Fragmenta In Jeremiam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Ἐσείσθη δὲ ἡ γῆ, τῶν ἐπ᾿ αὐτῆς ἀνθρώπων ἐν τοῖς προάγουσι χρόνοις παγίως ἱδρυμένων καὶ βεβαιότητα ἐχόντων ἐν αἷς ἦσαν δυναστείαις τε καὶ βασιλείαις, τὰ δὲ νῦν μεταβλὴν πονηρὰν καὶ ἐπώδυνον δεχομένων τὴν ἐρημίαν. καὶ πᾶσα δὲ διάνοια Βαβυλωνίαν γῆν ἐσχηκυῖα ἐκ τῆς πρὸς τὴν τοιαύτην ἀσέβειαν καὶ Σύγχυσιν προσπαθείας σειομένη ἐποβάλλει τὴν τοιαύτην διάθεσιν ἐπὶ τῷ πνευματικὴν καὶ ἐπουράνιον ἕξιν ἀναλαβεῖν.