Fragmenta In Lamentationes (In Catenis de Prophetis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Περὶ λιμοῦ τῶν ἐνδόξων λέγει βρεφῶν, ὡς τῆς Ἱερουσαλὴμ μηδὲ τοῖς ἀγρίοις ζώοις ὁμοίως θηλὴν αὐτοῖς προτεῖναι δεδυνημένης. ἡ [*](11 Vgl. Rom. 11, 28. — 12 Vgl. Jerem. 24. 2. 3. — 14 Vgl. Matth. 7, 13. — 15 I Tim. 1, 20. — 17 Vgl. Jerem. 2, 13. — 25 Vgl. Jerem. 18, 2. 4. — 26 Vgl. Jes. 30, 14.) [*](2 Τὸ] anonym am Anfang d. Seite ο | τὸ] τὸν c Ι 9 ἐπιφάνιαν c | 17 καταλιπόντες c 1 καταλείποντες c*o | 18 δὲ] x003C; ο | 19 τὴν] x003C; c | 20 ἀωριστένοντες c ω aus ο corr.?) ἄορι στένοντες ο 1 23 οὕτως c Ι εἰς δουλείαν] < ο.)

270
δὲ τοῦ πάθους ὑπερβολὴ καὶ φύσεως λήθην ἐργάζεται. δράκοντας δὲ ἢ καὶ τὰς κατὰ Σύμμαχον Σειρῆνας ἀκούσει τὰ πονηρὰ πνεύ- ματα, τὰ τοὺς ἑαυτῶν νεογνοὺς πονηρῷ θηλάσαντα γάλακτι. τοι- οῦτοι δὲ οἱ ταῖς δοδασκαλίαις τῶν ἀσεβῶν εἰσαγόμενοι.

Πῶς γὰρ οὐ θυγατέρες οἱ ἐκτεθηλυμμένοι, οὓς καὶ Φαραὼ περιποιεῖται, φονεύων τοὺς ἄρρενας; οἳ καὶ τὴν διδασκαλίαν, τὴν ἔρημον θεοῦ, καταβόσκονται, ἀποπτῆναι κατὰ τοὺς στρουθοκαμή- λους μὴ δυνάμενοι, ἀλλὰ τὴν γῆν ἀεὶ ἀεὶ διαθέοντες; τὸ γὰρ στρουθίον οὕτως ἐξέδωκε Σύμμαχος, τοὺς δὲ τούτων διδασκάλους οὐκ ἀπεικότως Σειρῆνας ἐκάλεσεν. κατὰ γὰρ τὸν ἔξω μῦθον αὐται διὰ τῆς ἡδονῆς τοὺς προστυχόντας ἀπώλλυον, ὥσπερ οὖν τὸν ἰὸν ἐνδακόντες οἱ δράκοντες. ὀνειδίζει τοίνυν τοῖς δῆθεν ἀγαθοῖς διδασκάλοις, ὄτι μηδὲ τούτοις ὁμοίως περὶ τοὺς φοιτῶντας ἐσπούδασαν.

Ταῦτα πεΠόνθασι πολιορκούμενοί τε καὶ ἀπαγόμενοι. λέγοις δ ἂν καὶ ὡς >λιμὸν ὑπέμειναν οὐκ ἄρτου, οὐχ ὓδατος< κατὰ τὸ προφητικόν, >ἀλλὰ τοῦ ἀκοῦσαι λόγον κυρίου<. διὸ νεογνῶν αὐτῶν προφητεύει.

Ἱστορικῶς μὲν ἐπανῆλθεν ἐπὶ τὰ συμβάντα ἐπὶ τῆς αἰχμαλωσίας, πρὸς δὲ διάνοιαν περὶ τοῦ λιμοῦ τοῦ διδασκαλικοῦ λόγου φησίν.

Οὐ γὰρ τοσοῦτον ἐλεεινὸν οἱ πένητες οἱ κακούμενοι. τούτους δὲ θρηνεῖ καὶ Παῦλος, »ὡν ἡ υἱοθεσία« λέγων »καὶ ἡ δόξα«. κενα γὰρ [*](6 f. Vgl. Exod. 1, IC. — 6 ff. Vgl. in Exod. Hom. 2, 1 (Lo 9, 15): saepe osten- dimus disputantes, quod in feminis caro et aifectus carnis designatur, vir autem rationabilis sensus et intellectualis sit spiritus .... hunc odit Pharao, rex et prin- ceps Aegypti, liunc necari cupit et interimi. cupit autem quaecunque carnis sunt vivere etc. — 11 Vgl. Homer Od. XII, 39 ff. — 17 Vgl. Amos 8, 11. — 25 Rom. 9, 4.) [*](1 λήθειν | 2 x003C; ο ἀκούσεις c | 6 ἐκτεθηλυμένοι c 1 οὑ ov c οὐ ο | 8 τοὺς] τὰς ο | 11 αὖται] αὐτοὶ clo | 12/13 οἱ δράκοντες] x003C; ο | 16 ἀγόμενοι c | 17 οὐ χόρτου c οὐχ ἄρτου ο | 18 τοῦ] τοὺς ο | 19 προφητεύεται ο | 21 Ἱστορικῶς] vorher τοῦ αὐτοῦ c 1 anonym c*o | ἐλεεινοὶ Ru.)

