Fragmenta In Jeremiam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Ὄρος τὴν Βαβυλῶνα διὰ τὸ τῆς βασιλείας ὕψος καλεῖ· ὅπερ ἦν ἐξ εἰδωλολατρείς καὶ τῶν ἀδίκων ἔργων, δι᾿ὧν διέφθειρε τοὺς ἄλλους, διεφθαρμένον. ἦν δὲ καὶ ἐφ᾿ ὕψους ἡ πόλις διὰ τὸν παρακείμενον ποταμόν, ἐξ οὗ τινες ἀναβαθμοὶ πρὸς τὴν πόλιν ἀνέφερον, διμερῆ τε οὖσαν καὶ ἐξ ἑκατέρας ὄχθης παρακειμένην τῷ ποταμῷ, πρὸς τῷ καὶ εἶνα τὰ τείχη τῆς πόλεως ὑψηλότατα. χεῖρα δέ, τὴν τιμωρητικὴν δύναμιν τὴν τῆς ἰδίας αὐτὴν ὡς ἐκ πετρῶν τινον καθαιροῦσαν ἀσφαλείας τε καὶ ργουρᾶς. εἰς ἄχρηστον δὲ καὶ τοὺς λίθους αὐτῆς διὰ τὸ πῦρ ἀφανίζουσαν, ὡς μὴ συνίστασθαι λίθον πρὸς στερροτέραν οἰκοδομίαν. ἀναγωγῆς δὲ λόγῳ καὶ ὀ διάβολος ὄρος ὠνόμασται, ὡς ἐν τῷ Ζαχαρίᾳ· »τίς εἶ σύ, τὸ ὄρος τὸ μέγα τὸ πρὸ προσώπου Ζοροβάβελ;« καὶ περὶ τοῦ ἔχοντος >κωρὸν καὶ ἄλαλον< δαιμόνιον ἔλεγεν ὁ σωτήρ· »ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· μετάβηθι, καὶ μεταβήσεται«. ὄρος οὖν ὁ διάβολος ἀπὸ τῆς ἰδίας διεφθαρμένον κακίας καὶ διαφθεῖρον τοὺς ὅσοι φρονοῦσι τὰ γήϊνα.
[*](2 Habak. 1, 16. – 6 Vgl. 1 Tim. 4, 6. – 7 Vgl. Matth. 13, 25–8 Vgl. Gen. 3, 18. – 9 Vgl. Matth. 13, 22| Par. – 10 Vgl. Eph. 6, 12.– 12 Vgl. Jerem. 28, 10.– 15 ff. Vgl. Olymp. (Gh II, 911): αἰσθητῶς μὲν τὸν Ναβουχοδονόσορ, πρὸς δὲ διάνοιαν τὸν σατανᾶν. — 17 ff. Vgl. Fragm. XLIV (121) u. Herodot. I, 186. – 22 ff. Vgl. S. 14, 11 f. – 24 f. Vgl. S. 98, 14.–25 Sachar. 4, 7. – 26 Vgl. Mark. 9, 25. – 27 Math. 17, 20.)[*](3 τε]γε Koetschau | 4 Ἑστιακάς] ἑστιατικάς co | 5 Πυθίας] πυθείας co| ἄλλας ο ἄλλως e | 6 κακὴ διδασκαλία ο καὶ διδασκάλια c | 11 πρὸς] καὶ c | 12 ἀναγγείλομεν ο |16 εἰδωλολατρίας ο | 20 τῷ] τὸ c | 21 αὐτὴν c* o αὐτῆς ccorr. | 22 τινῶν]<e | 25 ὁ übergesch. e 1.)Τὸ ἁγιάσατε ἔθνη ἀντὶ τοῦ ἀφορίσατε· ἁγιασμὸς γὰρ ἡ θεοῦ ὑπηρεσία, κἂν ᾖ τιμωρητική καὶ βέβηλος ὁ πρὸς ταύτην ἀφωρισμένος· ὁποῖος ἦν ὁ Κῦρος, πρὸς ὅν φησι διὰ Ἡσαΐου· »σὺ δὲ οὐκ ἔγνως με«. τινὰ δὲ τῶν κατὰ Βαβυλξῶνος στρατευσάντων ἐκάλεσεν ἔθνη, ἐν οἷς Ἀραρὰτ τοὺς Ἀρμενίους καλεῖ.
Ἐσείσθη δὲ ἡ γῆ, τῶν ἐπ᾿ αὐτῆς ἀνθρώπων ἐν τοῖς προάγουσι χρόνοις παγίως ἱδρυμένων καὶ βεβαιότητα ἐχόντων ἐν αἷς ἦσαν δυναστείαις τε καὶ βασιλείαις, τὰ δὲ νῦν μεταβλὴν πονηρὰν καὶ ἐπώδυνον δεχομένων τὴν ἐρημίαν. καὶ πᾶσα δὲ διάνοια Βαβυλωνίαν γῆν ἐσχηκυῖα ἐκ τῆς πρὸς τὴν τοιαύτην ἀσέβειαν καὶ Σύγχυσιν προσπαθείας σειομένη ἐποβάλλει τὴν τοιαύτην διάθεσιν ἐπὶ τῷ πνευματικὴν καὶ ἐπουράνιον ἕξιν ἀναλαβεῖν.
