Fragmenta In Lamentationes (In Catenis de Prophetis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Ὁ τῆς λέξεως νοῦς τοιοῦτός ἐστιν. ἐπεὶ ἁμαρτίαν ἥμαρτεν Ἰερουσαλήμ, ἐνσάλῳ γεγένηται καὶ ταραχῇ ἐπὶ τοσοῦτον, ὡς πάντας τοὺς πρότερον δοξάζοντας αὐτὴν μεταβαλόντας ἠτιμακέναι τὴν τοιαύτην πόλιν , θεασαμένους αὐτῆς τὴν ἀσχημοσύνην. αὐτὴ δὲ ἐφ’ οἷς πέπονθε διὰ τὰ ἁμαρτήματα, σάλω καὶ ἀτιμίᾳ τῇ ἀπὸ τῶν ποτε δοξαζόντων περιπεσοῦσα, στενάζουσα οὐκέτι εἰς τὸ ἐμπροσθὲν ἐλήλυθε τῶν ἁμαρτημάτων, ἀλλὰ μειώσασα αὐτὰ ὀπίσω ἀνακεχώρηκεν.

Καὶ μετ’ ὀλίγα·

Ἐὰν δὲ Ἱερουσαλὴμ ἡ τοιάδε ψυχὴ λέrηται, ἐντρεχής τις καὶ διορατικὴ καὶ τῆς τοῦ θεοῦ εἰρήνης τῆς ὑπερεχούσης πάντα ωνοῦν< κατανοητική, ἐπεὶ δυνατὸν παρὰ πολλὰς αἰτίας ταύτην ἁμαρτεῖν, δηλοῦται τὸ εἰς σάλον αὐτὴν μεταπεπτωκέναι ἐποστᾶσαν τῶν καλῶν καὶ ἐν τοῖς χείροσι γεγενημένην. πᾶς δὲ ὁ τῆς ἀρετῆς ἐκπεσὼν καὶ τῇ κακίᾳ συμβιοὺς ἐν σάλῳ τυγχάνειν ὑγιῶς λέγεται.

[*](27 Vgl. Onom. sacra I, 169, 66: Ιερουσαλημ ὅρασις εἰρήνης κτλ., u. ö. — Vgl. Phil. 4, 7.)[*](2 τῶν Ru ὧν co | τε] < ο | 5 τοιάδη [so öfter] o | ψυχὴ ᾖ Blass ψυχὴ ἦν c ψυχὴν ο | 6 οὗ] οὐ ο | τῷ τὸABBREV c | 7 αὑτή ο | 8 ἀπώσθη] < ο | 15 ἴσχοντα] ἔχοντι c | 17 ἥμαρτεν] + ἡ ο | 19 μεταβαABBREVλόντας c μεταβάλλοντας ο | 21 αὕτη ο | 22 ποτε] < c | 26 τοιάδε] τοιαύτη ο | 29 σάλον] ἄλλον ο | 30 ἐν] < c.)
245

Δηλοῖ τὴν ἀνακοπὴν τῶν ἁμαρτημάτων τῆς Ἱερουσαλήμ, οὐκέτι τοῖς ἕμπροσθεν ἐπεκτεινομένης< τῶν πταισμάτων οὐδὲ ἐν τῇ τῶν ἁμαρτημάτων γινομένης, ἀλλ’ ἀποστρεφομένης εἰς τὰ ὀπίσω ἐπὶ τῶ ἰδίω καλῶ.

