Fragmenta In Lamentationes (In Catenis de Prophetis)
Origen
Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Ορμήσας γὰρ πολλάκις οὐ συνεχωρήθη παραιτήσασθαι τὴν διακονίαν. ἔφασκε γάρ· »ού μὴ ὀνομάσω τὸ ὅνομα κυρίου«, καὶ ὥσπερ ὑπὸ πυρὸς συνηλαύνετο. ἐμφράττει δὲ καὶ τὰς ὁδοὺς τῶν ἀμαρτωλῶν οὐ συγχωρῶν ἀμαρτεῖν. ἀλλ' οὐ τοιοῦτος ὁ προφήτης , ὅς γέ φησιν· »οὐκ ἐκάθισα μετὰ συνεδρίου παιζόντων«.
Πᾶν αὐτοῦ, φησί, βέλος ἐκἐνωσε κατ' ἐμοῦ, τὴν ἐμὴν τιτρώσκων ἐπιθυμίαν καὶ μὴ συγχωρῶν μοι πράττειν ὡς βούλομαι.
Νεφροὶ δὲ ἐν τῇ γραφῇ τὸ ἐπιθυμητικόν, ἰοὶ δὲ τὰ βέλη. καί με λοιπὸν ὡς ψεύστην διέσυρον ᾠδήν με ποιήσαντες. καὶ φθάσας δὲ ἔλεγε· »κατὰ μόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην‘ καὶ τὰ ἐξῆς· ὁ μὲν γὰρ ἐδεῖτο ὑπὲρ αὐτῶν, οἱ οἱ ἐπεβούλευον , καὶ ὅμως τὴν διακονίαν οὐκ ἦν παραιτήσασθαι. ἐπικραίνετο τοίνυν καὶ πάσχων ὑπ' αὐτῶν καὶ πάσχουσι συναλγῶν καὶ ἀσεβοῦσιν ὑπεραχθόμενος.
Ψήφῳ φησὶν ἢ ἀριθμῷ, καθ’ ἔκαστον ὀδόντα παιομένου κατὰ τῆς σιαγόνος, ἢ λίθῳ σκληρῷ. καὶ κατὰ τὸν Δαβὶδ δέ φησι· Μὰ σποδοῦ ἄρτον μου ἥσθιον<, τὸ μηδὲ ἄρτον σὺν ἡδονῇ λαμβάνειν δηλῶν ὑπὸ θλίψεως. οὐκ ἦν οὖν εἶναι τὴν ψυχὴν ἐν εἰρήνῃ, αὐτὴν ταραττομένην καὶ προσέτι βλέπουσαν ἔξωθεν θορύβους, ἔσωθεν μάχας. διὸ μηδὲν ἐλπίσας χρηστόν, τὰς Ἰὼβ ἀφῆκα φωνάς· »ἀπείπατό με ἔλεος, καὶ ἡ ἐλπίς μου παρὰ κυρίου«. οὐ γὰρ ἡν νικῆσαι τὰ περιεστῶτα δεινά.
[*](3 Jerem. 20, 9.—6 Jerem. 15, 17. — 13 Jerem. 15, 17. — 20 Vgl. Psal. 101, 10. — 23 Vgl. II Kor. 7, 5. — 24 Hiob G, 14.)[*](2 συνεχώρησας c Ι συνηλαύνετο c 1 συνελαύνετο c * (w. e. sch.) ο | 8 βέλος, φησί ο | 11 δὲ 1] < ο | 16 ὑπ'] ὑπὲρ c Ι ἀσεβούντων ο | 20 σκληρῷ καὶ] σκληρῶσε ο | 21 σποδοῦ] + τὸν ο | ἄρτον 2] ἄρτου Ιο | 22 οὐκ ἦν] οὐ κ' εῖον (ειον in Ras.) c Ι αὐτὴν] + τε 1.)Πρὸς πάντας γὰρ ὤν ἀγαθὸς τὴν παρ' ἡμῶν ὑπομονὴν ἀπαιτεῖ. τῇ γὰρ ψυχῇ, ἥ ζητήσει αὐτόν, ἀγαθὸν τὸ ζητεῖν, ἤτις ὑπομένοι μὴ ταραττομένη, μέχρι τὸ ἔλεος ἀπαντήσειεν, μηδὲ μεθισταμένη, μέχρι τὸ σωτήριον ἐπιφανείη κυρίου, εἰς τὸ ἐλπίζειν εἰς ἕτερον. ἴσως δὲ καὶ ἡσυχάσει λέγει μὴ πολυπραγμονοῦσα τῆς προνοίας τὰ κρίματα. δεῖ τοίνυν, κἂν ἀγνοῶμεν, μὴ ἀφηνιάσαι κυρίου.
Ὁτι >ὁ ζυγὸς αὐτοῦ χρηστὸς καὶ τὸ φορτίον ἐλαφρόν<. μηδεὶς αὐτῷ συναινῇ περί του, δεῖ μὴ συναπάγεσθαι, ἀλλὰ κἂν μονωθῇ πρὸς τοῦτο, τοῖς δεδογμένοις ἐγκαρτερεῖν καὶ ἐνιδρὺσθαι βεβαίως. »κύριος« γὰρ »κατοικίζει μονοτρόπους ἐν οἴκῳ« φησὶν ὁ Δαβίδ, καὶ »κατὰ μόνας εἰμὶ ἐγώ, ἕως οὑ παρέλθω«, δηλονότι τοὺς πειρασμοὺς φιλανθρωπίας τυχών.
Ταπεινώσει γὰρ ἑαυτὸν φάσκων· »ἐγὼ δέ εἰμι γῆ καὶ σποδός«, εἴπερ ὄντως ἐστὶν ἀνήρ, καὶ τῆς μὴ καταισχυνούσης ἐλπίδος πεπλήρωται, ὁποῖον καὶ τὸ »ἐκολλήθη τῷ ἐδάφει ἡ φυχή μου«.
Ἁρμόζει τοῦτο καὶ πρὸς τοὺς έν τῇ αἰχμαλωσίᾳ λέγοντας τὰ ἐν τῷ ἑβδομηκοστῷ τρίτῳ Ψαλμῷ· »ἱνατί, ὁ θεός, ἀπώσω εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου;« σύμφωνον δὲ τὸ »οὐκ εἰς τέλος ἀπώσεται κύριος οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ«· ἐρεῖ δὲ τῷ πρὸς ἀξίαν μετανοήσαντι· »διαλειπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ, καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων«.