Θεὸς γὰρ ἦν ὁ τοῦτο ποιῶν, ὁ καὶ διὰ Ἡσαΐου πρὸς Κῦρον εἰπών· »ἐγὼ δὲ ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συνθλάσω«. καὶ παρὰ τοῖς ἔξω γὰρ τοιαύτας ἔχειν ἱστόρηται πύλας ἡ Βαβυλών, καὶ ἐκ τῶν εἰς τὸν ποταμὸν μέσον ὄντα καταβάσεων ἑαλωκέναι, μέρους ἑκατέρου συναπτομένου γεφύραις παρὰ τὰς ἀναγούσας ἐπὶ τὴν πόλιν ἀνόδους, πρὸς ἑκάτερον μέρος διῃρημένης τῆς πόλεως. καί φησιν ἡ ἱστορία, ὡς τῶν παρ᾿ ἔσχατα τῆς πόλεως ἁλισκομένων οἱ ἄλλοι πανήγυριν ἄγοντες διὰ τὸ μέγεθος τῆς πόλεως οὐκ ᾐσθάνοντο, ὅτε ὡς εἰκός, τῶν μὲν εἰς ἀγγελίαν τρεχόντων, τῶν δὲ λοιπῶν ἐκ ταύτης ὑποστρεφόντων θορύβου πλήρη τὴν πόλιν ὑπάρχειν. συστήματα δὲ νῦν τὰς οἰκίας ἔοικε λέγειν· τῇ γὰρ συνεχείᾳ πρὸς ἀλλήλας συνίσταντο. διὸ ἐπιφέρει· οἱ οἶκοι βασιλέως Βαβυλῶνος καὶ τὰ ἑξῆς· ἢγουν ἀπὸ τῶν ἐν ἀυτοῖς συνισταμένων τὰ φρούρια.
[*](4 Jes. 45, 4.—6 Vgl. Olymp. (Gh II, 911): τῆς Ἀρμενίας ὄρη|τὰ Ἀραράτ.—12 Vgl. Onom. sacra I, 174, 91 u. ö.—17 Jes. 45, 2. — 18 ff. Vgl. Herodot. I, 180. 186. 191.— 22 ff. Vgl. Herodot. I, 191: ὑπὸ δὲ μεγάθεος τῆς πόλιος, ὡς λέγεται ὑπὸ τῶν ταύτῃ οἰκημένων, τῶν περὶ τὰ ἔσχατα τῆς πόλιος ἑαλωκότων τοὺς τὸ μέσον οἰκέοντας τῶν Βαβυλωνίων οὐ μανθάνειν ἑαλωκότας, ἀλλὰ (τυχεῖν γάρ σφι ἐοῦσαν ὁρτὴν) χορεύειν τε τοῦτον| τὸν χρόνον καὶ ἐν εὐπαθείῃσι εἶναι. Vgl. Xenophon, Kyrop. 7, 5.)[*](3 ἡ] + τοῦ ο | ᾖ] ἡ ο | καὶ βέβηλος] βέβηλος γὰρ c | 4 ἦν] ὑπῆρχεν ο | 5 κατὰ] < clo | 6 ἀραρὰτ c* w. e. sch. lo ἀραρὲτ c1 9 αἷς] οἷς ο | 13 προσσυμπαθείας c | 14 τῷ] τὸ c | 18 συνκλάσω o | 19 γὰρ u. ἔχειν übergesch. c1 | 20 ὄντων c | 22 διηρημένης 1 διηρημένας co | 28 Βαβυλῶνος] < ο.)Τὸ κλινοῦσιν αὐτὸν καὶ τὰ σκεύη αὐτοῦ λεπτυνοῦσι Σύμμαχος ἔφη· καὶ σειρώσουσιν αὐτὸν καὶ τὰ σκεύη σὐτοῦ ἐκκενώσουσιν. ἐνέμεινε γὰρ τῇ τροπῇ τοῦ οἴνου, δηλῶν ὡς τῶν ἀγαθῶν κενωθήσιν. οὐκ ἀγαθὴ τοίνυν ἡ εὐθηνία τοῖς ἀλαζόσιν, ὡς οὐδὲ τῷ ἐν ᾅδῃ πλουσίῳ, δι᾿ ἣν ἐκολάζετο. τὰ δὲ κεράσματα ὡς ἐπὶ οἴνου ῥηθέντα, Ἀκύλας ἐξέδωκεν κέρατα, ὅπερ ἀρχαῖον ποτηρίου ἐτύγχανεν εἶδος (κέρασι γὰρ ἔπινον), ὅθεν καὶ τὸ κεράσαι λέγειν παρέμεινεν. ἀγγεῖα μὲν οὖν αἱ πόλεις, τὰ δὲ ἔνδον ἄνθρωποί τε καὶ πλοῦτος· ὡς τοὺς μὲν ἀπήγαγον, τὰς δὲ ἐνέπρησαν. καταισχύνει δὲ τὰς ἐπὶ δαίμοσιν ἐλπίδας ἡ συμφορά· »ἡ δὲ« ἐπὶ θεὸν »ἐλπὶς οὐ καταικχύνει«. ἐν δὲ τῇ Βαιθὴλ ἔστησε τὰς δαμάλεις ὁ Ἱεροβοὰμ ἐν τῇ Σαμαρείᾳ. οὐχ ὁ λέγων δὲ ἰσχυρὸς εἶναι σῴζεται. »οὐ« γὰρ »σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν«. ἡμέρα δὲ Μωὰβ τῆς κολάσως ὁ καιρός, πονηρία δὲ τὰ καταληψόμενα τοῦτον ἐπίπονα. ἀξιοῖ δὲ τοὺς κύκλῳ πάντας ἐπεμβαίνειν αὐτῷ· τοῦτο γὰρ τὸ κινήσατε, δηλονότι πρὸς αἰσχύνην καὶ λύπηβν, »ὑπερηφάνοις γὰρ ὁ θεὸς ἀντιτάσσετι«·