Κατὰ μὲν τὴν σωματικὴν διήγησιν τὸ λεγόμενον περὶ τῆς Ἱερουσαλὴλ νῦν τοιοῦτόν ἐστιν. ἐμπόδιόν ἐστιν ἡ ἀκαθαρσία τῆς Ἰερουσαλήμ· τίνος δὲ ἐμπόδιον, ἡμῖν καταλέλοιπε νοεῖν ὁ προφήτης. τάχα οὐκ δηλοῖ ὂτι κωλυτική ἐστι τῆς πορείας αὐτῆς ὴ ἀκαθαρσία. ἀλλὰ καὶ τοιάδε τις οὖσα δηλοῖ ὄτι Ἱερυσαλήμ τῶν τῶν ἐσχάτων αὐτῆς οὐκ ἐμνημόνευσεν. ταῦτα δὲ ὁ ἔχων πρὸ ὀφθαλμῶν καὶ ὁρῶν τί διὰ τὰ ἁμαρτήματα ἀπαντήσεται, οὐχ ἁμαρτήσεται. διὰ ταύτην τοίνυν τὴν ἀκαθαρσίαν ἐμπόδιον αὐτῇ· καὶ διὰ τὸ μὴ μνημονεύειν αὐτὴν τῶν ἐσχάτων αὐτῆς, τὰ θαυμαστὰ αὐτῆς καὶ τὰ μεγάλα, ἅτινα εἶχεν ὅτε ἀξία τοῦ ἐπισκοπεῖσθαι ἐτύγχανε, κατεβίβασε καὶ εἰς ταπεινότητα ἤνεγκε, πρότερον ὑπέρογκα ὄντα καὶ μείζονα παντὸς ἐπαίνου. ἀλλὰ καὶ μετὰ ταῦτα πάντα οὐκ ἦν ὁ παραμυθούμενος τὴν τὰ μέγιστα τὴν τὰ μέγιστα αὐτῆς κατανόησον τὴν ἐμοῦ τοῦ λέγοντος ταπείνωσιν, κύριε, ἐπειδήπερ ὁ ἐχθρὸς ἐπὶ τοῖς γενομένοις τῇ πατρίδι μου μεγαλύνεται.

Καὶ μετ΄ ὀλίγα·

Ζητητέον μέντοι κατὰ τοὺς τῆς ἀναγωγῆς νόμους εἰ δυνατὸν ἔν τινι τυγχάνειν ἀκαθαρσίαν οὐκ αἰτίῳ ταύτης ὅντι. ἴδωμεν δὲ καὶ τὰ πρῶτα νοήματα τοῦ Θρήνου. ἡ τοιάδε ψυχὴ ἐκπεσοῦσα πάντως καὶ ἐν ἀΚαθαρσίᾳ ἐστίν, ἥτις ἀκαθαρσία κωλύει τὴν ἁγίαν ὀδὸν ὁδεύειν. καὶ ὥσπερ τὰ ὑποδήματα κελεύεται ὑπὸ θεοῦ ὑπολύσασθαι ἁγίῳ τόπῳ ἐπιβαίνων ὁ ἱερὸς Μωσῆς καὶ ὁ διάδοχος αὐτοῦ Ἰησοῦς, οὐ καθήκοντος περικεῖσθαι νεκρὰν δορὰν έν ἱερῷ τόπῳ τοὺς πόδας, οὕτως εἰ μέλλοι τις ὁδεύειν ἀνεμποδίστως, τάχα οὐ μόνον ὑπολύσα- σθαι, ἀλλὰ καὶ ἀποπλύνασθαι ὀφείλει τὴν ἀκαθαρσίαν τὴν γενομένην ἀπὸ τοῦ χοῦ περὶ τοὺς πόδας. καὶ οἰόμεεθά γε τούτου σύμβολον [*](3 Vgl. Phil. 3, 14. — 27 f. Vgl. Exod. 3, 5. — 28 Vgl. Jos. 6, 15.) [*](7 Κατὰ] vorher τοῦ αὐτοῦ co Ι 8 ἐμπόδιόν ἐστιν] < c Ι ἡ] ἦν ο | 9 λοιπεν ὁ ἦν ὁ ο | 11 ὅτι] + ἡ ο | 14 καὶ] < c Ι μὴ] < c | 15 θαυμάσια καὶ] < C | 19 αὐτῆς Gh αὐτὴν co | 21 μεμεγάλυνται c | 24 ἔδωμεν Vat. gr. εἴδομεν C εἴδωμεν ο | 25 νοήματα] νοητὰ c | καὶ cocorr. δὲ Ο* | 28 μωυσης co 32 χοῦ Blass χνοῦ C O.)

246
εἶναι τὸ τὸν σωτῆρα βαλόντα ὕδωρ εἰς τὸν νιπτῆρα πεπλυκέναι τοὺς πόδας τῶν μαθητῶν, λέγοντα τῷ μηδέπω συνιέντι τὸ μυστή- ριον καὶ διὰ τοῦτο κωλύοντι Πέτρῳ· »ἐὰν μὴ νίψω σε οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ‘ «, καὶ »ὄ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα«. οὐκοῦν δεήσει τας περὶ τούς, ἲν’ εἴπω, πόδας τῆς ψυχῆς ἀκαθαρσίαν καὶ] δεηθῆναι τοῦ Ἰησοῦ, ὃπως αὐτὴν ἀποπλύνῃ καὶ δυνηθῶμεν μέρος ἕχειν μετ’ αὐτοῦ. εἰ γὰρ παραμένοι αὒτη, ἐμπόδιόν ἐστι τὴν κατὰ τὸν ὑγιῆ λόγον ἡμᾶς βαδίζειν ὁδόν, τὸν σωτῆρα τὸν εἰπόντα· »ἐγώ εἰμι ἡ ὁδός«.

