Fragmenta In Lamentationes (In Catenis de Prophetis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Ἡ πρόνοια, φησίν, ἐπὶ τοῖς ἐμοῖς ἀσεβήμασιν οὐ κεκοίμηται· θεὸς γὰρ ὥσπερ εἰς χεῖρας λαβὼν αὐτὰ διὰ τῆς ἐξετάσεως τοῖς διὰ τὴν ἀνταπόδοσιν ἐνέπλεξεν ἕργοις. καὶ γέγονέ μοι ταῦτα καθ άπερ ἐπὶ τραχήλου ζυγὸς καὶ δουλείαν ἐπέθηκεν· ἥν γὰρ ἐδούλευσα τῷ Ναβουχοδονόσορ δουλείαν, τὰ ἐμά ἐστιν ἀσεβήματα, διόπερ ἄτονος γἐγονα παραδοθεῖσα τούτοις ὦν ὑποστῆναι τὴν δεσποτείαν οὐ δύναμαι.

[*](1 ff. Vgl. Gen. 25, 30 ff. — 2 f. Vgl. Onom. sacra I, 190, 29: Ἐδὲμ . . . ἢ γῆ ἐρασμένη ἢ αἱμάτωσις | 190, 34: Ἑδὼμ γήινος ἢ κόκκινος κτλ. — 20 Vgl. Phil. 3, 14. — 29 u. S. 250, 12 statt ἠσθένησεν hat Origenes w. e. seh. ἠτόνησεν gelesen, eine sonst nicht bezeugte Variante.)[*](1 ἡσαῦ c | 2 Ἐδὼμ] ἐδὲμ c Ι 4 ἅπερ] + ὁ c Ι 7 προείλατο c | 11 οὐχ ὁρῶν- ται c Ι ἐπὶ c | 19 τῇ] < ο | 20 οὐ τοῖς Blass οὖτοι co Ι 30 τούτοις Gh τοῖς CO τούτοις τοῖς 1.)
250

Καὶ μετ΄ όλίγα·

Ὁ ζυγὸς αὐτοῦ κατὰ τοῦ τραχήλου μου. δείκνυται δὲ διὰ τοῦ παρόντος ῥητοῦ τροπικώτερον δεῖν ἐκλαμβάνεσθαι τὰ ὡς περὶ παθῶν ἡμετέρων λεγόμενα περὶ τοῦ θεοῦ. πῶς γὰρ ἅν ἄλλως τὰ τῆς Ἱερουσαλὴμ ἀσεβήματα τῇ τοῦ θεοῦ συμπεπλεγμένα χειρὶ ἢ τροπικῶς; οὐ γὰρ ἄν τις λέγοι καὶ ταῦτα σωματικῶς. πῶς δὲ οὐκ ἄτοπον, τῆς μὲν Ἱερουσαλὴμ πόλεως οὔσης τὸν τράχηλον λαμβάνεσθαι τροπικῶς, τὰ ὡς θεοῦ δὲ λεγόμενα μέλη μὴ τὸν αὐτὸν ἀκούεσθαι τρόπον; λεγέσθω δὲ τὰ νῦν ὡς ὑπὸ ψυχ·ῆς εἰς ἀσέβειαν ὑπνωσάσης, ἐν τῷ ἀφηνιακέναι μὲν ἀπὸ τοῦ σωτηρίου ζυγοῦ τοῦ ὑγιοῦς λόγου, ὅν ὁ σωτὴρ ὀνομάζει χρηστόν, ὑποδῦναι δὲ τὸν τῶν ἀσεβημάτων, δι' ὦν· ἠτόνησεν ἀφεθεῖσα τῆς θείας ἐπισκοπῆς καὶ παραδοθεῖσα τῇ βασιλευούσῃ τῶν κακῶν ἁμαρτίᾳ, ἡς τοῖς θελήμασι διὰ τὸ ἀπεριόριστον καὶ ἄπειρον τῆς κακίας οὐ δύναται πάντῃ ὑπουργῆσαι καὶ κόρον αὐτῇ παρασχεῖν. ταπεινοῖ δὲ ὄντως ἡ ἁμαρτία καὶ ἅγχει καὶ κάτω βλέπειν ποιεῖ· ζυγὸς δὲ καὶ τὸ συνειδὸς ἄγχον ἀεὶ καὶ τιτρῶσκον καὶ ἀνανεύειν μὴ συγχωροῦν καὶ πάσης ἀφαιρού- μενον παρρησίας. πάρεσιν δέ, φησί, καὶ τῆς ἰσχύος ᾖ μὴ καλῶς ἐχρησάμην ἐποίησε, καὶ λύομαι τὰ συνέχοντά με θεωροῦσα κακά.

