Fragmenta In Lamentationes (In Catenis de Prophetis)
Origen
Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Δηλοῖ δὲ τὸ μὲν ἀνήφθησαν τὸ τῆς ἁλώσεως πῦρ, τὸ δὲ ἐσαλεύθησαν τὴν εἰς δουλείαν μετάστασιν , τὸ δὲ οὐ μὴ προσ- θῶσι τοῦ παροικεῖν ὅτι διηνεκῆ σχήσουσι παροικίαν, δεττέρας μηκέτι δεόμενοι.
Τὴν παρὰ Χριστοῦ τιμωρίαν δηλοῖ· λέγει γὰρ ὁ Δαβίδ· δὲ κυρίου ἐπὶ ποιοῦντας κακά«. οὐκ ἐπιβλέπονται δὲ παρ αὐτοῦ , μένοντες ὅπερ εἰσίν· 〉ὅταν〈 γὰρ >εἰσέλθῃ τὸ πλήρωμα τῶν ἐθνῶν, πᾶς Ἰσραὴλ σωθήσεται< καὶ λοιπὸν ὡς πιστὸς εἰ δὲ γράφοιτο· μερὶς αὐτῶν, δῆλον ὅτι τῶν ἐξιόντων ἐκ μέσου φησίν. περὶ δὲ τῶν πολεμίων τὸ πρόσωπον ἱερέων οὐκ ἔλαβον, πάντας γὰρ ἀπήγαγον.
Ἀπὸ τῶν αἰχμαλώτων ὁ λόγος εἶναι δοκεῖ, μετανοούντων ἐφ οἷς Αἰγυπτίοις καὶ Ἀσσυρίοις πρὸς βοήθειαν ἐπηρείδοντο. λέγοιτο δ’ ἂν ἀκολούθως ὑπὸ τῶν ἐκ περιτομῆς πιστευσάντων· ἐξελείπο- μεν διακενῆς εἰς τὸν νόμον ἐλπίζοντες· ὁ γὰρ νόμος σῴζει οὐδένα, καθάπερ εἶπεν ὁ Παῦλος. οὐκοῦν οὐδὲ οἱ ἠρτημένοι τοῦ νόμου βοηθῆσαι μετὰ τὴν χάριν δυνήσονται.
Υπὸ γὰρ τοῦ σωτῆρος >ἁλιεῖς ἀνθρώπων< ἀποδειχθέντες οἱ ἐθήρευον Ἰουδαίους ταῖς φρεσὶ νηπίους, μὴ τὴν πλατεῖαν καὶ εὐρύχωρον τῶν πατέρων αὐτῶν βαδίζειν ὁδόν· οὓσπερ δὴ καὶ ὁ σωτὴρ ὑπῃνίττετο λέγων· »ἐάσατε τὰ παιδία ἐλθεῖν πρός με«.
Ἰστορεῖ γὰρ Ἰώσηππος ὡς οὐδὲ τὰ ὄρη τοὺς φεύγοντας διέσωσεν. ἐκεῖ τοίνυν ἡμᾶς ἕλκοντες ἥπτοντο, ἤγουν πρὸς δίκην ἀνήφθησαν [*](7 Psal. 33, 17. — 9 Vl, Rom. 11, 25. — 18 Vgl. Gal. 3, 11. — 22 Vgl. Matth. 4, 19. — 23 Vgl. Matth. 7, 13. — 25 Matth. 19, 14 Par. — 27 ff. Vgl. Olymp. (Gh III, 204): πρὸς μὲν ῥητόν, ὅτι καὶ τοὺς ἐν τοῖς ἐν τοῖς] ὄρεσι φεύγοντας καταλαμβάνοντες οἱ πολέμιοι ἔφθειρόν.) [*](12 ἒκαβεβ ο | 16 ἐπερείδοντο c | 27 ἰώσηππος c1o ἠώσιππος c* | 28 ἡμῶν C W. e. seh.)
