Fragmenta In Lamentationes (In Catenis de Prophetis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Κατακόπτει γάρ με τὰ δάχρυα, φησί, καθάπερ ἄμπελον ἀκριβὴς τρυγητής· κατὰ δὲ Σύμμαχον, ὅτι κατεπόντισάν με τὰ δάκρυα, τῇ τῶν ἐν ὕδασι πνιγομένων μένων μεταφορᾷ. ὑπομένων δὲ ὑπομενῶ τὸν κύριον, μέχρι μέχρι τοῦ ἀποστρέφειν τὸ πρόσωπον αὐτοῦ ἀφ' ἡμῶν. τὸ διακύψαι δὲ τὸν θεὸν τὸ τῆς ἐπισκοπῆς ἡμᾶς ἀξιῶσαι δηλοῖ. ἐξηγεῖται δὲ τὸ παρὰ πάσας ἐπὶ πάσας ἐπενεγκών, τουτέστιν ἐπὶ ταῖς αὐτῶν συμφοραῖς· τὸ γὰρ θῆλυ γένος τοῦ τῶν ἀρρένων ἐλεεινότερον.

Ἥ ἃ πέπονθε λέγει· ἐνεβλήθη γὰρ λάκκῳ καὶ ὄσον ἡκεν εἰς ἀπέθανεν, σωθεὶς δὲ παρ’ ἐλπίδα ἐλπίδα μετὰ Δαβίδ· »ἡ ψυχή μου ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων«· οὐ γὰρ ἠν >πεσεῖν ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς τοῦ ἐν τοῖς κατὰ τὴν τοῦ σωτῆρος φοινήν. ἢ τοίνυν δέ ἑαυτόν φησιν ἢ καὶ τὰ τοῦ λαοῦ οἰκειούμενος πάθη. ἀλλὰ τὸ δωρεὰν περὶ αὐτοῦ εἰκότως ἂν λέγοιτο· τί γὰρ αὐτοὺς ἡδίκησεν, μᾶλλον δὲ οὐκ εὐεργέτησεν;

Ἐδίκασεν ὁ θεὸς ἀποκτείνας τὸν ψευδοπροφήτην καὶ τὸν βασι- λέα παραδούς, καὶ ἐπὶ τοῦ Χριστοῦ παραδοὺς τὸ ἔθνος εἰς ἅλωσιν. τὸ δὲ ἐγὼ ἐπ' ὀφθαλμοὺς αὐτῶν, ὅτι βαρὺς ἤμην αὐτοῖς καὶ φαινόμενος.

Ἕλεγε καὶ πρόσθεν· »συντέλεσον αὐτούς, καὶ ἔσται σου ὁ λόγος ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου( ταῦτα ταῦτα μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἐπιβουλήν, ὅτε πανταχοῦ διεσπάρησαν· ἠλθε γὰρ ἐπ' αὐτοὺς >πᾶν δίκαιον x003C;. τὸ τοίνυν δηλοῖ τὸ τέλος λαβεῖν τὴν κατ' αὐτοὺς λατρείαν, καὶ τὸ μηκέτι χρη- ματίζειν ἔθνος θεοῦ.

[*](3 Vgl. Hexapla. — 10 Vgl. Jerem. 45, 6 usw. — 11 Psal. 123, 7. — 13 Vgl. Matth. 10, 29. — 18 ff. Vgl. Olymp. (Gh 111, 170): ἐκ μὲν προσώπου Χριστοῦ, ὅτι ἀξίας . . . οἱ Ἰουδαῖοι τὰς δίκας ἔτισαν παραδοθέντες Ῥωμαίοις. — 23 Jerera. 15, 16. — 26 Vgl. Matth. 28, 35.)[*](2 ἄμπελον ν in Ras.) c ἀμπελῶνα ο | 4/5 τὸν κύριον 1 τώ κυρίω co 11 ἐλπίδας ο | 14 καὶ] x003C; ο | 15 αὐτοῦ Blass αὐτοὺς co | 23 σοι] σοι c.)
269

Τὸ ὑπερασπισμὸν καρδίας μόχθον αὐτοῖς, ὅτι δώσεις ἀὐτοῖς μόχθον εἰς αἴσθησιν τοῦ πόσος ὑπῆρχες ὑπερασπίζων αὐτῶν, ἵνα σὲ καὶ πάλιν ζητήσωσιν. εἰ δὲ μή, καταδιώξεις αὐτοὺς ἐν ὀργῇ σου.

Τῆς νῦν παρούσης τετάρτης στοιχειώσεως ἀρχόμενος τὸν περὶ τῶν ἐπιφανῶν ἐξαιρέτως ἐπανέλαβε Θρῆνον, ἠμαυρῶσθαι λέγων τὴν ἐπιφάνειαν ἐκκεχυμένου τε δίκην ὕδατος ἠφανίσθαι.

Ἀγιοι δὲ ὡς ἐκλεκτοὶ διὰ τοὺς πατέρας ἢ διὰ τοὺς σὺν Ἰωακεὶμ ληφθέντας ὰγίους, οὔς ἀπείκασε σύκοις χρηστοῖς.

Καὶ μετ΄ όλίγα·

Ἐξόδων δὲ τῶν ἀπὸ τῆς ἁγίας γῆς >ἀπαγουσῶν εἰς καὶ εἰς τὸν νοητὸν Βαβυλώνιον, »ἴνα παιδευθῶσι μὴ βλασφημεῖν«. εἴποις δ' ἂν τὸν Θρῆνον καὶ ἐπὶ τῶν ἐκ θεοσεβείας μεταβαλλόντων, εἴπερ εἶεν ἐπίσημοι καὶ πλάνης ἡγοῖντο τοῖς ἄλλοις, καταλιπόντες μὲν τὴν πηγὴν τοῦ ζῶντος ὕδατος, γεγονότες δὲ λάκκοι συντετριμ- μένοι οἳ οὐ δύνανται στέγειν<. ὅθεν εἰκότως ἐκχέονται περὶ πλάνην ἀωρὶ στένοντες.

Οἱ κομῶντες ἐπὶ πλούτῳ , φησίν, ἢ καὶ χρυσίου τιμιώτεροι πῶς οὔτω τοῖς εὐτελέσι καὶ συντριβομένοις ἀπαχθέντες εἰς δουλείαν εἰκάσθησαν; ἔφη δὲ τούτοις αὐτοὺς ἀπεικάζεσθαι καὶ ἡνίκα κατελθὼν x003E;εἰς τὸν οἶκον τοῦ κεραμέως< λαβὼν ἀγγεῖον δὲ αὐτοὺς καὶ Ἡσαΐας πόλει πεσούσῃ, >καὶ τὰ πτώματα< >αὐτῆς ἔσται ὡς συντρίμματα ἀγγείου<.