Οὐκ ἐκ μέσου μου ἐξῆρεν αὐτούς εἰ γὰρ καὶ ἀπεστερήμην αὐτῶν, ἀλλ' ἐξῆν εἰς ἕτερα καταχρήσασθαι), ἀλλ’ ἐν μέσῳ μου παθεῖν αὐτοὺς κατεδίκασε δι' ἄπερ ἠσέβησα, καὶ πεπόνθασιν οἱ ἐκλεκ- τοί μου τὰ χαλεπώτατα , αὐτοῦ τοῦ κυρίου τὸν οἶνον τοῦ θυμοῦ αὐτοῦ ἐν ληνῷ πατήσαντος εἰς πλησμονὴν ἐμοὶ καὶ τῇ παρθένῳ τοῦ βασιλικωτάτου Ἰούδα. λέγοι δ' ἂν ἰσχυροὺς μὲν τοὺς δυνα- τοὺς ἐν πολέμῳ καὶ τῆς πατρίδος ὑπερασπίζοντας, ἐκλεκτοὺς δὲ τοὺς εὐγενεῖς ἢ σοφούς. σαφηνίζει δὲ τὸ ληνὸν ἐπάτησεν τὸ περὶ τῆς τῶν ἁμαρτωλῶν τιμωρίας ἐν Ψαλμοῖς εἰρημένον· »ποτήριον ἐν χειρὶ κυρίου, ἀκράτου ἀκράτου πλῆρες κεράσματος«, κλινόμενον ἐκ τοῦδέ τινος τοῦ κολαζομένου ἐπὶ τόνδε τὸν κολαζόμενον, ἕως πίωσι »πάντες οἱ ἁμαρτωμοὶ τῆς γῆς«, τῆς τρυγὸς ὑπολειπομένης τοῖς ἀμαρτω- [*](6 ff. Vgl. Sel. in Gen. 1, 26 (Lo 8, 50): συνάγουσι μυρία ῥητά, μέλι ὀνομάζοντα θεοῦ κτλ. — 11 Vgl. Matth. 11, 30. — 21. 22 Vgl. Hexapla: Σ' τοὺς μεγιστᾶνάς μου κύριος τοὺς ἐν μέσῳ μου. — 27 Vgl. Olymp. (Gh III, 50): πρὸς μὲν τὸ ῥητόν, τοὺς ἄρχοντας καὶ τοὺς νομοδιδασκάλους. — 29 ff. Psal. 74, 9. Vgl. in Jerem. Hom. 12, 2.) [*](4: περὶ Gh | 6 σωματικά ο | 11 τὸν] τὸABBREVν c | 23 πεπόνθεισαν c ε und ει in Ras.) | 28 όὲ] δὴ ο | 32 τῆς γῆς ἁμαρτωλοὶ ο.)

251
λοτέροις ἔτι τούτων ὑπάρχουσιν, εἰς οὕς τελευταίους »ὁ τρυγίας« ἐκκενωθήσεται.

