Fragmenta In Jeremiam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Jeem 37, 17. 18.
Εἴποις δ᾿ ἂν ὅτι καὶ τὴν ἰδίαν ἐπιδείκνυσιν ἀγαθότητα, δἰ ἣν καὶ τὴν ἀποτομίαν ἐπάγει τοῖς αὐτῆς ἐν χρείᾳ τυγχάνουσιν. διὸ μετὰ τὸ εἰς ἀλγεινὸν θεραπευθῆναι, οἰκοδομηθήσεταί φησιν ἡ πόλις ἐπὶ τὸ ὕψος αὐτῆς. ποῖον ὕψος; »οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη«· ὁποία ἐστὶν ἡ μηδὲν φρονοῦσα ταπεινὸν ἢ ἀνθρώπινον, ἡδονάς φησι καὶ πλοῦτον ἐν γῇ καὶ δοξάρία. >συνηγέρθη γὰρ τῷ Χριστῷ καὶ τὰ ἄνω ζητεῖ<. ταῦτά σου ποιοῦντος >οἰκοδομηθήσεται ἡ πόλις σου ἐπὶ τὸ ὕψος αὐτῆς<.
Ὡς ἐπὶ σπανίου φησίν.
Ἔθος δὲ τῇ γραφῇ μετὰ τὰ πικρὰ λέγειν φιλάνθρωπα πρὸς
[*](3 vgl. Röm. 11, 22. — 5 Matth. 5, 14. Vgl. Hier. Comm. 1057.—8 Vgl. Matth. 6, 19?—Vgl. Kol. 3, 1.—12ff. Vgl. S. 14, 5 15, 8.)[*](1 Vorher in co folgendes Fragment zu Jerem. 36, 22. 23 (Vgl. ep. ad Afric. 7, 8 Hier. Comm. 1047. 1048. Olymp. (Gh II, 647): οὗτοι λέγονται οἱ κατὰ Σωσάνναν πρεσβύτεροι):)Ὠριγένους ἐκ τῆς πρὸς Ἀφρικανὸν ἐπιστολῆς περὶ Σωσάννας (σουσαννας ο).
Μέμνημαι (μέμνηται ο) δὲ φιλομαθεῖ Ἑβραίῳ χρηματίζοντι παρ᾿ αὐτοῖς σοφῷ (σοφοῦ ο, lies σοφοῦ υἱῷ?) συμμίξας περὶ πλειόνων· ἀφ᾿ οὐ ὡς μὴ (ὡς μὴ < c) ἀθετουμένης τῆς περὶ Σωσάννας (σουσάννας ο) ἱστορίας ἐμάνθανον καὶ τὰ τῶν πρεσβυτέρων ὀνόματα ὡς παρὰ τῷ Ἱερεμίᾳ κείμενα, τοῦτον ἔχοντα τὸν τρόπον· »ποιήσαι σε κύριος ὡς Σεδεκίαν ἐποίησε καὶ ὡς Ἀχιάβ, οὓς ἀπετηγάνισε βασιλεὺς Βαβυλῶνος ἐν πυρί, δι᾿ ἢν ἐποίησαν ἀνομίαν Ἱερουσαλήμ (ἐν ἐῆλ c) (Jer. 36, 22. 23).