Τινὲς ἔφασαν ὡς ἐν τοῖς ἐξαιρέτοις διαφανέστερον τὸν Ἰωσίαν θρηνεῖ· ἤλπιζον γὰρ διὰ τῆς αὐτοῦ θεοσεβείας ἀνασταθῆναι τὴν Ἱερουσαλὴμ ἐν μέσῳ ἐθνῶν εἰς δόξαν, ἐν μέσῳ γὰρ ἐθνῶν ἡ Ἱερουσαλήμ. τύπος δὲ οὑτος, φασί, Χριστοῦ, διὰ τὰς ἀνομίας τεθνηκὼς τοῦ λαοῦ. καίτοι οὐκ ἐν ταῖς τοῦ λαοῦ συνελήφθη διαφθοραῖς, ἀλλ’ ὡς ἀπαγορεύσαντος τοῦ προφήτου συναντήσας Νεχαὼ Φαραώ, καίπερ πρὸς αὐτὸν οὐκ ἐθέλοντι μαχέσασθαι. κατὰ τοίνυν τὸν θεῖον ἀπόστολον <κάλυμμα τῷ προσώπῳ τῶν Ἰουδαίων ἐπίκειται ἀναγινωσκομένου· ἐὰν δὲ ἐπιστραφῇ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα· ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν<. διὰ δὲ τοῦ προφήτου πνεῦμα λέγει τὸν κύριον. οἷς οὖν ἐπίκειται κάλυμμα, οὐκ ἂν εἴποιεν· πνεῦμα προσώπου ἡμῶν Χριστὸς κύριος, ἀλλ’ οἱ »ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι«, ὡν ἀεὶ πρὸ τῶν τῆς διανοίας ὀφθαλμῶν ἐστιν ὁ κύριος· ὡς δῆλον ὅτι τὸ ἐνεργῆσαν ἐν τοῖς προφήταις πνεῦμα ἠν ὁ Χριστός, ὃς καὶ ἐνανθρωπήσας φησίν· »αὐτὸς ὁ λαλῶν πάρειμι«, αὐτὸς ὢν πνεῦμα καὶ κύριος καὶ Χριστός. τοῦτον συνέλαβον οἱ διαφθείραντες πρῶτον ἐν ἑαυτοῖς τῆς θεοσεβείας τὰ σπέρματα. ἀλλ’ ἡμεῖς οἱ προφῆται οὐκ ἄλλον ἡγούμενοι τὸ πνεῦμα τοῦ προσώπου ἡμῶν, μετὰ τὴν ἡμῶν σύλληψιν μηκέτι τόπον ἔχοντες ἐν αὐτοῖς, ἡπὸ τῇ τοῦ Χριστοῦ σκιᾷ ζησόμεθα, οὐκέτι παρὰ Ἰουδαίοις, ἀλλ’ ἐν ὅλοις τοῖς ἔθνεσιν, ὅτε >ἀρθεῖσα ἡ βασιλεία τοῦ θεοῦ ἀπ’ αὐτῶν‘ διὰ τὸ κατὰ Χριστοῦ τόλμημα >ἐδόθη τοῖς ἒθνεσιν<. ἰδοὺ γὰρ ζῶσιν ἐν προφῆται, λαλοῦντες περὶ αὐτοῦ καὶ κηρύσσοντες, ἀλλ’ οὐκέτι παρ ἐκείνοις, τοῖς ἔτι καὶ νῦν αὐτὸν ταῖς ἑαυτῶν διαφθοραῖς περιβάλλουσιν, ὁσημέραι βλασφημοῦντες αὐτόν. ὁ δὲ Ἀκύλας ἔφη πνεῦμα μυκτήρων ἡμῶν, Σύμμαχος δὲ πνοὴ μυκτήρων ἡμῶν. οἱ γὰρ θεοφιλεῖς διὰ παντὸς τὸν Χριστὸν ἀναπνέουσι, πρὸ ὀφθαλμῶν αὐτὸν ἔχοντες. ἰστέον δὲ ὅτι ὥσπερ ὁ Χριστὸς πνεῦμα ὢν ἐν τοῖς προφήταις ἐλάλησεν, οὕτω καὶ ὁ πατήρ· λέγει γὰρ ἐν τῇ πρὸς Ἑβραίους ὁ Παῦλος. πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λα- [*](1 Vgl. Psal. 102, 5. — 4 Vgl. ΙΙ Chron. 35, 25. — 11 Vgl. ΙΙ Kor. 3, — 17. — 15 II Kor. 3, 18. — 19 Jes. 52, 6. — 25 f. Vgl. Matth. 21, 43. — 34 Hebr. 1, 1. 2.) [*](7 φησί ο | 8 ἐν] ἂν c | συνειλήφθη διαφοραῖς ο | 10 μαχέσασθαι cod. Vat. gr. 1153/54 μαχήσασθαι c l o | 11 κάλυμα ο | 12 ἐπιστρέφη ο | 24 σκιὰζησόμεθα ο σκιαζόμεθα C* χόριτι a. R. c1 | 26 ἐδόθη Gh δοθῆ co | 27 κηρύττοντες ο | 31 τὸν] < c.)
