Fragmenta In Lamentationes (In Catenis de Prophetis)
Origen
Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Τῆς πνευματικῆς ἐξέπεσαν ἐλλάμψεως καὶ λιμῷ τῷ νοητῷ δι- ετάκησαν, ὡς ἐοικέναι ξύλοις ξηροῖς, τοῖς μὴ πεφυτευμένοις παρὰ ταῖς διεξόδοις τῶν ὑδάτων<· ὁποῖοι νῦν οἱ παρ’ αὐτοῖς ἱερεῖς ἒχοντες εὐτροφίαν εὐτροφίαν πνευματικήν. καὶ κατὰ τὸ ῥητὸν δέ, αἰσχύνης ἄκρας τὰ πρόσωπα αὐτῶν ἐμελαίνετο ὄτι τοῖς τοῖς ἄλλοις ὸμοίως ἁμαρτάνοντες ἀ.πήγοντο· ἐπεὶ καὶ νῦν ἐπὶ τῶν καταισχυνομένων ἡ συνήθεια τῷ ὀνόματι κέχρηται.
Πολέμῳ γὰρ κρεῖττον συντόμως τελευτᾶν ἢ λιμῷ δαμασθῆναι δι' ἀπορίαν τῶν ἐν ἀγρῷ γεννημάτων. εἴποις δ’ ἄν ῥομφαίαν εἶναι καὶ μάχαιραν τὸν λόγον τοῦ θεοῦ· φησὶ γὰρ ὁ Παῦλος· καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ«, ὑφ’ οὗ, φησὶν ἡ νύμφη, τετρωμένη ἀγάπης εἰμὶ ἐμώ«. λέγει δὲ καὶ ὁ Δαβίδ· »περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου«. ὑπὸ τοιαύτης πληγέντας ῥομφαίας ὑπὸ τοὺς πόδας πεσεῖν Ἰησοῦ κατὰ τὸ λαοὶ ὑποκάτω σου πεσοῦνται«, τὴν αὐτοῦ ὁμολογήσαντας βασιλείαν, ἀλλ’ οὐχ ἁλῶναι λιμῷ ψυχικῷ. γέννημα γὰρ χώρας ὁ Χριστός, ὁ ἐν Βηθλεὲμ γεννηθείς, ὅπερ Οἶκος ἄρτου σημαίνεται, οὖπερ ἄγευστοι γεγονότες Ἰουδαῖοι εἰς δαιμόνων [*](2 Vgl. Num. 6. — Vgl. Jud. 12, 5. — 12 Vgl. Psal. 1, 3. — 21 Eph. 6, 17. — 23 Hohel. 2, 5. — Psal. 44, 4. — 26 Psal. 44, 6. — 28/29 Vgl. Onom. sacra I, 182, 93: Βηθλεὲμ οἶκος ἄρτου, u. ö.) [*](1 τοὺς] x003C; c | 2 καὶ 3] x003C; ο | 6 τοιοῦτοι ο | 7 σαπφίρου c 1 σαπφείρου c*o Ι 8 διάφορον Ο | 13 τὰς διεξόδους ο | ὁποι νῦν ο | αὐτ co | 15 ἐμελαίνετο c 1 ἐμελένετο c*o | 20 γεννημάτων Gh γενημάτων clo | 24/25 τῇ — σου 2] x003C; ο | 27 βασιλείαν ὁμολογήσαντας ο | οὐχ Vat. gr. 1153/54 οὐκ co | 28 γέABBREVνημα c γένημα c | ὁ1] < ο.)
Ἵνα μὴ δόξωσιν αἱ γυναῖκες δι' ὠμότητα βεβρωκέναι τὰ τέκνα, οἰκτίρμονας μὲν εἶναί φησιν· τῇ δὲ τῆς ἐνδείας ἀνάγκῃ προσάπτει τὸ πάθος. τὸ δὲ ἦψαν τὸ ἀνάψαι καὶ ὀπτῆσαι δηλοῖ, ὃ δὴ γέγονεν ἐπὶ τῆς Ῥωμαίων πολιορκίας· διὸ καὶ σύντριμμα καλεῖ τὴν παν- τελῆ τοῦ ἔθνους ἀπώλειαν. καὶ ἐν τῇ δευτέρᾳ δὲ τῶν Θρήνων στοιχειώσει τοῦ παρόντος μέμνηται πάθους. καὶ τοῦτο δὲ καὶ τἃλλα πάθη μετ' ἀκριβείας Ἰώσηππος ἐν τοῖς περὶ ἁλώσεως παρέδωκεν.
Μετὰ γὰρ τὴν Χριστοῦ παρουσίαν συνετελέσθησαν.
Ἰσως μὲν καὶ διὰ τὸ τῶν τόπων ὀχυρὸν καὶ τοῦ τείχους καὶ τὴν τῶν οἰκητόρων ἰσχύν, μάλιστα δὲ διὰ τὸν ἀεὶ τῆς πόλεως ὑπερησπικότα θεόν. καίτοι πρὸ τοῦ Ναβουχοδονόσορ εἰσελθὼν ὁ Αἰγύπτιος πολλάκις ἔλαβε τοὺς θησαυροὺς ἐκ τοῦ οἴκου κυρίου, ἀλλ’ οὐ πορθήσας τὴν πόλιν· οὐ γὰρ ἄγαν ἔθλιβεν, εἰ καὶ ὑπῆρχεν ἐχθρός, πρὸς τὸ μηδὲ ἀπεμφαῖνον εἶναι καὶ δὶς καὶ τρὶς τὸ παράδοξον γενέσθαι. λέγοι δ’ ἂν βασιλεῖς τῆς γῆς καὶ τοὺς δαίμονας τοὺς τῶν χοϊκῶν βασιλεύσαντας, περὶ ὡν εἴρηται· »παρέστησαν πάντες οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες αὐτῶν συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ«. περὶ ὡν οἴτινές εἰσιν ἐδήλωσε τὸ »εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν« καὶ τὸ »ἴνα γνωρισθῇ ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ«· ᾤοντο γὰρ μὴ παραδίδοσθαι τὴν Ἱερουσαλὴμ εἰς τέλος, μέχρι τοῦ ἔθνους τούτου τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν οἰόμενοι, μηδὲν εἰδότες περὶ Χριστοῦ.