Καὶ ἕτερον δὲ οἶδα Εβραῖον περὶ τῶν πρεσβυτέρων τούτων τοιαίτας παραδόσεις φέροντα, ὅτι τοῖς ἐν τῇ αἰχμαλωσίᾳ ἐλπίζουσι διὰ τῆς τοῦ Χριστοῦ ἐπῖ ἐλευθερωθήσεσθαι ἀπὸ τῆς (+ὑπὸ ο) τοῦ ἐχθροῦ (τοῖς ἐχθροῖς ο) δουλείας προσεποιῦντο οἱ πρεσβύτεροι οὖτοι ὡς εἰδότες τὰ περὶ Χριστοῦ σαφηνίζειν, ἑν ἀποροήτῳ δῆθεν ἔφασκεν, ὡς ἄρα δέδοται αὐτῷ τοῦ (<ο) θεοῦ σπεῖραι τὸν Χριτσόν. εἶτ᾿ (εἶτα ο) ἀπατωμένη τῇ ἐλπίδι τοῦ γεννῆσαι τὸν Χριστὸν ἡ γυνὴ ἐπεδίδου ἑαυτὴν τῷ ἀπατῶντι, καὶ οὕτως »ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν« (Jerem. 36, 23) οἱ πρεσβύτεροι Ἀχιὰβ καὶ Σεδεκίας. διὸ καλῶς ὑπὸ του Δανιὴλ ὁ μὲν εἴρηται >πεπαλαιωμένος κακῶν ἡμερῶν (ἡμερῶν κακῶν ο)< (Sus 52 LXX Θ΄) ὁ δὲ ἤκουσε τὸ »οὕτως ἐποιεῖτε ταῖς θυγατράσιν Ἰσραήλ« καὶ τὰ ἑξῆς (Sus. 57 LXX Θ΄). οὖτοι οὖν εἰσιν οἱ δύο περσβύτεροι οἱ Σωσάνναν (σουσάνυας ο) ψευδομαρτυρήσαντες.
[*](4 ἀλγεινὸν] ἀλγηρὸν ο |φησιν]1. γῇ καὶ] <ο |8 Χριστῷ Ru θῶ co.)παραμυθίαν καὶ μετὰ τὰ χρηστὰ πάλιν πικρότερα, ἵνα μὴ »τοῦ πλούτου τῆς χρηστότητος« τοῦ θεοῦ καταφρονήσαντες θησαυρίσωσιν ἑαυτοῖς »ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς«. διό φησιν· >ἐὰν ἔλθῃ ἡ ὀργή, οὐκ ἀποστήσεται, ἐὰν μὴ δράσειεν ἃ θέλῃ θεός<. θέλει δὲ ὁ θεός, καὶ ὀργὴ γίνεται, ἵνα γένηται ἃ θέλει θεός. ἐὰν γάρ τις μὴ θέλῃ γενέσθαι ἐν τῷ θελήματι τοῦ θεοῦ λόγου, ἀπολύεται ἐπ᾿ αὐτὸν ἡ ὀργήμὴ δεηθῶμεν οὖν παιδευούσης ὀργῆς ἢ θυμοῦ.
Οὐ γὰρ δι᾿ ἐρήμου, καθάπερ πρόσθεν, ἀλλὰ διὰ τῆς νομίμου καὶ οἰκουμένης. καὶ τροπικῶς δὲ ἐν παρακλήσει, ὅτι »μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται«.
Νῆσοι μακρὰν αἱ κλυδωνιζόμεναι πρὸς τῶν τοῦ βίου κυμάτων, αἳ μακράν εἰσιν ἀληθείας πρὶν ἐπὶ τὴν σωτηρίαν ἐλθε[ν. ἐλυτρώσατο δὲ τὸν Ἰακὼβ ὁ θεός· »ἀφῄρηται« γὰρ »ὁ ζυγὸς ὁ ἐπ᾿ αὐτῶν κείμενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν«, καθά φησιν Ἡσαΐας. δηλοῖ δὲ καὶ ὅτι αὐτὸς τῆς διαβολικῆς ἡμᾶς ἐξουσίας ἐρρύσατο. τί γὰγ ἂν ἐδυνάμεθα πρὸς τὸν εἰπόντα τά τε ἄλλα καὶ τὸ »τὴν οἰκουμένην ὅλην λήψομαι τῇ χειρὶ ὡς νοσσιάν«; πρὸς ὃν διὰ Χριστοῦ φαμεν· »ποῦ σου θάνττε τὸ νῖκος; ποῦ σου ᾅδη τὸ κέντρον«;
Τοῖς ἀξίοις μακαρισμοῦ κλαίουσι λεγέσθω τὸ διαλειπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ, τοῖς λέγουσιν ἐν ἁγίᾳ πνεύματι· »ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών«.