Fragmenta In Lamentationes (In Catenis de Prophetis)
Origen
Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Ἐν μὲν οὖν τῇ προφητείᾳ ἀλγεῖ τὴν ψυχὴν ὡς πεισόμενος δει- νότατα· ἐν δὲ τῷ παρόντι Θρήνῳ, ὡς ἤδη τούτων συμβεβηκότων, ἄχθεταί τε καὶ δι' ἁμαρτίας ὁμολογεῖ τὴν χρηστότητα τοῦ θεοῦ πικροτάτην ἑαυτὴν καταστῆσαι, ὡς καὶ ἀτεκνωθῆναι τὴν πολύ- τεκνον, καὶ τὸ δεινότατον, πολεμίᾳ χειρί. προσωποποιίας δὲ οὔσης, οὐ δεῖ ζητεῖν πόλεως κοιλίαν τεκοῦσαν καὶ καρδίαν λελυμένην.
Μερίζει τὸν λόγον Ἱερουσαλὴμ πρὸς τοὺς ἐχθρούς, οὒς ἀκοῦσαι βούλεται, καὶ πρὸς τὸν θεόν. ἀλλὰ τί παρακαλεῖ πρὸς ἀκοὴν τοὺς ἐχθρούς; τί δέ φησι τῷ θεῷ περὶ αὐτῶν ὡς ἐχάρησαν; μήποτε τοίνυν ἐπεὶ τῷ αὐτῆς καὶ Ἰσραὴλ παραπτώματι γέγονεν ἡ σωτηρία τοῖς ἔθνεσιν εἰς τὸ παραζηλῶσαι αὐτούς<, καὶ ὂταν τὸ πλή- τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἱσραὴλ σωθήσεται<) πρὸς ἀπὸ τῶν ἐθνῶν τὰ πρῶτα λέγει προφητικῶς, πρὸς τὸν θεὸν δὲ τὰ δεύτερα. ἐγκατελείφθην παθεῖν ἵνα χώραν λάβητε, καὶ γέγονα δι ὑμᾶς ἐχθρὰ τοῦ θεοῦ, καίπερ κατὰ τὴν ἐκλογὴν ἀγαπητὴ διὰ τοὺς πατέρας ὑπάρχουσα. διὸ τὸν ἐμὸν ἀκούσαντες στεναγμόν, , καὶ τὴν αἰτίαν τούτου νοήσατε· τέλεον γὰρ ἐφ΄ ὑμετέρᾳ σωτηρίᾳ ἐγκαταλέλειμμαι, μὴ ἕχουσα τὸν ἀεί με παραμυθούμενον μετὰ πεῖραν κακῶν. νῦν γὰρ ἐξέλιπεν ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν · ἦλθε γὰρ ᾠ ἠν τὰ ἀποκείμενα x003C;, ἡ προσδοκία τῶν x003C;, οὑπερ ἐκδικουμένου τοῦ αἴματος, οὐδεὶς ὁ παρακαλῶν ἔτι τὴν Ἱερουσαλήμ.
Τουτέστι· μὴ ἐπὶ πλέον ἀφεθῇ χρῆσθαι αὐτῶν ἡ κακία, γέ- νοιτο δέ σου ἐν ἐπισκοπῇ, ὡς εἴ τις εὔξαιτο τραύματα εἰς ὄφιν ἐλθεῖν ἰατροῦ πρὸς τὸ τυχεῖν τελείας ἰάσεως· τοῦτο γὰρ τὸ πᾶσα· μακάριον γὰρ μάλιστα μὲν τὸ μὴ ἁμαρτεῖν, δεύτρον δὲ τὸ πᾶσαν ἡμῶν ἐπισκοπεῖσθαι παρὰ θεοῦ τὴν κακίαν.
[*](2 Vgl. Jerem. 15, 10 und in Jer. Hom. 15, 4 (S. 128, 20). — 12 Vgl. Rom. 11, 11. — 13 Vgl. Rom. 11, 25. — 21 f. Vgl. Gen. 49, 10. — 29 ff. Vgl. Philo de poen. II, 405 Μ : τὸ μετανοεῖν οὐκ ἐν τῇ πρώτῃ καὶ ἀνωτάτω τεταγμένον τάξει τῶν ἀγαθῶν, ἀλλ’ ἐν τῇ μετὰ ταύτην φερόμενον δευτερεῖα. τὸ μὲν γὰρ μηδὲν συνόλως ἁμαρτεῖν ἴδιον θεοῦ, τάχα δὲ καὶ θείου ἀνδρός, τὸ δ’ ἀμαρτόντα μεταβαλεῖν πρὸς ἀνυπαίτιον ζωήν, φρονίμου κτλ.)[*](2 πεισομένην c ει in Ras.) | 5 ἑαυτῆ ο | 10 ἀκοὴν] ἀκούειν ο 12 ἐπεὶ] ἐπὶ clo 18 ὑπάρχουσα Ic* τυγχάνουσα C 1 τυγχάνουσα τυγχάνουσα ο | 21 ἐξἐλιπεν 1 ἐξέλειπεν co | 23 ἔτι] ἐπι c | 26 γένοιντο ο | 29 μακάριον μὲν γὰρ μάλιστα c.)Ἐπιφυλλίσαι δὲ τὸ μετὰ τρυγητὸν τὰ βραχέα τῶν καταλειφθέντων ἐπιτρυγᾶν, ὃπερ ποιοῦσιν οἱ πένητες. ὥσπερ οὖν ὃτε μὲν ἐπεσκόπεις ἐπιμελῶς, ἐκάθαιρες τὰ κλήματά μου, πάντα τὰ χείρονα μέχρι τῶν σμικροτάτων περιαιρῶν >τῆς σταφυλῆς τῆς καὶ τοῦ βότρυος τῆς πικρίας<, οὕτω τοὺς ἐμοὺς ἐχθροὺς τοῦτο γάρ μοι λυσιτελές, εἴγε μετ' αὐτοὺς τελείως σωθέντας κἀγὼ κατὰ τὴν σήν, ὦ κύριε, κρίσιν τεύξομαι σωτηρίας· οὒς ὁρὼσα λελύπημαί τε σφόδρα καὶ κατέγνων ἐμαυτῆς, τῆς ἐπισκοπῆς τῆς παρὰ σοῦ δεομένη.