[*](1/2 Vgl. Gen. 27, 27. — 10 Vgl. Josephus, Bell. Jud. 6, 3, 4. Vgl. Euseb. h. e. 8, 6, 21 ff. u. Olymp. (Gh III, 192). — 17 Vgl. I ön. 14, 26 (II Chron. 12, 9). — 21 Psal. 2, 2. — 24 I Kor. 2, 8. — 25 Eph. 3, 10.)[*](1 ὑπὸ #x772; c* #x772; a. R. c 1 Ι 7 ἐπὶ] ὑπὸ co Ι 8 δὲ δευτέρα ο | 10 παραδέδωκεν ο | 12 παρουσίαν] παροινίαν ίαν Gli | 14 μὲν] δὲ 15 τῶν] x003C; ο ] δὲ] x003C; c | 18 οὐ2] σου ο | 20 λέγει c 26/27 τοῦ θεοῦ σοφία ο | 27 τὴν] τῆι ο.)Αἷμα δίκαιον κυρίως τὸ τοῦ σωτῆρος Χριστοῦ, ὅπερ ἐκχέαντες τελέως ἀπώλοντο, ἐπὶ τοῖς τῶν προφητῶν αἵμασι μετρίως σωφρονιζόμενοι.
Σύμμαχός φησιν· ἀκατάστατοι ἐγένοντο, τυφλοὶ έν ταῖς ἐξόδοις, ἐφύρησαν ἐν αἵματι, ὥστε μὴ δύνασθαι ἅψασθαι τῆς ἐσθῆτος αὐτῶν. ἐγρηγόρους ἡ γραφὴ τοὺς ἀγγέλους καλεῖ, ὡς παρὰ τῷ Δανιήλ. οὑτοι δὲ ἦσαν, δι’ ὡν ἴσως καὶ ὁ διὰ Μωσέως νόμος ἐδόθη κατὰ τὸ »εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς νόμος«. οὗτοι τοίνυν προσκαρτεροῦντες αὐτῇ καὶ τῷ θείῳ ναῷ, σαλευθέντες μετέστησαν. Ἰώσηππος γὰρ έν τοῖς περὶ ἁλώσεως ἱστορεῖ ὡς »νύκτωρ οἱ ἱερεῖς προσελθόντες εἰς τὸ ἱερόν, ὥσπερ αὐτοῖς ἔθος ἦν πρὸς τὰς λειτουργίας, πρῶτον μὲν κινήσεως ἔφασαν ἀντιλαμβάνεσθαι, μετὰ δὲ ταῦτα φωνῆς ἀθρόας· μεταβαίνωμεν ἐντεῦθεν«· ὅτε καὶ κατὰ Σύμμαχον ἀκατάστατοι καὶ ἀλῆται γεγόνασιν καὶ τυφλοί, φησίν, ἐν ταῖς ἐξόδοις. οὐ γὰρ >ἠν ὅρασις διαστέλλουσα οὐ προφήτης, οὐδὲ ἡγούμενος·< ἐξέλιπον <γὰρ ἐπεὶ> παρεγένετο ᾧ ἀπέκειτο, ὃς ἦν προσδοκία ἐθνῶν«.
Τοῖς ἀποστόλοις ἐντέλλεται ἐκ μέσου τῶν Ἰουδαίων φυγεῖν ἐπὶ τῷ αἵματι μολυνθέντων Χριστοῦ, τὴν δὲ κλῆσιν αὐτῶν καὶ τοῖς ἀγγέλοις ἐπέτρεψεν. εἰ μὴ ἄρα τοῖς ἀποστόλοις καλεῖν εἰς μετάνοιαν αὐτοὺς ἀκαθάρτους κελεύει, ὅπερ ἐποίησαν εἰπόντες· »ὑμῖν ἠν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον( μὴ βουλομένων δέ, προστάττει φυγεῖν, διό φασιν ὡς μὴ θελόντων τὸ »ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη«.
[*](2 Vgl. Olymp. (Gh III, 195). — 9 Vgl. Dan. 4, 10 Hexapla. — 10 Hebr. 2, 2. — 12 Vg. Joseph. Bell. Jud. 6, 5, 3. Vgl. Euseb. h. e. 3, 8, 6 dem. ev. 8, 2, 122. — 17 Vgl. I Sam. 3, 1. — 18 Vgl. Gen. 49, 10. — 24 Act. 13, 46. — 26 Act. 13. 46.)[*](3 τελείως Gh | 10 οὗτοι] + γὰρ c | 13 προελθόντες ο παρελθόντες Joseph. Euseb. | τὸ] CO Euseb. + ἔνδον Joseph. + ἦν] co Euseb. < Joseph. | 14 ἀντιλαμβάνεσθαι co Euseb. ἀντιλαβέσθαι Joseph. | ἀντιλαμβάνεσθαι] + καὶ κτύπου Joseph. Euseb. | 15 μεταβαίνομεν c | καὶ] < ο | 18 ἐξέλιπον c1 ἐξέλειπον c*o | ἐπείπερ ἐγένετο ο | 19 ᾧ] ὡς ο | 21 φυγεῖν c1 o φησιν c* (w. e. sch.) 1 | 22 μολυθέντων ο | 26 φησιν C.)