Οὐ χαλεπὸν δὲ ἰδεῖν, πῶς ληνὸν ἐπάτησε κύριος παρθένω θυγατρὶ Ἰούδα· ἐπεὶ γὰρ ἅ σπείρει ἕκαστος, ταῦτα καὶ θερίσει< τάχα δὴ καὶ ἃ γεωργεῖ, ταῦτα καὶ τρυγᾷ. ὁ μὲν οὖν κρείττονα οἶνον ποιήσας εὐφρανθήσεται ἀπὸ τῶν ἱδίων γεννημάτων, ὁ δὲ γεωργήσας ἅμπελον Σοδόμων καὶ κληματίδα Γομόρρας καὶ καρποφορήσας στα- φυλὴν χολῆς καὶ βότρυν πικρίας καὶ θυμὸν ἀσπίδων ἀνίατον, πάντων ὑπὸ κυρίου συναγομένων< εἰς μίαν ληνόν, πατουμένων κακῶν ἔργων αὐτοῦ καὶ θλιβομένων, τοῖς τοιούτοις ἀκολούθως καρποῖς πίεται ὑπὲρ τοῦ τὴν χολὴν ἐμέσαι καὶ τὴν πικρίαν καὶ τὸν θυμόν. καὶ πίεται, κατὰ μὲν τὸν Ἱερεμίαν εἰς τὸ ἐξεμέσαι, κατὰ δὲ τὸν Ἡσαΐαν εἰς τὸ ἐξεγερθῆναι καὶ ἐνδύσασθαι δόξαν τὴν συγγενῆ· οὐ γὰρ μάτην ληνὸν πατεῖ κύριος, καὶ μάλιστα παρθένῳ θυγατρὶ Ἰούδα.

Η τοίνυν ψυχὴ πολλὰ παρὰ τοῦ κτίσαντος αὐτὴν λαβοῦσα δυαατά τε καὶ ἐκλεκτὰ χαρίσματα, τούτων διὰ κακίαν ἐστερημένη καὶ τίνουσα δίκας, ὃ πέπονθεν ὁμολογεῖ. ὁ δὲ κληθεὶς εἰς τὸ συντριβῆναι καιρός ἐστιν ὁ τῆς ἀνταποδόσεως, ὅτε κατὰ τὸν Ἰεζεκιὴλ οὐ μνησθήσεται πάντων τῶν δικαιωμάτων ὡν πεποίηκεν ὁ δίκαιος ἐν ἡμέρᾳ ἁμαρτίας x003C;. πενθοῦσα δὲ τά συμβεβηκότα ὠφελεὶται, τῶν πενθούντων καὶ κλαιόντων ἐπαγγελίαν ἐχόντων τὴν παράκλησιν καὶ τὸν γέλωτα.

Αἵτιον εἶναι τῶν ὀδυρμῶν ἔφη τὸ μὴ εἶναι τὸν ἐπιστρέφοντα τὴν ψυχὴν αὐτῆς, ἤγουν τὸν ἀνακτώμενον κατὰ Σύμμαχον. ἠφανίσθαι δὲ λέγει καὶ τοὺς υἱοὺς δυναμωθέντος τοῦ ἐχθροῦ δι' ὡν ἐξημάρτανον· εὐσεβούντων γὰρ ἡμῶν οὐκ ἰσχύει, ἀσθενεῖ γὰρ προκοπτόντων καὶ νεκροῦται τελειουμένων μένων καὶ ὑπὸ τοὺς πόδας [*](5 Vgl. Gal. 6, 7. — 8 Deut. 32, 32-34. — 13 Vgl. Jerem. 32, 13. — 14 Vgl. Jes. 51, 17 52, 1. — 22 Vgl. Ezech. 18, 24? — 24f. Vgl. Matth. 5, 5 Luk. 6, 21. — 31 f. Vgl. Rom. 16, 20.) [*](6 δὴ] δὲ CO Ι γεννημάτων Ru γενημάτων co | 11 τοῖς] καὶ τοῖς c | 18 Ἡ] vorher Ὠριγένους Gh; in c fehlt der Name am Anfang der Seite, in ο steht das Fragment ohne Namen zwischen zwei Origenesfragmenten.)

252
συντρίβεται Λεπτυνόμενος ὡς χνοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ὡς πηλὸς πλατειῶν λεπτυνόμνος<. ἀναλόγως γὰρ ὧν ἁμαρτάνομεν τρέφεται καὶ δύναμιν ἵσχει, τοῦ δὲ πλημμελεῖν πεπαυμένων οἱονεὶ λιμῷ διαφθείρεται. ἐκ δὲ τῶν ἐναντίων τὰς θείας δυνάμεις εὖ μὲν πράττοντες ἡμῖν αὐτοῖς ἐνισχύομεν καὶ διώκομεν ἁμαρτάνοντες. διόπερ ὁ Σύμμαχος ἀντὶ τοῦ ἠφανισμένοι ἐξέδωκεν ἕρημοι. λέγοι δ' ἂν ταῦτα ψυχὴ θεωρητικὴ τυγχάνουσα τοῦ τοῦ τῆς ἀληθείας καὶ διὰ ῥᾳθυμίαν τὸν εὐφραίνοντα τοῦτον ἀπολέσασα λόγον καὶ πάντας τοὺς καρπούς, υἱοὺς αὐτῆς χρηματίζοντας, διὰ τὸ κατ αὐτῆς ἐχθρὰν τὴν κακίαν δεδυναμῶσθαι.

