Fragmenta In Lamentationes (In Catenis de Prophetis)
Origen
Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Διὰ τούτων μανθάνομεν μὴ εἰρηκέναι τὸν κύριον μηδὲ αἴτιον εἶναι τοῦ ταπεινωθῆ.ναι τοὺς δεσμίους τῆς γῆς ὑπὸ τῆς ἁμαρτίας, [*](4 Vgl. Psal. 6, 4. - 9 Vgl. Matth. 11, 30. — 12 Psal. 67, 7. — 13 Psal. 140, 10. — 16 Vgl. Matth. 18, 4? — Gen. 18, 27. — 17 Vgl. Rom. 5, 5. — 18 Psal. 118, 25. — 21 Psal. 73, 1. — 23 Psal. 102, 9. — 24 Jerem. 38, 16.) [*](3 ἥ ζητήσει] τῆ ζητούση c Ι ὑπομένει c Ι 4 μεθισταμένην c | 10 τοῦ ABBREV δεῖ μὴ συναπάγεσθαι ο τοῦ δεῖ μὴ συνάπτεσθαι c | 16 αὐτὸν ο | 20 τὰ] x003C; ο | 22 τὸ] τῶ ο | 27 Διὰ] hierzu a. R. ὠριγ c 1 | μανθάνωμεν ο | κύριον] + καὶ c.)
Μάτην ἄρα γογγύζοντες ἐπὶ τὸν δημιουργὸν τὴν αἰτίαν ἀνάγομεν· ὅπερ ὁ ζῶν ἄνθρωπος οὐκ ἔχει ποιεῖν· νεκρῶν γὰρ ἐν ἁμαρτίαις ἡ τοιαύτη προαίρεσις, εἰ μὴ ἅρα διελέγχει τὸν ζῶντα καθ’ ἁμαρτίαν, καὶ θεὸν αἰτιώμενον. ὡς οὖν ἑτέραν αἰτίαν οὐκ ἕχοντες ἢ μόνους ἑαυτούς, τὰ παρ' ἑαυτῶν γενόμενα κρίναντες ἐπιστρέψωμεν.
Οὐκ ἔστι γὰρ ἐπιστρέψαι πρὸς κύριον τὸν ἑαυτὸν ἀγνοήσαντα· ἐπιγινώσκει δέ τις ἐαυτόν, ἐπάγων ταῖς πράξεσι τὴν διάνοιαν, ἄμα μὲν ἐπισκοπῶν αὐτάς, ἅμα δὲ καὶ νοερὰς ἐργαζόμενος. τότε γὰρ >ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα> τὰ πρὶν ἐξομολογούμενοι λέξομεν ὅτι >ἡμάρτομεν καὶ ἀποστῆναι ἀπὸ σοῦ< καὶ >ὃτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἶς ἐπήγαγες ἡμῖν<.
Τὸ ἀναλαβεῖν καρδίας ἐπὶ χειρῶν δοκεῖ δηλοῦν τὸ οἱονεὶ μετὰ χεῖρας λαβόντες τὰς ἑαυτῶν ἐννοίας ἐξετάσωμεν, εἴπερ εἰσὶ καθαραί.
