Fragmenta In Lamentationes (In Catenis de Prophetis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Ἐπὶ γῆς ἦσαν ἐρριμμένοι πάντες οἱ δι' ἡλικίαν πρὸς τοὺς πόνους ἀδύνατοι, θέαμα λίαν ἐλεεινόν, ὡς καὶ νέων σφαγὴ καὶ παρθένων † εἴθε καὶ τούτων σφαγαὶ πρὶν εἰς ζωὴν πικροτέραν ἀπάγεσθαι. ἔξοδοι δὲ γῆς τὰ βιωτικὰ πράγματα, ἐν οἶς ἐκοιμήθησαν μὴ [*](1 Psal. 84, 9.-2 Eph. 6, 12. — 4 Mark. 13, 35. — 6 Matth. 24, 43. — 13 Vgl. Psal. 103, 15. — 16 Psal. 26, 9. — Psal. 24, 16. — 17 Psal. 6, 1. — 20 Deut. 28, 53. — 22 Psal. 118, 142. — 25 Origenes las mit QLuc. u. a.: γῆν τῶν) ἐξόδων.) [*](3 πρὸς 3] καἲ ο | 4 μεσονυκτίῳ c Ι 5 άλεκτρυοφωνίας ο | 15 Τοῦ] vorher τοῦ αὐτοῦ c Ι ἐπείσθη Vat. gr. 1153/54 ἐπήσθη c* ἐπίσθη c 1 0 | 20 ἔγγονα ο | 23 ἐμμέσω C Ι ναῶ ο | 26 παρθένων] † αἰχμαλωσία Lietzmann nach LXX | 27 εἴθε] εἴγε? Koetschau.)

262
>γρηγορήσαντες μηδὲ προσευξάμενοι<, κλείσαντες δὲ καὶ ἀφροσύνην τοὺς τῆς ψυχῆς ὀφθαλμούς. καὶ τίνες οὗτοι; εἰ μὲν παιδάρια, οὐ θαυμαστὸν ἄγαν. νυνὶ δὲ πρὸ τούτων οἱ δοκοῦντες προβεβηκέναι κατ' ἀρετὴν καὶ πᾶς δὲ τὴν ψυχὴν ἀδιάφθορος καὶ δυνατὸς ἐν πολέμῳ γέγονεν ἐχθροῖς ὑποχείριος. σὺ σὺ ὡς ἀγαθὸς τὴν τοιαύτην αὐτῶν καταπαύεις ζωήν, καὶ κατατέμνεις πᾶσαν αὐτῶν σύστασιν τὴν ἐπὶ κακῷ.

Οἱ κύκλῳ μου, φησί, τὴν Ἰουδαίαν οἰκοῦντες τὴν εἰς ἐμὲ ἐορτὴν ἐνόμιζον καταφυγήν, σωτηρίαν ἐντεῦθεν ἐλπίζοντες· ὡν οὐδεὶς ὑπολέλειπται διὰ τὴν σὴν αὐτοῖς ἐπενεχθεῖσαν ὀργήν. δι΄ ὡν γὰρ ἥμαρτον, πολλοὶ καὶ δυνατοὶ γεγόνασιν οἱ ἐχθροί.

Δεινὰ συνέβη τῷ προφήτῃ καὶ πρὶν ἁλῶναι τὴν πόλιν καὶ ταύτης ἑαλωκυίας. διὸ στοιχειώσεως ἑτέρας κατάρχων, ἐαυτὸν ἀποδύρεται, πτωχείαν ὁρῶν καὶ ἐρημίαν τῆς πόλεως διὰ παιδείαν κυρίου. καὶ αὐτὸς δὲ οὐδὲν ἡττον γέγονεν έν ἐνδείᾳ ἀγαθῶν, ἅμα μὲν ἐν περιστάσει γεγονὼς ἡνίκα τούτους ἐξήλεγχεν, ὥστε λέγειν· »διετέλεσα μυκτηριζόμενος πᾶσαν τὴν ἡμέραν«, ἅμα δὲ καὶ ταῖς τῶν δεινῶν αὐτῶν κοινωνῶν συμφοραῖς καὶ τῇ ἐκ συμπαθείας φησὶ δὲ καὶ κατὰ τὸν Δαβίδ· »σκιὰ θανάτου ἐπεσκίασέ με«. ὅταν γὰρ δοκῇ πρὸς βραχὺ διδόναι τοῖς πόνοις ἀνακωχήν, αὐθις παλινδρομεῖ διημνεκῆ τιμωρίαν ποιούμενος.

Τὸ ὅλην τὴν ἡμέραν δηλοῖ καθ’ ἑκάστην ἡμέραν, ὡς παρὰ τῷ Δαβίδ· »ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με«. σημαίνοι δ’ ἂν τὸ ἔστρεψε χεῖρα αὐτοῦ καὶ ὅτι πάλαι μοι τὰ ἀγαθὰ χορηγῶν, νῦν τὰς παιδείας ἐπάγει, καθάπερ ἀλλάξας τὴν χεῖρα.

