Fragmenta In Jeremiam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Ἐπιχείριον ἢ τὸ σκῆπτρον παρίστησιν ἢ τοὺς ὑπὸ τὴν ἀρχὴν ἢ τοὺς μισθωτούς· ἐπίχειρα γὰρ ὁ μισθός.

Ἐπικροτήσει ταῖς ερσίν, αἶς ἐπιχαίρων τῷ Ἰσραὴλ καὶ κατὰ θεοῦ θρασυνόμενος ἐπιεκρότει. οἱ δὲ »τοῖς ὀχυρώμασι πεποιθότες« τῶν πόλεων, ταύτας ἀφέντες ἐν πέτραις ᾢκουν παρακειμέναις ταἰς φάραυξιν, μιμούμενοι περιστερὰς κατὰ τὴν ἀσέλγειαν καὶ κατὰ τὴν ἄνοιαν. ἐμφωλεύουσι γὰρ ἔσθ᾿ ὅτε τόποις, ἐξ ὧν οἱ [*](3 Vgl. Hexapa. — 4 Vgl. Olymp. (Gh II, 838): ἐνέμενινε τᾖ τροπῇ, φησὶ δὲσἰχμαλωτίζοντας. —24 vgl. Jerem. 31, 7.) [*](2 κλνουσιν ο | λεπτύνουσι ο |3 στρώσουσιν ο w. e. sch. | 4 ἐκκένωσιν ο | τὰς]τὸν e | ἐνέπρησαν]+καὶ ο |9 ἀγγεῖα 1 ἀγγία co | 10 ὡς] ὧν Blass| + τοῦ ο |25 ᾦκουν] οὐκ᾿ οὖν ο.)

222
βουλόμενοι ῥᾳδίως ἀφαιροῦνται τοὺς νεοττούς. ἀσελγὴς δὲ καὶ ὁμαλιῶτελούμενος τῷ Βεελφεγὸρ καὶ ἄνους ὁ τοῖς ἀνωφελέσι καὶ ματαίοις εἰδώλοις προσκείμενος· ὁποῖος ἦν ὁ Μωάβ. »εἶπε« γὰρ »ἄφρων ἐνκαρδίᾳ αὐτοῦ· οὐκ ἔστι θεός«, ἢ καθόλου ἄθεος ὢν ἢ τὸν ὄντως ὄντα θεὸν μηδὲ εἶναι παντελῶς λογιζόμενος.

Ἡ Ἱερουσαλήμ, καθὰ πολλάκις εἴρηται, εἰς τὴν ἐκκλησίαν μεταλαμβάνεται, ἥτις ἐστὶ πόλις τοῦ θεοῦ οἰκοδομηθεῖσα ἐκ λίθων ζώντων, ἀφ᾿ ἧς τις ἁμαρτάνων ἐκβάλλετια παραδιδόμενος Ναβουχοδονόσορ, τῷ σατανᾷ, λέγει γὰρ περὶ τοῦ πεπορνευκότος ὁ Παῦλος »παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου«· καὶ ἐν τῇ πρὸς Τιμόθεον πρώτῃ περὶ τῶν βλασφήμων· »οὓς παρέδωκα τῷ σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν«. ἴστω δὲ ὁ τῆς Ἱερουσαλὴμ ἐκβληθεὶς ὡς, ἐὰν μὴ ποιήσῃ χρόνον αὐτάρκη πράττων ἔξω τῆς ἐκκησίας ἃ δεῖ, οὐκ ἐπάνεισιν ἐπὶ τὴν Ἱερουσαλήμ. ἐκβάλλεται δέ τις ἁμαρτάνων, κἂν μὴ ὑπὸ ἀνθρώπων ἐκβληθῇ. δεῖ δὲ αὐτὸν ἔξω γεγονότα μὴ ἀμελεῖν τοῦ οἰκοδομεῖν οἰκίαν καὶ φυτεύειν παραδείσους. ταῦτα· γὰρ μὴ ποιῶν μηδὲ πληρώσας τὸν συμβολικὸν ἀριθμὸν »τῶν ἐτῶν τῶν ἑβδομήκοντα« σαββάτου καὶ ἀναπαύσεως ὄντα, οὐκ ἐπάνεισι κοινωνήσων τῇ ἐκκλησίᾳ, μένει δὲ καταδεδικασμένος ἔξω λωσεν ὁ περὶ τῆς σοφίας εἰπών· »ταύτην ἐζήτησα νόμφην ἀγαγέσθαι ἐμαυτῷ, καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς«. δεῖ δὲ ταύτης ἐρᾶν, ὥσπερ ἐν Παροιμίαις Σολομὼν εἰσηγήσατο φήσας· »ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε«, καὶ »περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε«. καὶ ἄλλασ δὲ νόει παρὰ τὴν σοφίαν γυναῖκας τὰς λοιπάς ἀρετάς. οὕτω γὰρ ἐξέσται πολλὰς γυναῖκας λαβεῖν· ἐξ ὧν δεῖ τεκνοποι- [*](1f. Vgl. Num. 25, 5.—3 Psal. 13, 1. —7 Vgl. Hom. 1, 3 9, 2 18, 14. —7 ff. Vgl. Hier. Comm. 1042 (gl. TU NF 1, 3, 69ff.) —8 Vgl. 1 Petr. 2, 5 — 11 I Kor. 5, 5. — 11 ff. Hom. 1, 3. — 13 I Tim. 1, 20.—17 ff, Vgl. Hier, Comm. 1042.—19 Vgl. Jerem. 36, 10.—23 Weish. Sal. 8, 2.—25 Prov. 4, 6.—26 Prov. 4, 8.) [*](1 καὶ]< ο||2 ὁ] καὶ c | 5 μηδὲ εἶναι] μὴ εἰδέναι c | 7 ἡ]< c | 15 μὴ| μὲν clo | 16 ἐπάνεισιν 1 ἐπάνισιν co | 17 μὴ ὑπὸ ἀνθρώπων]ὑπὸ ἀνών ὑπὸ ἀνών μὴ ο |γεγνότα]+τοῦ c* (streicht c2 w. e. sch.) | 22 τῆς]τῆι ο |24 ἐναυτῷ ο |)