Σιών φησι τὸ ὄρος, τὸν δὲ λαὸν Ἰακώβ, τὴν δὲ μητρόπολιν Ἱερουσαλήμ. ἐνετείλατο δὲ ὁ θεὸς τῷ Ἰακὼβ ἐντολὰς δι' ἄς παραβαινομένας ὑπ' ἐχθρῶν ἐκυκλώθη, κατὰ δὲ Σύμμαχον καὶ καθ’ ἑτέραν ἔκδοσιν τῶν Ἑβδομήκοντα ἐνετείλατο κύριος κύκλῳ αὐτοῦ γενέσθαι τοὺς θλίβοντας αὐτόν, αὐτόν, ταῖς εἰς τὸ κακοῦν τεταγμέναις δυνάμεσιν.

Τὸ τῆς Ἱερουσαλὴμ δι' ἁμαρτίας ἀκάθαρτον ὡς δι' ἀφέδρου δεδήλωκεν. ἀνὰ μέσον δὲ λέγει ἢ τῆς Σιὼν καὶ τοῦ Ἰακώβ, ἢ ὅλου μὲν τοῦ ὄρους μέση ἐν μέρει γὰρ αὐτοῦ ῴκοδόμηται), ὅλου δὲ τοῦ λαοῦ, νῦν τοῦτο σημαίνοντος Ἰακώβ, τὰ δυοκαίδεκα σκῆπτρα. διχῶς δὲ κατὰ λέξιν ἔστι λαβεῖν τὴν Σιὼν καὶ τὴν Ἱερουσαλήμ, ἢ τοὺς τόπους ἢ τοὺς οἰκήτορας. ἀλλ' εἰ μὲν τόπος ἡ Σιών, χεῖρας αὐτῆς τὰ ἔργα, οἶον γεωργία καὶ εἴ τι χειροποίητον, φησὶ διαπεπετασμένας καὶ οὐ συνεστραμμένας ούδὲ τὸ πρέπον ἔργον χερσὶ ποιουμένας, ὡς ἐν ἀργῷ καὶ ἐρήμῳ τῇ χώρᾳ. εἰ δὲ τοὺς ἐνοικοῦντας λέγει, χεῖρες ἂν εἶεν γεωργοὶ καὶ ἐργάται, μὴ συστέλλοντες εἰς ἔργα τὰς χεῖρας διὰ τὰ περιστάντα. εἰ δὲ τῆς Σιὼν χεῖρες τροπολογοῦνται, πόσῳ μᾶλλον τά κατὰ τὴν γραφὴν μέλη τοῦ θεοῦ. καὶ αὐτὸ δὲ τὸ ὅρος, ὡς εἰπεὶν, μετὰ τοῦ ἔθνους στενάζει οὐκ ἔχον εἰς παραμυθίαν οὐ θεόν, οὐχ ἅγιον ἄνδρα.

[*](1 Vgl. Psal. 17, 43. — 29 ff. Vgl. zu S. 250, 6 ff.)[*](4 εὖ] τὰ ἀγαθὰ Gh Ι 5 ἐνισχύωμεν καὶ διώκ(ομεν c Ι 6 ἠφανισμένη c Ι ἐρήμη C | 10 τὴν] x003C; C | 15 ἔκδοABBREVσιν c*, χὴν a. R. c1 | 16 κακὸν c | 21 τοὺς ὅρους μέση Ι 24 εἰ] ἡ ο | ἡ] ἦν C* ἦν ἡ c1 | 25 οἷον γεωργία] x003C; c | 27 χερσὶν] c1 a. R. x003C; c* χερσεῖ ο | ἀργῷ Blass ἀγρῷ co Ι 30 τὰ Gh τὸ co Ι 32 ὐκ Vat. gr. 1153/54 ουκ CO.)
253