Ομοιον παρὰ Δαβὶδ τὸ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσει«. λέγει δὲ νῦν τοὺς ἄρχοντας, ἐν οἶς ἡ τοῦ ἔθνους ἰσχὺς καθάπερ ἐν τοῖς κερασφόροις τῶν ζώων, καὶ διότι τοῦ σώματος ἐξέχει καθὰ τῶν ὑπηκόων οἱ ἄρχοντες. καὶ Δανιὴλ δὲ τὰς βασιλείας ἀπείκασε κέρασιν. δηλοῖ δὲ καὶ τὴν ὑπεροψίαν τοῦ ἡγεμονικοῦ τὸ κέρας, ὡς ἐν τῷ »μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν«. ἀποστρέψας οὐν αὐτοῦ τὴν σῴζουσαν χεῖρα τοῖς πολεμίοις εὐαλώτους ἐποίησεν, οὒς δὴ καὶ φλόγα πάντα δαπανῶσαν ἐκάλεσεν. εἴποις δ' ἂν καὶ πᾶν ἐξέχον νόημα κέρας, καὶ πῦρ τὰ »πάθη τῆς ἀτιμίας«, οἶς ὁ πλημμελῶν παραδίδοται, πᾶσαν τὴν κυκλοῦσαν ἀπολέσας βοήθειαν κατὰ τὸ » παρεμβαλεῖ ἄγγελος κυρίου κὐκλῳ τῶν φοβουμένων αὐτόν‘.
Καὶ γὰρ ἐν τῷ ναῷ τὰς σφαγὰς ἐτόλμησαν οἱ πολέμιοι, συγχωροῦντος τοῦ θεοῦ. καλῶς δὲ τὸ ὡς ἐχθρός· οὐ γὰρ ἐχθραίνων κολάζει ὁ θεός, ἀλλ' ὠφελῆσαι βουλόμενος ἢ τοὺς πάσχοντας ἢ τοὺς ὁρῶντας. σκηνὴν δὲ καλεῖ τὸν ναὸν κατὰ τὸ ἐξ ἀρχῆς ἀρκῆς ἁγίασμα, καὶ τόξον τὴν τιμωρητικὴν δύναμιν ὡς ἐν Ἀμβακούμ· »ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ τὰ σκῆπτρα, λέγει κύριος«, τὰς ἀντικειμένας [*](1 Vgl. Joh. 15, 2.-5 Vgl. Deut. 32, 32. — 5 f. Vgl. Olymp. (Gh III, 65). — 12 Psal. 74, 11. — 15 f. Vgl. Dan. 8, 3 (LXX Θ'). — 17 Psal. 74, 6. — 17 f. Vgl. Olymp. (Gh III, 74): ἢ ὁ θεὸς τὴν αὐτοῦ δύναμιν ἐπέσχεν καὶ οὐκ ἐπήμυνεν αὐτοῖς πολεμουμένοις ὑπὸ τῶν ἐχθρῶν. — 20 Vgl. Rom. 1, 26. — 22 Psal. 33, 8. — 28 Vgl. Olymp. (Gh III, 76): καθ' ἱστορίαν μέν, ἐν τῷ ναῷ. — 29 Hab. 3, 9.) [*](3 ὅπερ] ό δὴ ο | 8 τεύξωμαι ο | 13 1. συνθλάσω? | 14 διότι c* δὴ ὅτι c 1 δεῖ ὅτι ο | 17 ἐπαίρετε Vat. gr. 1153/54 ἐπαίρεται co | 19 πάντας· δαπανὼντας ο | 29 ἀμβακοῦν ο.)
