὥσπερ καθαρὸν τὸ [*](k* (von 21 Κατὰ an auch εκ) — 9ff. vgl. öm. 6, 11. 12 13 Kol. 3, 5 4 καθόλου K3 7/8 ἁμάρτημα] ἁμάρτηκα ΚΚ3 9 εἰ — 10 ἡμῖν > K2 10 ζῶντες — 12 κόσμῳ marg. v. spat. Hand nachgetragen 14 ζήσωμεν (?) Κ2 15 γίνηται K3)

235
τῆς ἁμαρτίας τεθνάναι καθόλου· <μικρά>, γὰρ φησι, Λύμη ὅλον τὸ ζυμοῖ<. Τινὲς δὲ ἀκάθαρτον νεκρότητα τὴν ἀπὸ κακίας εἶπον διαθέσεως, οἶον ἐξ ἀκολασίας ἢ ἀδικίας, καθαρὰν δὲ τὴν μὴ διακρίνουσάν τι σωματικόν, ὁ μὴ κατὰ κακίαν γένηται· οὐ γόμον ἀλλόφυλον, εἰ μὴ ἐξ ἀσελγείας· οὐ βρῶμα, εἰ μὴ ἐξ ἀκρασίας· οὐκ ἐργασίαν σαββατικήν, εἰ μὴ τὴν ἐπὶ κέρδει. Κατὰ δέ τινας πόλιν τὸν ὁλόλεπρον ὁ νόμος καθαρίζει, δεικνὺς ὡς ὁ θεὸς τὸ ποικίλον μισεῖ· σαφέστερον δὲ προϊὼν τοῦτο δηλοῖ ἐν τῷ· >τὸν ἀμπελῶνα σου οὐ κατασπερεῖς καὶ ἱμάτιον ἐκ δύο ὑφασμένον κίβδηλον· καὶ τὰ κτήνη σου οὐ κατοχεύσεις ἑτεροζύγῳ>, πανταχοῦ προτιμῶν τὴν ἁπλότητα, ἥτις ἐν τῷ ὁλολέπρῳ θεωρεῖται.

[*](16f. 1 Kor. 5, 6; Gal. 5, 9 23 ff. Lev. 19, 19 19 γίνεται Κ(?)Κ2Κ3 20/21 σαββατ.] σωματικὴν Κ2 21 πόλιν τὸν] πλατὸν ὁ Κ8 21/22 ὁ νόμος] ὀνομάσας ε 23 προϊὼν] προοιῶν 8 23/24 διάφορα Κ8ε 24 ὑφῃσμένον ε κίβδηλον > ε 25 κατηχετεύσεις (?) ἑτέρῳ ζύγῳ Κ3 καὶ >)

>Ἐξῆλθεν< οὖν, φησίν, >καὶ ἐθεάσατο τελώνην καλούμενον Λενΐν<· ἔστι δὲ οὗτος Ματθαῖος ὁ εὐαγγελιστής. Μᾶρκος μὲν καὶ Λουκᾶς τὸ ὄνομα αὐτοῦ κρύπτουσι τῇ προτέρᾳ προσηγορίᾳ, ὁ δὲ Ματθαῖος τὸ ἑαυτοῦ φανερὸν ποιεῖται ὄνομα λέγων· >ἐθεάσατο Ματθαῖον τὸν τελώνην<. Ταῦτα δὲ λέγει, ἵνα ἡμεῖς, θαυμάσαντες τὴν τέχνην τοῦ ἰατρεύσαντος αὐτὸν θεοῦ, πιστεύωμεν εἰς αὐτὸν ἀκριέστατα.

[*](dCδ, Matth. Katene d. Petr. Possinus (p. 122: Ὠριγένους) — 3 f. vgl. Mark. 2, 14 5 Matth. 9, 9 2 Ἐξῆλθεν — 3 εὐαγγ. > Poss. 2 καλούμ.] καθημένον D1 3 Μᾶρκ. —4 κρύπτ.] καὶ ὁ μὲν Μᾶρκος καὶ Λουκᾶς συγκαλύπτουσι τὸ ὅνομα d 4 προτέρᾳ] ἀρχαιοτέρᾳ dC, ἀρχαίᾳ D2 4 ὁ—5 ὄνομα] αὐτὸς δὲ εὐαγγελιζόμενος τὰ καθ᾿ ἑαυτὸν ἐπάγει dC 5 καὶ ἐθεάσατο dC Ταῦτα—7 ἀκριβέστ. >dC)

Γέλωτα ἐπαγγέλλεται τὸν ἀπὸ χαρᾶς καὶ ἱλαρότητος, ὡς καὶ ἐν τῷ Ἰώβ φησιν· >ἀληθινὸν στόμα ἐμπλήσει γέλωτος<· τάχα δὲ διὰ τοῦτο καὶ εἶς τῶν πατριαρχῶν >γέλως< λέγεται, τὴν θείαν ἱλαρότητα σημαίνοντος τοῦ ὀνόματος.