Στόμα κυρίου τοὺς προφήτας ἐκληπτέον, ὡν ὑπάρχων Ἡσαΐας ἔλεγε· »τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα«. Ἱερουσαλὴμ δὲ ὠνείδισται ὑπὸ τοῦ σωτῆρος ὡς »ἀποκτείνασα τοὺς προφήτας«, καθὸ καὶ παρεπίκρανε τὸ στόμα κυρίου πόνοις αὐτοὺς πικροτάτοις ἐκδοῦσα. ὁ δὲ τὸ αἶμα τῶν προφητῶν ἐκζητῶν< θεὸς ταῖς ἐκ πολέμων καὶ πάλιν αἰχμαλωσίαις παραδίδωσιν αὐτῆς νεανίσκους τε καὶ παρθένους. ἀνθ’ ὧν οὗν πέπονθεν, ἐξομολογεῖται τοῖς ἅλλοις ἑαυτὴν παράδειγμα τούτοις παρέχουσα, πρὸς τὸ μὴ παθεῖν παραπλήσια τὴν τοῦ θεοῦ μαθόντας δικαιοσύνην.

Μετὰ τὸ αἰσθητόν, παρθένους νόει τοὺς ἐν ἀφθαρσίᾳ βιοῦντας, νεανίσκους δὲ τοὺς ἐν ἀρετῇ εὐδοκίμους. πολλάκις γὰρ καὶ οἱ ἅγιοι τοῖς ὑπευθύνοις συμπάσχουσιν.

Τοὺς ἐραστὰς οἲτινές εἰσι, δεδήλωκεν Ἰεζεκιὴλ λέγων πρὸς Ἱερουσαλήμ, ἣν Ὀλίβαν καλεῖ· »τάδε λέγει κύριος κύριος· ἰδοὺ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σὲ κυκλόθεν, υἱοὺς Βαβυλῶνος καὶ πάντας τοὺς Χαλδαίους«· οὑτοι γὰρ πρότερον ὄντες φίλοι κατὰ θείαν πρόνοιαν εἰς ἔχθραν μετέβαλον. ὃ δὴ πολλάκις ἐπὶ ἔρωτος γίνεται τρεπομένου πρὸς μῖσος· λέγει γὰρ περὶ μὲν Σαμαρείας· »καὶ ἐξεπόρνευσεν ἡ Ὅλλα ἀπ' ἐμοῦ καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὐτῆς τοὺς Ἀσσυρίους‘ «, καὶ μετ' ὀλίγα· »διὰ τοῦτο παρέδωκεν αὐτὴν εἰς χεῖρας τῶν ἐραστῶν αὐτῆς, εἰς χεῖρας υἱῶν Ἀσσυρίων( λέγει δὲ καὶ περὶ τῆς Ἰερουσαλήμ· »καὶ εἶδεν ἡ ἀδελφὴ αὐτῆς Ὀλίβα, καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτῆς ὑπὲρ τὴν πορνείαν τῆς ἀδελφῆς αὐτῆς, καὶ ἐπὶ τοὺς υἱοὺς τῶν Ἀσσυρίων ἐπέθετο«.

[*](3 Jes. 1, 20. — 4 Vgl. Matth. 23, 37 Luk. 13, 34. — 6 Vgl. Luk. 11, 50. — 17 Ezech. 23, 22. 23. — 21 Ezech. 23, 5. — 23 Ezech. 23, 9. — 25 Ezech. 23, 11. 12.)[*](3 ἔλεγε] + γὰρ ο | 5 αὐτοῖς c | 12 Μετὰ] vorher τοῦ αὐτοῦ c | 17 ὁλιβὰν ο | κύριος 2] x003C; c | 18 κυκλόθεν C 1 κύκλωθεν c*o | 20 μετέβαλλον ο | 21 σαμαρίας ο | 22 όολα ο ὀολὰ c ( ο 2 in Ras.) | 23 παρέδωκαν ο | 25 ὁλιβα ο.)
254