[*](4 Vgl. Matth. 7, 17. — 11 ff. Vgl. Olymp. (Gh III, 158): μηδείς, φησί, μεμφέσθω ὠς αἴτιον ἁμαρτίας τὸν θεὸν, διότι προαιρετικῶς ὀ ἄνθρωπος ἁμαρτὼν δύναται καὶ μετανοῆσαι. — 21 Vgl. II Kor. 3, 18. — 22 Vgl. Dan. 9, 5. — 23 Vgl. Dan. 9, 14.)[*](4 οὕτε] οὐδὲ co Ι 5 ἀγαθούς] + ποιεῖ ο | 7 κατὰ ο | 13 διελέγχῃ c Ι 13/14 ζῶντα μαρτίαν ο | 14 κατ' c | 15 γινόμενα κρίνοντες ο | 23 καὶ] x003C; c | ἐπήγαγες] ἐποίησας c ἐπήγαγες c 1 a. R. | 25 Τὸ] vorher τοῦ αἰτοῦ c.)Καὶ ταῦτα τῆς φθασάσης ἐξομολογήσεως μέρος· ὡς γὰρ σκότος ἡμῖν ἐκ νεφέλης ἐπήγαγες τὰς τῶν δεινῶν περιστάσεις, καὶ μακρὰν ὄντας ἀπὸ σοῦ κατεδίωξας, ἀπώλεσας νεκρῶν τῇ ἁμαρτίᾳ διὰ τῆς τιμωρίας. καὶ ἐπείπερ αἱ ἁμαρτίαι ἡμῶν διίστων ἡμᾶς ἀπὸ σοῦ ὥσπερ διατειχιζούσης νεφέλης, οὐκ ἔφθανεν ἡμῶν ὴ προσευχὴ πρός σε· οὐ γὰρ εἴχομεν >πτέρυγας περιστερᾶς> ὑπερίπτασθαί λέγειν· »ἐν τῷ θεῷ ὑπερβήσομαι τεῖχος( οὐ γὰρ ἠν εὐχερὲς παρελθεῖν τὴν ἁμαρτίαν, στερεάν τε οὖσαν καὶ σκοτεινὴν καὶ πνεύματος ἄμοιρον ἁγίου.
Σύμμαχος· πτόησις. ὅλῳ στόματι κατέπιον κατέπιον καὶ εἰς βάθος κακῶν ὑπηνέχθημεν φόβου καὶ ταραχῆς ἐμπλησθέντες· >ἐμπίπτει γὰρ εἰς ὅν ὤρυξε x003E; ὁ ἀμαρτωλὸς διδοὺς ὡν ἥμαρτε δίκας. καὶ ἐπεὶ »πρὸ συντριβῆς ἡγεῖται ὕβριος« κατὰ τὸν Σολομῶντα, τουτέστιν ὑπερηφανία, ἐπήρθημέν τε καὶ συνετρίβημεν. ὅθεν ὁ Δαβὶδ μελῳδεῖ· »νὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας, καὶ χεὶρ ὰμαρτωλοῦ μὴ σαλεύσαι με«.
Καὶ τοσαῦτα παθὼν τῶν δεδρακότων ὑπεραλγεῖ, οὕτως "ἡ ἀγάπη τὸ κακὸν οὐ λογίζεται«.
Ἀντὶ τοῦ ὁ ὀφθαλμός μου κατεπονήθη, καὶ οὐ σιγήσε- ται τοῦ μὴ εἶναι ἔκνηψιν Σύμμαχος εἶπεν· ὸ ὀφθαλμός μου ἐπέμεινε, καὶ οὐκ ἐπαύσατο τοῦ μὴ εἶναι ἄνεσιν. δηλοῦσι δὲ οἱ μὲν Ἑβδομήκοντα ὅτι καίπερ τῶν ὀφθαλμῶν ἐκ πλήθους δακρύων ἠσθενηκότων οὐ διέλειπον ὅμως, ἀνανῆψαι τοῦ κλαυθμοῦ μὴ δυνά- μενος, ὁ δὲ Σύμμαχος ὅτι ἐπέμεινά τε δακρύων καὶ οὐ διέλειπον· προσευχὴ γὰρ ἐκτενὴς καὶ δακρύων ἐπίτασις τὸν θεὸν ἐφέλκει πρὸς ἔλεον.
[*](6 f. Vgl. Olymp. (Gh III, 162): τοῦ μὴ διελθεῖν πρός σε τὴν προσευχήν. — 7 Vgl. Psal. 54, —8 Psal. 17, 30. — 12 Vgl. Hexapla. — 13 Vgl. Prov. 26, 27. — 15 Prov. 16, 18. — 17 Psal. 35, 12. — 20 I Kor. 13, 5.)[*](2 καὶ] cio x003C; c* Ι 4 ἀπολέσας c | 12 καὶ] c 1 o 003E; c* | 13 φόβω ο | 17 ἐλθάτω ο Ι ὑπερηφανείας ο | 26 καίπερ 1 καὶ περὶ co.)