Δῆλον δὲ ὅτι ἡ μὲν ὑγιαίνουσα ψυχὴ ἢ κἂν τοιαύτη γε εἶναι βουλομένη ταῦτα πράττει, οὐ τοσοῦτον τὸ παρὸν μόνον σκοποῦσα, ὅσον προορωμένη τί καὶ εἰς τὰ μέλλοντα ἐκ τῶν ἐπιτελουμένων ἀπαντηθήσεται. καὶ ἐὰν μὲν χρηστοῦ τινος νομιζομένου ἐπὶ τοῦ παρόντος γίνεσθαι προθεωρῇ τὸ ἐν τῷ μέλλοντι πικρόν, παραπεμψαμένη τὸ δοκοῦν εἶναι ἡδὺ τὸ ἐναντίον πράττει, ὑπὲρ τοῦ μὴ μετὰ ταῦτα χαλεπῷ τινι περιπεσεῖν· ἐὰν δὲ ἐπιπόνου τυγχάνοντος τοῦ παρόντος ἀγαθαὶ ἐλπίδες διαδέχωνται τὸ φαινόμενον σκληρόν, ἑκου. σίως αὑτὴν ἐπιδώσει τῇ τραχύτητι τοῦ δόξαντος ἃν εἶναι δεινοῦ παρά τισιν, ἐπὶ τῷ τυχεῖν τῶν διὰ τὸ ὑπομεμενηκέναι ταῦτα διαδεχομένων γλυκέων τὰ σκληρά.

Ταῦτα δὲ πάντα, φησί, παθοῦσα ἡ τροπικώτερον καλουμένη Ἱερουσαλὴμ ούδὲ τοῦ παραμυθουμένου εὐπόρησεν· ἀποστραφεῖσα γὰρ τὸν ἐν αὐτῇ λόγον καὶ ὅλη τοῦ πάθους γεγενημένη, τὸν βοηθὸν ἀπολώλεκε, τὸν ἀεὶ κατὰ τῶν πόνων ὁπλίζοντα καὶ τῶν νομιζο- μένων δεινῶν τὴν προσέχουσαν αὐτῷ διάθεσιν. ἐπὶ τούτοις δ’ ἐμοῦ τοῦ πολίτου τὴν ταπείνωσιν ἴδε· ὡς ἂν λέγοι συγγενὴς ψυχῆς· τὸ τοῦ πολίτου μου πάθος, δι’ ἥν ἐδιδάχθην φιλανθρωπίαν, ἐμή [*](3 Joh. 13, 8.-4 Job. 13, 7.-9 Job. 14, 6. — 11 ff. Vgl. Olymp. (Gh III, 34): εἰ ἐμνήσθη, φησίν, ὅτι ἔστιν ἀνταπόδοσις, εἶχεν [l. εἶλεν?] ἑαυτῆς ταπεινώσειν τὴν ὑπερηφανίαν, ἵνα μὴ πέσῃ ὑπὸ τὴν τιμωρίαν.) [*](1 βαλόντα Vat. gr. 1153/54 βάλλοντα co Ι 5 περιαθροίσαντας Blass περιαθροίσαι co | τοὺς Gh τοῦ co Ι 6 καὶ streicht Blass Ι 8 τὴν] τῶ [1. τοῦ τοῦ?] ο 11 ἢ Gh ἡ CO | 14 μὲν χρηστοῦ] μέχρισ τοῦ ο | 15 προθεωρῇ] προθεωρεῖ c πρὸ θεωρὴ ο | 18 διαδέχονται c | 19 αὑτὴν] αὐτὴν co Ι δοξάσαντος ο | ἀνεῖναι c 20 παρά τισιν Gh παραίτησιν co | 23 πάντα φησί] φησὶ πάντα ο | 24 ηὐπόρησεν ο | 26 ἀπολέλωκεν c Ι τὸν πόνον c | 27 δέ μου ο | 28 ἴδε καὶ ὡσὰν c.)