Βάρεις τὰς οἰκίας φησίν, ἅπερ βασιλείας ἐξέδωκε Σύμμαχος. ἐπαναλαμβάνει δὲ τοὺς θρήνους, ὡς ἄν τις ἐπὶ πένθει περιαλγὼν. πάλιν δὲ δείκνυσιν, ὡς ταπεινὸν λογισμὸν καὶ ταπεινὴν ἀνείληφεν ἕννοιαν, καθαιρεθέντων τῶν ὡς οἰκημάτων τε καὶ φρουρίων, καθάπερ πληρούντων τὸ ἡγεμονικόν. ἀρεταὶ μὲν γὰρ τὰ οἰκήματα, ὑπ' αὐτῶν γὰρ σκεπόμεθα, ὀχυρώματα δὲ οἱ ἀναντίρρητοι λογισμοἰ. οὐ γὰρ ἐπὶ χειρόνων νῦν ἡ καθαίρεσις ὑψωμάτων, ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ θεοῦ<, οὐδὲ ταπεινότητος καθ’ έ)ν >μανθάνει τὰ δικαιώματα τοῦ · ταῦτα γὰρ χαρᾶς, ἀλλ’ οὐ πέφυκεν ἄξια.
Σκηνὴν μὲν τὸν ναόν, ἅμπελον δὲ καὶ ἀμπελῶνα λέγει τὸν Ἱσραὴλ κατὰ τὸ »ἄμπελον ἐξ Αἰγύπτου μετῆρας« παρὰ Δαβίδ, καὶ »ἀμπελὼν ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ« παρὰ Ἡσαΐᾳ. καὶ Δαβὶδ μὲν ἐπάγει · »ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς;« καὶ τὰ ἑξὴς, ὁ δὲ Ἠσαΐας· »ἀφεῖλες τὸν φραγμὸν αὐτοῦ« καὶ τὰ ἐπὶ τούτῳ. ταῦτα καὶ ὁ παρὼν ἐδήλωσε Θρῆνος. συστείλας γὰρ ἑαυτοῦ τὴν φρουρὰν ὁ θεὸς τοῖς πολεμίοις παρέδωκεν, οὐκέτιο κύκλῳ αὐτοῦ παρεμβάλλον- τος x003E; διὰ τὸ μὴ φοβεῖσθαι τὸν x003C;. κατήργησε δὲ καὶ τοὺς κατὰ νόμον εἰς λατρείαν καιρούς, ὡς ἔν Ἡσαΐᾳ φησί· »νηστείαν καὶ ἀργείαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου«. ὅπερ λήθην ἐκάλεσεν, ἀλλ’ οὐχ ὡς πάθος ἀνθρώπινον. παρώξυνε δὲ βασιλέα καὶ ἱερέα, ἀγανακτοῦντας εἰ μερὶς ὄντες θεοῦ τοιαῦτα παρ’ ἀσε- βούντων ὑφίστανται.
[*](6 ff. Vgl. Olymp. (Gh III, 78): πρὸς μὲν ῥητόν, . . . τὰς ἰκίας φησί. πρὸς δὲ διάνοιαν, τοὺς περιφράττοντας τὴν ψυχὴν ἀγαθοὺς λογισμούς. — 12 Vgl. II Kor. 10, 5. — 14 Vgl. Psal. 118, 71. — 18 Psal. 79, 9. — 19 Jes. 5, 1. — 20 Psal. 79, 13. — 21 Jes. 5, 5. — 23 f. Vgl. Psal. 33, 8. — 25 Jes. 1, 14. — 28 καὶ ἄρχοντα hat Origenes also nicht gelesen, wie auch LXX Luc. nicht.)[*](1 θεοῦ καὶ] x003C; ο | 6 Βάρεις] anonym am Anfang d. Seite ο | 17 ἀμπελῶν δὲ ο | 19 ἐγεννήθη ο | 20 ἱνατί ο | αὐτοῦ ο | 24 θεόν] κύριον ο | 26 ἀργείαν c*o ἀργίαν c 1 | 28 εἰ] οἲ c Ι ὄντες] ἐν ταῖς ο.)Τὰ λειτουργικὰ παρέδωκε σκεύη, μηκέτι ταῖς παρ' ἀσεβῶν θυσίαις εὐαρεστούμενος κατὰ τὸ »ὁλοκαυτώματα κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἶμα ταύρων καὶ τράγων οὐ βούλομαι«. παρέδωκε δὲ καὶ τὸ συνέχον τεῖχος τὰς οἰκίας τῆς πόλεως, ἤγουν τὰ βασίλεια καθάπερ ἐξέδωκε Σύμμαχος. οἱ δὲ δυσμενεῖς παραλαβόντες καὶ τὸν νεὼν ὡς ἐπὶ τελείᾳ νίκῃ λοιπὸν ἑώρταζον ἀλαλάζοντες. ψυχῆς δὲ θυσιαστήριον τὸ ἐν ἡμῖν λογικόν, δι' οὖπερ ἱερουργεῖται τὰ πάθη νεκρούμενα.
Πᾶσαν γὰρ αὐτῆς ἀφεῖλεν ἀσφάλειαν, τῆς τιμωρίας ἐκτείνας τὸ μέτρον· ὃ δὴ καὶ Ζαχαρίας τεθέαται.