[*](W* — 3 Hiob 8, 21 4 vgl. Gen. 21, 6a)

>Δένδρον ἄγαθὸν< τὸ πνεῦμα τὸ ἅγιον, >δένδρον πονηρὸν< ὁ διάβολος καὶ οἱ ;ούτου ὑπηρέται. Ὁ οὖν ἔχων τὸ πνεῦμα τὸ ἅγιον τοὺς τούτου

[*](b*d(D*)k*CV*Y*Ξ*δν — 2 ff. vgl. Matth. 12, 33 2 Δένδρον + δὲ D2 3 τούτον] τοιούτου B1 οὖν dC > bk VYν)
236

Καρτοὺς ἐπιδιέκνυται, οὕς ἀπαριθμεῖται ὁ ἀπόστολος λέγων· >ὁ καρπὸς τοῦ πνεύματός ἐστιν· ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωςύνη, Πίστις, πραότης, ἐγκράτεια<· ὁ δὲ δύναμιν ἀντικειμένην ἔχων >τῆς ἀτιμίας τὰ πάθη< >ἀκάνθας καὶ τριβόλους<, καρποφορεῖ.

[*](4ff. Gal. 5, 22 7 Röm. 1, 26; Hebr. 6,8)[*](4 οῦς—6 ἐγκράτεια >dc [in D11D (spatter eingefügt): οὕς ἀπαριθμεῖται ὁ μακάριος Παῦλος] ἀπόστολος + Παῦλος bV λέγων — 6 ἐγκράτεια Y > bkVv 7 καρποφορεῖ] ἀνατέλλεται β vgl. Cramer-Katene zu Matth. (95, 33 — 96, 3) Ὠριγένους. Δένδρον καλὸν (ἤ) τὸ ἄγιον πνεῦμα, σαπρὸν τὸ ἀκάὕαρτον Πνεῦμα ἤτοι ὁ διάβολος. Τοίνυν ποιήσατε καρποὺς ἀξίους, ἵνα ἐν αὐτοῖς Ποιήσητε οἰκεῖν τὸ ἅγιον πνεῦμα, καὶ μὴ τοιαῦτα, ἵνα μὴ γένηται ὑμῖν τὸ δένδοον Τὸ πονηρόν.)

Ἡ μὲν οὖν τελειοτέρα ψυχή, καλῶς λατρεύσασα τῷ λόγῳ τοῦ θεοῦ, παῤῥηςίαν ἔχει ἐπ᾿ αὐτὴν ἐλθεῖντὴν κεφαλήν—>κεφαλὴ δὲ Χριστοῦ ὁ θεός<— ὤστε καταχέαι μύρον αὐτῆς καὶ εὐωδίαν τῇ δόξῃ τοῦ θεοῦ περιοιῆσαι· δοξάζεται γὰρ ὁ θεὸς διὰ τῆς εὐωδίας τοῦ βίου τῶν δικαίων. Ἡ δὲ ἀτελεατέρα Γννῆ καὶ ψυχὴ περὶ τοὺς πόδας καὶ τὰ ταπεινότερα στρέφεται, ἦς ἐγγὺς ἐσμὲν ἡμεῖς· οὐδὲ γὰρ πόδας καὶ ἀπὸ τῶν ἁμαρτημάτων ἡμῶν· ποῦ ἡμῶν τὰ δάκρυα, ποῦ ὁ κλαυθμός, ἵνα κὰν παρὰ τοὺς πόδας Ἰησοῦ ἐλθεῖν δυνηθῶμεν; ἐπ᾿ αὐτὴν γὰρ οὔπω δυνάμεθα φθάσαι τὴν κεφαλήν. Ἀγαπητὸν δὲ μετὰ τὰ ἁμαρτήματα φέρειν μετανοίας εὐωδίαν, ἵνα τις δυνηθῇ ἡ δευτέρα εἶναι, ἡ τοὺς πόδας ἀλείφουσα, ἀλλὰ μὴ τὴν κεφαλήν, τοῦτ᾿ ἔστιν ἡ μὴ ἁπτομένη τῶν τελεωτέρων καὶ ὑφηλοτέρων, ἀλλὰ τῶν ἄκρων καὶ τελευταίων.

[*](K*εν Vgl. Ambros. In Lucam VI, 14—16 (s. Nachtrag) — 3 1 Kor. 13, 3 4 Vgl. Mark. 14, 3 Par.; Joh. 12, 3)[*](3~τὴν κεφαλὴν ἐλθῖν K8ε 4 περιποῆσαι] πεποιῆσθαι ε 5 γὰρ] Δὲ ε 9 αὐτὴν] αὐτὸν ΚΚ8εν 10 φεφεῖν Κ8ε 11 δυνηθείη Κ8ε ἡ δευτέρα] δευτέρως Κ8ε)