247
ἐστι συμφορά. κατανόησον οὖν, ὠ κύριε, καὶ μὴ τέλεον καταλίπῃς τὴν τὰ προειρημένα πεπονθυῖαν· μὴ ὑπερίδῃς τὸν ἐχθρὸν αὐτῇ, λέγω δὴ τὴν κακίαν μεγαλυνθεῖσαν καὶ κεχυμένην κατ΄ αὐτῆς. δύναται δὲ τροπικώτερον λέγεσθαι τὸ ἵδε, κύριε, τὴν ταπείνωσίν μου ὑπὸ τοῦ ἐνυπάρχοντος τῇ ψυχῇ λόγου, ἀτιμασθέντος καὶ τετα- πεινωμένου καί, ἵν' οὕτως εἴπω, τὸ ἴδιον βασίλειον ἀπολωλεκότος.

Ἐπιθυμήματα τοίνυν τῆς Ἱερουσαλὴμ νοητέον τὰ ἐν τῷ ναῷ, καὶ τὰ ἅγια τῶν ἁγίων ἀποκείμενα εἰς τὴν ἱερατικὴ λειτουργίαν ευετα, καὶ τὰ ἄλλως παρὰ τὸ ἐναποκεῖσθαι τῷ ναῷ θεῖα εἶναι πεπιστευμένα, οἶον τὴν λυχνίαν τὴν χρυσῆν καὶ τὰ λοιπά. πεπει- σμένοι γὰρ οἱ ἀπὸ τοῦ λαοῦ ταῦτα εἰς δόξαν θεοῦ ἐναποκεῖσθαι τῷ ναῷ, πάντων προέκρινον αὐτὰ ἐπιθυμοῦντες αὐτοί τι παθεῖν μᾶλλον ὑπὸ τῶν πολεμίων χαλεπὸν ἢ τούτων ὑποχείριόν τι γενέσθαι τοῖο ἐχθροῖς. τὸ δὲ ἁγίασμα ἕθος τοῖς ἐκ περιτομῆς τὸν ναὸν καλεῖν.

Παραδοξότατον δέ τι πέπονθεν ἡ Ἱερουσαλὴμ παρὰ τὸν καιρὸν τῆς αἰχμαλωσίας. ἐθεάσατο γὰρ ἔθνη, ἃ ἐνετείλατο ὁ θεὸς εἰς τὴν ἐκκλησίαν μὴ εἰσέρχεσθαι, πατοῦντα τὸ ἁγίασμα, ἔνθαοὐδὲ τοῖς Ἰσραηλίταις εἰσελθεῖν θέμις, μόνων ἀξιωθέντων τῶν ἱερέων ἐν ἐκείνῳ μετὰ τῶν οὐ τυχόντων ἁγνισμῶν γίνεσθαι τῷ χωρίῳ. ἔφθασαν δὲ οἱ πολέμιοι καὶ μέχρι τῶν ἀβάτων εἰσελθόντες εἰς τόπον ὅν μόγις >μετὰ πολλῆς ἁγιστείας ὁ ἀρχιερεὺς ἅπαξ τοῦ ἐνιαυτοῦ δἰσῄει<.

Καὶ μετ΄ ὀλίγα·

Ἐὰν δὲ Ἱερουσαλήμ, καθάπερ προπαρεστήσαμεν, ἡ τοιάδε ψυχὴ τυγχάνῃ, νοητέον τὰκατὰ φύσιν αὐτῆς ἀγαθὰ κόσμον αὐτῆς ὄντα, δι [*](8ff. Vgl. Olymp. (Gh III, 36). - 17 ff. Vgl. Olymp. (a.a.O.): ἐκέλευσεν ὁ θεὸς Μωαβίταις καὶ Ἀμμανίταις μὴ εἰς ἐκκλησίαν θεοῦ εἰσιέναι. ἐρημωθείσης οὖν τῆς Ἱερουσαλὴμ εἰσῆλθον καὶ οὖτοι εἰς τὸν ναόν. — 19 Vgl. Luk. 21, 24. — 21 Vgl. Num. 18? — 23 Vgl. Hebr. 9, 7. — 27 Vgl. Olymp, (a. a. 0): ἡ κακία έφήπλωσεν ἑαυτὴν κατὰ τῆς ψυχῆς, καὶ ἐπεσκότισεν αὐτῆς τὴν ἐπιθυμητὴν θεογνωσίαν.) [*](1 καταλίπῃς Vat. gr. 1153/54 καταλείπης co Ι 3 κατ’ αὐτῆς Gh καθ’ ἑαυτῆς CO Ι 4 δὲ] < C | 10 τὰ Vat. gr. 1153/54 τὸ co | 11 πεπιστευμένοι ο | 12 δόξαν] + τοῦ ο | 13 προέκριναν c | 15 τοῖς] τοὺς c | 18 ὁ] < c | 20 μόνον ο | 21 ἐκείνῳ] + εἰσελθεῖν ο | 23 άγιστείας Vat. gr. 1153/54 ἁγιαστίας co | 26 καθὰ ο | 27 τυγχάνῃ Ru τυγχάνει C τυγχάνοι ο | τὰ Blass Lietzmann.)