[*](1 Vgl. Matth. 26, 41 Mark. 14, 38. — 19 Jerem. 20, 7. — 21 Vgl. Psal. 43, 20?? — 26 Psal. 55, 2. — 28 Vgl. Σ΄ μεταβάλλει) und LXX Luc. ἐπέστρεψε ἥλλαξε) vgl. Gen. 48, 14.)[*](1 κλίνσαντες πρὸς ο | 1/2 ἀμαρτίαν καὶ εὐφροσύνην c | 15 ἑαλωκυίας Vat. gr. 1153/54 ἀλωκυίας co | 17 ἐν ἐνδία γέγονεν ο | 21 με] μοι ο | 22 δοκῆ c 1 δοκεῖ (c *?) ο | ἀνακωψήν Vat. gr. 1153/54 ἀνακοχήν co.)
263

Τὴν σαθρότητα τὴν συμβὰσαν ἡμῖν ἐκ τῆς ἁμαρτίας σημαίνει.

Συμφορὰ γὰρ ἐπίμονος γεροντικὴν ἀσθένειαν ἐμποιεῖ.

Οὐ γὰρ ἀφῆκέ με διαφυγεῖν τὰ δεινὰ πανταχόθεν πολιορκαούμενον. λέγοι δ’ ἂν ἴσως καὶ τὸ περιβληθὲν τῇ πόλει τεῖχος πολέ- μιον. τὴν αὐτὴν δὲ τῷ Δαβὶδ ἀφῆκε φωνὴν εἰρηκότι· »ἐκάθισάν με έν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος«. τοῦτο τοῦτο διὰ τὰς ἀπὸ τῶν πολεμίων εἱρκτάς, ἅμα δὲ καὶ διὰ τὰς ἐκ θεοῦ συμφοράς· ψυχῆς γὰρ σκότος οἱ πειρασμοί. ἰδικὼς δὲ >Ἱερεμίαν καὶ εἰς τὸν ἐνέβαλεν ὁ Πασχώρ<, σκοτεινὸν ὄντα καὶ ἀφεγγῆ, ὁποῖον ἦν καὶ Δαβὶδ τὸ σπήλαιον ἐν ᾦ παρὰ Σαοὺλ ἀπεκρύπτετο. δύναιντο δὲ καὶ εἰς Χριστὸν οἱ δύο Θρῆνοι λαμβάνεσθαι, οὗ τύπος ἦν Ἱερεμίας τοσαῦτα παρὰ Ἰουδαίων πεπονθότος καὶ τέλος τάφῳ παραδοθέντος.

Ἀφύκτοις με κακοῖς περιβέβληκεν, ἐπιθεὶς τῷ τραχήλῳ μου λαὸν ἀπηνῆ καὶ παραπικραίνοντα καὶ μεῖζον ἢ κατ' ἐμὲ φορτίον. οὐκ εἰσηκούσθην δὲ κουφισθῆναι πολλάκις εὐξάμενος· εἰσακουσθῆναι γὰρ τοὺς ἁγίους ἔσθ' ὅτε κωλύει τὰ πράγματα. λέγοι δ' ἂν ζυγὸν καὶ τοὺς κλοιοὺς τοὺς σιδηροῦς, οὓς ἀντὶ ξυλίνων θεοῦ κε- λεύσει περιεβάλετο, φέρεται γὰρ καὶ γραφή· ἐβάρυνε γὰρ τὸν χαλκὸν τοῦ τραχήλου μου. ἀπέφραξε γὰρ τὴν προσευχήν μου καὶ λέξας αὐτῷ· μὴ προσεύχου περὶ αὐτῶν· οὐ γὰρ εἰσακούσομαί σου<.

[*](6f. Vgl. Olymp. (Gh 111,127): ἐκ δὲ προσώπου τῆς ἀνθρωπείας φύσεως, . . . οὕτω περιῳκοδόμησε κατ' ἐμοῦ, ὡς μὴ δύνασθαί με διαφεύγειν. — 8 ff. Vgl. Olymp, (a. a. 0.): τοῦτο πρότερος ὁ Δαβὶδ κτλ. — Psal. 142, 3. — 11 Vgl. Jerem. 20, 2. — 13 Vgl. Ι Sam. 24, 4. — 19 Vgl. Jerem. 35, 13. — 22 Vgl. LXX Luc. — 24 Vgl. Jerem.14, 11. 12.)[*](2 Τὴν — σημαίνει] nach Nr. LXVIII unter der Überschr. Ὀλυμπιόδ ο | 4 Συμφορὰ] vorher τοῦ αὐτοῦ c Ι 6 Οὐ] vorher τοῦ αὐτοῦ c Ι 7 λέγει ο | 8 δὲ τῷ] μετὰ c | 11 καταράκτην ο | 15 παθόντος ο | 19 πολλάκις] x003C; c | 20 δ’ ἂν] δὰν ο δὲ c Ι 22 περιεβάλλετο ο | 24 περὶ] ὑπὲρ ο.)
264