223
εῖν, ἀπὸ σοφίας λόγον σοφίας ὡς ὰν καὶ ἄλλους οἰκοδομήσῃς, ἀπὸ σωφροσύνης ἔργα σωφροσύνης ἵνα σώφρονας ποιήσῃς βίῳ καὶ λόγῳ, ἀπὸ δικαιοσύνης ἔργα δικαιοσύνης ἐν κοινωνίᾳ καὶ συναλλάγμασιν. ἀλλὰ καὶ δικαίους διδάσκων τεκνοπιήσεις ἀπὸ δικαιοσύνης, υἱοὺς δὲ ποιήσας ἀπὸ τῶν υἱῶν καὶ θυγατέρας, υἱοὺς μὲν τὰ θεῖα γοήματα καὶ τὰ δόγματα, θυγατέρας δὲ τὰς πράξεις.

Ταραττομένης γὰρ Ἱερουσαλὴμ ἐπικειμένου τοῦ Βαβυλωνίου, οἷον εἰκὸς ἐπὶ προγνώσει κατέφευγον εἰδέναι βουλόγενοι. ἀλλ᾿ μὲν ψευδοπροφῆται ἐξ ἁγίου πνεύματος προλέγειν διϊσχυρίζοντο· τῶν δὲ ἄλλων οἱ μὲν μαντείας, οἱ δὲ πάλιν ἐνύπνια προὔφερον. διὰ τοῦτο δεῖ καθόλου πάσης ἀσεβοῦς προγνώσεως μὴἀνέχεσθαι· εἰ γὰρ ἀστέρες τυχὸν ἐνεργοῦσι, μάτην εὐχόμεθα. διό φησιν· >εἴπωσιν οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, τί βουλεύεται κύριος περὶ σοῦ<, καὶ »οὐκ ἔσται οἰωνισμὸς ἐν Ἰακώβ, οὐδὲ μαντεία ἐν Ἰσραήλ«. γενοῦ τοίνυν ἄξιος θείας προγνώσεως. ἐπάγει γὰρ μετὰ τὸ »οὐκ ἔσται μαντεία ἐν Ἰσραήλ«· «κατὰ καιρὸν ῥηθήσεται τῷ Ἰακὼβ καὶ τῷ Ἰσραὴλ τί ἐπιτελέσει ὁ θεός«.

τοιαῦτα πείσεται πᾶς τοιαῦτα πράσσων πρεσβύτερος ὑπὸ βασιλέως Βαβυλῶνος. εἰ γὰρ ὁ ἀναξίως [τις] μεταλαμβάνων εὐχαριστίας εἰς κρίμα λήψεται, πόσῳ μᾶλλον ὁ καθεζόμενος ἐν πρεσβυτερίω συνειδότι μεμιασμένος καὶ τὸ Χριστοῦ μολύνων συνέδριον; τίς γὰρ αὐτῷ συγκαθήμενος εὐλαβὴς λέγειν τολμήσει τὸ »οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος« καὶ τὰ ἐπὶ τούτοις;

[*](4ff. Vgl. Hier. Comm. 1042: ut et fidei veritas, quae interpretatur in filiis, bonis operibus copuletur, quae referuntur ad filias.—14 Vgl. Jes. 47, 13. —15 Num. 23, 23.—17 Num. 23, 23.—21 Vgl. I Kor. 11, 27. —24 Psal. 25, 4.)[*](3 δικαιοσύνης]δίκαια ο |σὺν αλάγμασι ο |6 νοήματα c1 a. R. o διδάγματα c* i. T. | 9 πρόγνωσιν? Blass | 10 διισχυρίζοντο] δὲ ἰσχυρίζοντο o | 12 τοῦτο δεῖ Gh τούτων δὲ clo | 13 τοιχὸν ἐναργοῦσιν c | εὐχόμεθα] καυχώμεθα c | 14 βούλεται c | 16 Ἰσραήλ] ἐλημ o | 17 ἐν]< 21 ἀνάξιος ο |εὐχαριστίαν c | 14 βούλεμιασμένος Blass μεμιασμένῳ co | τὸ]<ο |24 εὐλαβῶς Koetschau.)
224