248
ὧν ἐθεράπευε τὸ θεῖον, ἐναποκείμενα τοῖς ἀβάτοις αὐτῆς παντί τῳ πλὴν τοῦ ἀρχιερέως λόγου, έπιθυμήματα αὐτῆς καλεῖσθαι. ἐπὶ πάντα δὲ ταῦτα ὁ ἐν τῷ παλαίειν κεκρατηκὼς ἐχθρός, θλίψας τὴν οὐ καλῶς ὑπὲρ αὑτῆς στρατευομένην, ἀλλ᾿ ἀξίως ὑπὸ τῆς θείας βοηθείας ἐγκαταλελειμμένην , ἐκτείνας αὑτὸν διὰ τῆς εἰς τὰ μοχθηρὰ δραστηρίου δυνάμεως αὐτοῦ, ἐξέσπασε τοῦ ἡγεμονικοῦ καὶ ἔρημον τῶν καλῶν καταλέλοιπε τὴν ἀποστᾶσαν θεοῦ ψυχήν. καὶ ἔθνη δὲ κατὰ τὸν τόπον ἀλληγορητέον τὸν ὅχλον τῶν κακιῶν, εἰσελθόντα εἰς τὸ δημιουργηθὲν ἡγεμονικὸν ἐπὶ τῷ εἶναι θεοῦ χωρητικὸν καὶ ἀληθὲς ἁγίασμα τοῦ βουλομένου νῷ καθαρῷ ἐπαναπαύεσθαι. ἅπερ ἕθνη ἀπαγορεύει ὁ θεὸς παντελῶς εἰσιέναι εἰς τὴν ἐκκλησίαν· τί γὰρ ἂν ἄλλο κυριώτερον ἀπαγορεύεσθαι νομίζοιμεν ἀπὸ θεοῦ εἰσέρχεσθαι εἰς ψυχὴν ἀριθμουμένην ἐν ἐκκλησίᾳ θεοῦ ἢ τὰ ἔργα καὶ τὸ φρόνημα τῆς σαρκός, ἀληθῶς ἔθνη ἐχθρὰ ὄντα τοῦ θεοῦ; <ἡ γὰρ σὰρξ στρατεύεται κατὰ τοῦ πνεύματος<, >τοῦ φρονήματος τῆς σαρκὸς ἔχθρας σὔσης εἰς θεόν<· »τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται«.

Ἐστέναζον διὰ λιμὸν καὶ μικρᾶς ἕνεκα βρώσεως ψυχὴν ἐπιστρεφούσης ἐκλείπουσαν παρεῖχον τὰ τιμιώτατα. πῶς δὲ τὰ προρρηθέντα ἐπιθυμήματα παρὰ τῶν πολεμίων ἀπενεχθέντα παρεῖχον εἰς ὠνὴν τροφῆς; ἀλλ᾿ >ἐξέτεινε μὲν ὁ ἐχθρὸς ἐπὶ πάντα τὴν χεῖρα<, κορεσθεὶς δὲ τῷ λαβεῖν ἅπερ ἤθελε, τὰ λοιπὰ καταλέλοιπεν. ἀνθ’ ὧν ἐπρίαντο τὴν τροφήν.

