Fragmenta In Jeremiam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Τὸ ἁγιάσατε ἔθνη ἀντὶ τοῦ ἀφορίσατε· ἁγιασμὸς γὰρ ἡ θεοῦ ὑπηρεσία, κἂν ᾖ τιμωρητική καὶ βέβηλος ὁ πρὸς ταύτην ἀφωρισμένος· ὁποῖος ἦν ὁ Κῦρος, πρὸς ὅν φησι διὰ Ἡσαΐου· »σὺ δὲ οὐκ ἔγνως με«. τινὰ δὲ τῶν κατὰ Βαβυλξῶνος στρατευσάντων ἐκάλεσεν ἔθνη, ἐν οἷς Ἀραρὰτ τοὺς Ἀρμενίους καλεῖ.