Ὁ λόγος πρὸς τοὺς ἐξ Ἐδὼμ καὶ Ἡσαῦ τοῦ ἀδελφοῦ Ἰακώβ, ὑπερβολὴν αὐτοῖς προαγορεύων κακῶν τοῦτο γὰρ τὸ μεθυσθήσῃ καὶ ἀποχεεῖς), περὶ ὧν φησι καὶ Δαβίδ· »μνήσθητι, κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλήμ, τῶν λεγόντων· ἐκκενοῦτε, ἐκκενοῦτε ἕως οὗ ὁ θεμέλιος ἐν αὐτῇ«. ἀδελφοὶ γὰρ ὄντες καὶ γείτονες, τὸ προγονικὸν διεφύλαξαν μῖσος. περὶ δὲ Χριστοῦ φήσας εἰς καιρὸν καὶ ταύτης ἐμνήσθη. τὴν γὰρ Γήϊνον προσαγορευομένην πορθεῖν ἔμελλεν ὁ Χριστός, οὐράνιον ἐργαζόμενος. ἀπειλητικὸν γὰρ ἡ ἀρετή τε καὶ γνῶσις πρὸς τοὺς φιληδοῦντας πλάναις καὶ πάθεσιν, ὧν μέθη μὲν ἡ νέκρωσις τῆς σαρκός, ὑπερέκχυσις δὲ καὶ τὸ νεκρῶσαι ταύτης τὸ φρόνημα.
[*](3 Matth. 13, 14 (Jes. 6, 9) vgl. 15, 7 (?). — 5 Ι Kor. 12, 11. — 10 Hebr. 10, 1. — 13 Vgl. Rom. 10, 4. — 15 Act. 17, 28. — 17 I Kor. 11, 1. — 22 Psal. 136, 7. — 25 Vgl. Amos 1, 11. — 26 Vgl. Onom. sacra I, 192, 85: Ἰδουμαία . . . ἢ γήινος.)[*](2 οὕτω καὶ ο | 3 ἀκούσατε ο | 5 πάντα δὲ ταῦτα ο | ἐνεργεῖ] + τὸ ο | 8 πνεῦμα] χάρισμα ο | 9 τὸ] < c | 11 καὶ] < ο | 14 κἂν Blass Koetschau vgl. S. 278, 11 καὶ clo | 17 ἀπόστολος] < ο | 21 προσαγορεύων c | 21/22 μεθυσθήσει καὶ ἀποχέεις ο 22 καὶ2] + ὁ ο | 23 ἐκκενοῦτε, ἐκκενοῦτε Vat gr. 1153/04 ἐκκενοῦται ἐκκενοῦται CO | 24 οὗ] < C | 25 Χριστοῦ δὲ ο | 27 ἤμελλεν ο | 28 φιληδονοῦντας c | πλάνη ο | πάθεσιν] μέθεσιν c.)Ἱκανὴν ἐξέτισας δίκην, ἐν ᾗ Ἐδὼμ διαδέξεται. τὸ δὲ οὐ προσθήσει τοῦ ἀποικίσαι σε ἢ πρὸς τὴν ἀνάκλησίν φησιν οὐ γὰρ ἐπιμενεῖς τῇ αἰχμαλωσίᾳ τὸ τέλειον μέτρον πληρώσασα· μειοῖ γὰρ τὴν δίκην ὁ θεός, οὐ προστίθησιν), ἤγουν εἰ πρὸς δευτέραν ὡς μὴ γενησομένην ἅλωσιν εἴρηται, πῶς ἡ μετ’ ἐκείνην ὑπὸ Ῥωμαίων ἐγένετο; μήποτε τοίνυν περὶ τῆς ἐσχάτης ὁ λόγος τῆς γεγονυίας διὰ Χριστόν, μεθ’ ἣν οὐ γέγονεν ἑτέρα. καὶ πᾶς Ἰσραὴλ σωθήσεται μετὰ τὸ πλήρωμα τῶν < τὴν ἀνομίαν ἀπολιπών· μεθ’ ὃ λοιπὸν ἡ συντέλεια, καὶ τῶν γηΐνων ἡ κόλασις, ἐκδεχομένης τῆς κρίσεως. ῥηθείη δ’ ἂν καὶ πρὸς τὴν ἐκκλησίαν ὁ λόγος, ἥτις ἐστὶ θυγάτηρ τῆς πάλαι συναγωγῆς »ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ θεοῦ«, ἐξέλιπε δὲ ταύτης ἡ ἀνομία διὰ τοῦ θείου βαπτίσματος), ἣν οὐκέτι τοῖς ἐχθροῖς παραδίδωσιν ὁ φήσας· »ὧδε κατοικήσω, ὅτι ᾗρετισάμην αὐτήν« καὶ τὸ »ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος«, ὅτε καὶ τὴν ἀσέβειαν ἐστηλίτευσε τῶν φρονούντων τὰ γήϊνα.
[*](8 Vgl. Rom. 11, 25. 26. — 12 Rom. 11, 29. — 14 Psal. 131, 14. — 15 Matth. 28, 20.)[*](2 ἐξέτισας c1o ἐξαίτησις c* w. e. sch. | προσθήση c | 4 ἐπιμένεις ο | 5 ἡ γοῦν ἡ πρὸς ο | 7 γεγονυίας] γεναμένης ο | 9 ἀπολιπών c1 ἀπολειπών c*o | 13 ἐξέλειπε ο.)