Εὐχὴ παρὰ τῆς Ἱερουσαλὴμ τὸ ἴδε, κύριε, τὴν ἐμὴν ἀτιμίαν, ἀπολεσάσης τὸν κόσμον διὰ λιμόν. μήποτε δὲ διάφορα τὰ ἐπιθυμήματα, προηγουμένως μὲν τὰ προδεδηλωμένα >ἐφ᾿ ἅπερ ὁ ἐχθρὸς ἐξέτεινε τὴν x003C;, δεύτερα δὲ τὰ ἑνὸς ἑκάστου τῶν ἀπὸ τοῦ λαοῦ· καὶ τὰ μὲν κοινὰ παρείληφεν, ἀντὶ δὲ τῶν ἰδικῶν ἕκαστος ὠνεῖτο [*](7ff. Vgl. Olymp, (a. a. Ο.): πρὸς δὲ διάνοιαν, ἀκάθαρτοί τινες λογισμοὶ εἰς τὸ ἄδυτον τῆς ψυχῆς ἐχώρησαν. — 13 Vgl. Gal. 5, 19 Röm. 8. 7. — 14 Vgl. Gal. 5, 17. — 15 Vgl. Röm. 8, 7. — 16 Röm. 8, 7. — 19ff. Vgl. Olymp. (Gh III, 39): ἵνα . . . θρέψωσι τὴν ἐκλείπουσαν ψυχήν. — 22. 28 Vgl. Klagel. Jerem. 1, 10.) [*](4 ὑπὲρ αὑτῆς] ὑπ᾿ αὐτῆς c ὑπὲρ αὐτῆς ο | 5 αὐτὸν co | 6 ἐξέπεσε c | 8 εἰσελθόντων c εἰσεληλυθότων ο | 9 τῷ] τὸ ABBREV c | 14 τοῦ] < c | 15 ἐχθρᾶς ο | 16 οὐδὲ γὰρ] οὐ γὰρ c οὐ δὲ ο.)

249
τροφήν. πρὸς δὲ ἀναγωγήν, ὥσπερ Ἠσαῦ ἀπέδοτο τὸ πρωτοτόκια πυρρᾶς ἕνεκα τροφῆς, ἡς ἐπώνυμος γέγονεν Ἐδὼμ δὲ Ἑρυθρὰ γῆ· καὶ γὰρ ἐγένετο γήϊνος, καταφρονήσος μὲν τῶν πρωτοτοκίων, προηγούμενα δὲ ποιήσας τὰ γήΪνα, ἅπερ Ἰακὼβ ὡς ἀναγκαῖα μετήρχετο δευτέρῳ λόγῳ διὰ τὸ τυγχάνειν ἐν σώματι), οὕτω καὶ Ἱερουσαλήμ. ἀλλ’ ὁ μὲν δίδωσι τῷ ἀξίῳ Ἰακὼβ τυχεῖν, ἅπερ εἶχεν ἐπιθυμή- ματα, εἰ καὶ μὴ ταῦτα προείλετο· ὁ δὲ λαὸς Ἱερουσαλὴμ δέδωκε μὲν καὶ αὐτὸς ἔνεκα βρώσεως, ἀλλ’ οὐχὶ ἀγίου ταύτην κατασκευά- σαντος, ἀλλὰ Βαβυλωνίων οἵτινες ἐνυβρίζειν ἔμελλον τοῖς δοθεῖσιν ἐπιθυμήμασιν. ὁ μὲν γὰρ Ἰακὼβ οἶδε κοσμῆσαι τὰ παρὰ Ἠσαῦ, οἱ δὲ Βαβυλώνιοι οὐ χρῶνται τοῖς δοθεῖσιν ἐπ' ἰδίῳ καλῷ. οὕτω καὶ ψυχὴ δί ἀπορίαν τῶν ἀναγκαίων χρειῶν ἀπορρίπτει τὰ θεῖα μαθήματα τοῖς κατὰ περιεργίαν βουλομένοις ἐπὶ διαβολῇ καὶ χλεύῃ μαθεῖν.

Τὸν ἐπὶ τῇ ἁλώσει δεδήλωκεν ἐμπρησμὸν τῶν ἰσχυροτάτων οἰκοσομημάτων ἁψάμενον ἢ τὴν ἅλωσιν τῶν ὑπερεχόντων ἐν αὐτῇ πολι- τῶν, ψυχῇ τε καὶ τοῖς ἐκτὸς οἱονεὶ πυρουμένων ταῖς συμφοραῖς. δηλοῖ καὶ τῶν ὑποβεβηκότων τὴν σύλληψιν τὴν εἰς δουλείαν ὥσπερ ἐν ἄγρᾳ δικτύων , τῶν μὴ καλῶς χρησαμένων τῇ ἐλευθερίᾳ. οὑτοι γάρ, οὐ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενοι τῶν ὄπισθεν · ἀπέστρεφον δὲ ἀπὸ δόξης εἰς ἀτιμίαν, ἀπὸ ἐλευθερίας εἰς δουλείαν, καὶ γεγόνασιν ἀντὶ ἐνδόξων ἠμαυρωμένοι καὶ ἀφανεῖς ἐξ ἀτιμίας καὶ ὔβρεως· δι' ἅπερ εἰς διηνεκῆ πέπτωκε λύπη ἡ πόλις.