271
νῦν μελετῶντες οὐκ ἐντρυφῶσι Μωδρῖ τε καὶ τοῖς προφήταις, τὸ »κατατρύφησον τῷ κυρίῳ«. ούδεὶς γὰρ αὐτοῖς ὁ πέττων τὸν τρόφιμον λόγον, οὐδὲ τοῦ σιτευτοῦ μεταλαμβάνουσι μόσχου καίπερ αὐτοὶ τεθυκότες. διεξόδους δὲ καλεῖ τὰς διασπορὰς ἢ καὶ τὰς τῶν νομικῶν γραμμάτων παρατροπάς.

Ἐτιθηνοῦντο τὸ πρὶν ἐπὶ κόκκου, τὸ μέλλον ἐκχεῖσθαι τοῦ σωτῆρος αἶμα προφητικῶς προακούοντες, καὶ νῦν ἐκ τῶν γηίνων νοημάτων ῥακοδυτοῦντες.

Σύμμαχος τὸ μὲν ὥσπερ σπουδή, ἐξαπίνης ἐξέδωκε, τὸ δὲ οὐκ ἐπόνεσαν, ἣν οὐκ ἔτρωσαν. τι γὰρ θείου συντομώτερον λόγου φήσαντος· »ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος« καὶ μόνῳ παραδόντος τῷ βούλεσθαι; ἡ ἀνομία δὲ τῆς Ἱερουσαλὴμ ὑπὲρ τὴν Σοδόμων ἐμεγαλύνθη. οἱ μὲν τὸν φυσικὸν νόμον εἶχον μόνον, οἱ δὲ καὶ γραπτὸν καὶ προφήτας ὅσα τε παραδόξως ὁ θεὸς ἠργάζετο έν αὐτοῖς. κάκεῖνοι μὲν ἥμαρτον εἰς ἀγγέλους καὶ τοὺς ὁμοίους ἀνθρώπους· οὐτοι δὲ εἰς τὸν σωτῆρα καὶ λυτρωτὴν πάλαι μὲν ἐξ Αἰγύπτου, νῦν δὲ δαιμόνων λατρείας, εἴπερ ἐδέξαντο τὸν πρὸς αὐτοὺς ἐλθόντα προηγουμένως. »οὐκ ἀπεστάλην« γάρ φησιν »εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ«.

Σύμμαχος· ἄχραντοι ἀφωρισμένοι αὐτὴς χιόνα, λαμ- πρότεροι γάλακτος, πυρρότεροι τὴν ἕξιν ὑπὲρ τὰ περίβλεπτα, σάπφιρος τὰ μέλη αὐτῶν, σκοτεινότερον ἀσβόλης τὸ εἶδος αὐτῶν. τοὺς ἁγιάσαντας ἑαυτούς φησι τῷ θεῷ· Ἡγιασμένοι γὰρ τὸ Ναζιραῖοι δηλοῖ, οὕτω γὰρ Σύμμαχος καὶ Θεοδοτίων [*](2 Psal. 36,4. — 7 ff. Vgl. Olymp. (Gh III, 185): ἐπὶ τῶν τῆς ἀπολυτρώσεως τοῦ αἵματος τοῦ Χριστοῦ τρόπων. — 13 Matth. 23, 38. — 14 ff. Vgl. Olymp. (Gh III, 186). — 20 Matth. 15, 24. — 26 Vgl. Onom. sacra I, 196, 90: Ναζειραῖος ἅγιος κτλ. — 27 Vgl. Amos 2, 12 (Vgl. Hexapla).) [*](1 οὐκ ἐντρυφῶσι] ABBREV ABBREV ABBREV τρυφώσει ο | μωυσεῖ c μωσῆ ο | 2 αὐτοῖς] x003C; c 3/4 καίπερ — τεθυκότες] x003C; 1 Ι 9 ῥακκοδυτοῦντες c | 13 ὑμῖν] x003C; ο | 14 τῷ] τὸ c 15 μόνον εἶχον νόμον ο | 16 ἠργάζετο Blass εἰργάζετο co | 20 προηγούμενος ο | εἰς] πρὸς ο | 24 πρότερον ο | 25 σάπφίρος π u. ι in Ras.) c σάπφειρος ο | 27 ναζορεῖοι ο.)

272
ἐν τῷ Ἀμὼς τοὺς ἡγιασμένους ἐξέδωκαν, Ναζιραίους εἰπόντες. μέμνηται τούτων καὶ Μωσῆς· ὁποῖος ἠν καὶ Σαμψών. ἠσαν δὲ καὶ παρὰ Ἰουδαίοις ἐπιφανεῖς. διὸ τὸ μὲν καθαρὸν αὐτῶν ἀντεξήτασε χιόνι, τὸ δὲ λαμπρὸν γάλακτι· ἐπυρώθησαν δὲ τῇ ἀσκήσει δοκιμασθέντες ὡν ἐπηγγέλλοντο τῷ θεῷ , οἱ ἐκλεκτοὶ δὲ αὐτῶν (ὃ τὸ ἀπόσπασμα) πολιτείαν οὐράνιον ἔχουσιν· τοιοῦτον γὰρ τῆς σαπφίρου τὸ χρῶμα. ἕχει δὲ καὶ χρυσιζούσας φλέβας, αἶς δὴ τὴν ἕξιν αὐτῶν ὁ Σύμμαχος ἀπεικάξει, τὸ ἀδιάφθορον ἔχουσαν καὶ τὸ διάπυρον κατὰ θεοσέβειαν.